230
ὅπως ἀναβαίνοι, ἠξίου καθεῖναι. καὶ οἱ μὲν ὡς τάχιστα τῶν κάλων τὰς ἀρχὰς ἀπορρίψαντες τοῦ Γότθου ποιεῖσθαι τὴν ἀνολκὴν ᾤοντο, λαβόμενος δὲ ὁ Ῥωμαῖος τῶν βρόχων εἵλκετο ἄνω, τοιοῦτον εἰπὼν, ὡς, ἢν μὲν αὐτὸς ἀναβαίνοι πρῶτος, οὔποτε τοῦ ἑταίρου ἀμελήσειν τοὺς Γότθους, ἢν δέ γε τὸν πολέμιον πύθωνται μόνον ἐνταῦθα εἶναι, οὐδένα ἂν αὐτοῦ 6.1.18 ποιοῖντο λόγον. ταῦτα εἰπὼν ἀνέβη. καὶ αὐτὸν ἐπεὶ οἱ Γότθοι εἶδον, ἐθαύμαζόν τε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο, πάντα τε παρ' αὐτοῦ τὸν λόγον ἀκούσαντες ἐν δευτέρῳ τὸν ἑταῖρον ἀνεῖλκον, ὃς δὴ αὐτοῖς τά τε ξυγκείμενα σφίσι καὶ τὰ δεδομένα πρὸς ἀμφοτέρων 6.1.19 πιστὰ ἔφρασε. καὶ αὐτὸς μὲν ξὺν τοῖς ἑταίροις ἀπιὼν ᾤχετο, τὸν δὲ Ῥωμαῖον κακῶν ἀπαθῆ ἐς τὴν πόλιν 6.1.20 ἀφῆκαν ἰέναι. ἔπειτα δὲ ἱππεῖς μὲν πολλάκις ἑκατέρωθεν οὐ πολλοὶ ὡς ἐς μάχην ὡπλίζοντο, ἐς μονομαχίαν δὲ ἀεὶ τὰ τῆς ἀγωνίας αὐτοῖς ἐτελεύτα καὶ πάσαις Ῥωμαῖοι ἐνίκων. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. 6.1.21 Ὀλίγῳ δὲ ὕστερον χρόνῳ ξυμβολῆς ἐν Νέρωνος γινομένης πεδίῳ, διώξεις τε ἄλλων ἄλλῃ κατ' ὀλίγους ἱππεῖς ποιουμένων, Χορσάμαντις, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, Μασσαγέτης γένος, ξὺν ἑτέροις τισὶν ἄνδρας ἑβδομήκοντα τῶν πολεμίων ἐδίωκεν. 6.1.22 ἐπειδή τε τοῦ πεδίου πόρρω ἐγένετο, οἱ μὲν ἄλλοι Ῥωμαῖοι ὀπίσω ἀπήλαυνον, Χορσάμαντις δὲ μόνος ἔτι ἐδίωκεν. ὅπερ κατιδόντες οἱ Γότθοι στρέψαντες τοὺς 6.1.23 ἵππους ἐπ' αὐτὸν ᾔεσαν. καὶ ὁ μὲν ἐς μέσους χωρήσας, ἕνα τε τῶν ἀρίστων δόρατι κτείνας, ἐπὶ τοὺς ἄλλους ᾔει, οἱ δὲ αὖθις τραπόμενοι ἐς φυγὴν ὥρμηντο. 6.1.24 αἰσχυνόμενοι δὲ τοὺς ἐν τῷ στρατοπέδῳ (ἤδη γὰρ καὶ πρὸς αὐτῶν καθορᾶσθαι ὑπώπτευον) πάλιν ἰέναι ἐπ' 6.1.25 αὐτὸν ἤθελον. ταὐτὸ δὲ παθόντες, ὅπερ καὶ πρότερον, ἕνα τε τῶν ἀρίστων ἀποβαλόντες, ἐς φυγὴν οὐδὲν ἧσσον ἐτράποντο, μέχρι τε τοῦ χαρακώματος τὴν δίωξιν 6.1.26 ὁ Χορσάμαντις ποιησάμενος ἀνέστρεψε μόνος. ὀλίγῳ δὲ ὕστερον ἐν μάχῃ ἑτέρᾳ κνήμην τὴν ἀριστερὰν βληθέντι τούτῳ ἐνομίσθη εἶναι ἄκρου ὀστέου τὸ βέλος 6.1.27 ἁψάμενον. ἀπόμαχος μέντοι ἡμέρας ὅσας δὴ ἐπὶ ταύτῃ γεγονὼς τῇ πληγῇ ἅτε ἀνὴρ βάρβαρος οὐκ ἤνεγκε πρᾴως, ἀλλ' ἠπείλησε τῆς ἐς τὸ σκέλος ὕβρεως 6.1.28 τοὺς Γότθους ὅτι τάχιστα τίσασθαι. ῥαΐσας οὖν οὐ πολλῷ ὕστερον ἔν τε ἀρίστῳ οἰνωμένος, ὥσπερ εἰώθει, μόνος ἐπὶ τοὺς πολεμίους ἐβούλευσεν ἰέναι καὶ τῆς ἐς τὸν πόδα ὕβρεως τίσασθαι, ἔν τε Πιγκιανῇ γενόμενος πυλίδι, στέλλεσθαι πρὸς Βελισαρίου ἔφασκεν 6.1.29 ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον. οἱ δὲ ταύτῃ φρουροὶ (οὐ γὰρ ἀπιστεῖν ἀνδρὶ τῶν Βελισαρίου δορυφόρων ἀρίστῳ εἶχον) τάς τε πύλας ἀνέῳξαν καὶ ὅπη βούλοιτο 6.1.30 ἀφῆκαν ἰέναι. κατιδόντες τε αὐτὸν οἱ πολέμιοι, τὰ μὲν πρῶτα αὐτόμολον σφίσι τινὰ προσχωρεῖν ᾤοντο, ἐπεὶ δὲ ἀγχοῦ γενόμενος τοῦ τόξου εἴχετο, οὐκ εἰδότες 6.1.31 ὅστις ποτὲ εἴη, χωροῦσιν ἐπ' αὐτὸν εἴκοσιν. οὓς δὴ εὐπετῶς ἀπωσάμενος ἀπήλαυνε βάδην, πλειόνων τε 6.1.32 Γότθων ἐπ' αὐτὸν ἰόντων οὐκ ἔφυγεν. ὡς δὲ πλήθους πολλοῦ ἐπιρρέοντος ἀμύνεσθαι ἠξίου, Ῥωμαῖοι ἐκ τῶν πύργων θεώμενοι μαίνεσθαι μὲν τὸν ἄνδρα ὑπώπτευον, ὡς δὲ Χορσάμαντις εἴη οὔπω ἠπίσταντο. 6.1.33 ἔργα μὲν ἐπιδειξάμενος μεγάλα τε καὶ λόγου πολλοῦ ἄξια, ἔς τε κύκλωσιν ἐμπεπτωκὼς τοῦ τῶν πολεμίων 6.1.34 στρατεύματος, ποινὰς ἀλόγου θράσους ἐξέτισεν. ἅπερ ἐπειδὴ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πένθει μεγάλῳ γενόμενοι, ἅτε τῆς πάντων ἐλπίδος ἐπὶ τῷ ἀνθρώπῳ διαφθαρείσης, ὠδύροντο. 6.2.1 Εὐθάλιος δέ τις ἀμφὶ θερινὰς τροπὰς ἐς Ταρακίναν ἐκ Βυζαντίου ἧκε, χρήματα ἔχων ἅπερ τοῖς στρα6.2.2 τιώταις βασιλεὺς ὦφλε. δείσας τε μὴ κατὰ τὴν ὁδὸν ἐντυχόντες πολέμιοι τὰ χρήματά τε ἀφέλωνται καὶ αὐτὸν κτείνωσι, γράφει πρὸς Βελισάριον ἀσφαλῆ οἱ 6.2.3 ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι. ὁ δὲ ἄνδρας μὲν ἑκατὸν τῶν αὑτοῦ ὑπασπιστῶν δοκίμους ἀπολεξάμενος ξὺν δορυφόροις δύο πέμπει ἐς Ταρακίναν οἵπερ αὐτῷ 6.2.4 τὰ χρήματα ξυγκομίσαιεν. δόκησιν δὲ ἀεὶ τοῖς βαρβάροις παρείχετο ὡς παντὶ τῷ στρατῷ μαχεσόμενος, ὅπως μὴ ἐνθένδε τῶν πολεμίων τινὲς ἢ τροφῶν ξυγ6.2.5 κομιδῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἴωσιν. ἐπεὶ δὲ τῇ