402
σώφροσι τὸ νικᾶν, τὸ δὲ ὑπεράγαν ἐθέ8.35.36 «λειν ἴσως ἄν τῳ καὶ ἐς τὸ ἀξύμφορον τρέποιτο.» πείθεται τῇ ὑποθήκῃ Ναρσῆς, καὶ ξυνέβησαν ἐφ' ᾧ τῶν βαρβάρων οἱ ἀπολελειμμένοι χρήματα κεκομισμένοι τὰ αὐτῶν ἴδια ἐκ πάσης ἀπαλλάξονται Ἰταλίας εὐθὺς, πόλεμόν τε μηχανῇ οὐδεμιᾷ πρὸς Ῥωμαίους διοίσουσιν 8.35.37 ἔτι. Γότθοι μὲν οὖν μεταξὺ χίλιοι τοῦ στρατοπέδου ἐξαναστάντες ἐς Τικινόν τε πόλιν καὶ χωρία τὰ ὑπὲρ ποταμὸν Πάδον ἐχώρησαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ 8.35.38 Ἰνδοὺλφ, οὗπερ πρότερον ἐπεμνήσθην. οἱ δὲ λοιποὶ ἅπαντες ὅρκια δόντες τὰ ξυγκείμενα πάντα ἐπέρρωσαν. οὕτω τε καὶ Κύμην καὶ τὰ λοιπὰ πάντα ἐξεῖλον Ῥωμαῖοι, καὶ τὸ ὀκτωκαιδέκατον ἔτος ξυνετελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.