183
βώνιά τε πολλά οἱ ἐπιθεῖναι κελεύσας ἡσύχαζε. μετὰ δὲ ἅπαντα εἰς Ἐλπίδιον τὸν ἰατρὸν τὰ ξυμπεσόντα ἐξενεγκὼν τὴν ἐς Σύμμαχόν τε καὶ Βοέτιον ἁμαρτάδα 5.1.39 ἔκλαιεν. ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ ξυμφορᾷ οὐ πολλῷ ὕστερον ἐτελεύτησεν, ἀδίκημα τοῦτο πρῶτόν τε καὶ τελευταῖον ἐς τοὺς ὑπηκόους τοὺς αὑτοῦ δράσας, ὅτι δὴ οὐ διερευνησάμενος, ὥσπερ εἰώθει, τὴν περὶ τοῖν ἀνδροῖν γνῶσιν ἤνεγκε. 5.2.1 Τελευτήσαντός τε αὐτοῦ παρέλαβε τὴν βασιλείαν Ἀταλάριχος, ὁ Θευδερίχου θυγατριδοῦς, ὀκτὼ γεγονὼς ἔτη καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφό5.2.2 μενος. ὁ γάρ οἱ πατὴρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. χρόνῳ τε οὐ πολλῷ ὕστερον Ἰουστινιανὸς ἐν Βυζαντίῳ 5.2.3 τὴν βασιλείαν παρέλαβεν. Ἀμαλασοῦνθα δὲ ἅτε τοῦ παιδὸς ἐπίτροπος οὖσα, τὴν ἀρχὴν διῳκεῖτο, ξυνέσεως μὲν καὶ δικαιοσύνης ἐπὶ πλεῖστον ἐλθοῦσα, τῆς δὲ 5.2.4 φύσεως ἐς ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη. ὅσον τε χρόνον τῆς πολιτείας προὔστη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐς τὸ σῶμα ἐκόλασεν ἢ χρήμασιν ἐζημίωσεν. 5.2.5 οὐ μὴν οὐδὲ Γότθοις ξυνεχώρησεν ἐς τὴν ἐς ἐκείνους ἀδικίαν ὀργῶσιν, ἀλλὰ καὶ τοῖς Συμμάχου τε καὶ Βοε5.2.6 τίου παισὶ τὴν οὐσίαν ἀπέδωκεν. ἡ μὲν οὖν Ἀμαλασοῦνθα τὸν παῖδα ἐβούλετο τοῖς Ῥωμαίων ἄρχουσι τὰ ἐς τὴν δίαιταν ὁμότροπον καταστήσασθαι καὶ φοιτᾶν 5.2.7 ἐς γραμματιστοῦ ἤδη ἠνάγκαζε. τρεῖς τε ἀπολεξαμένη τῶν ἐν Γότθοις γερόντων, οὕσπερ ἠπίστατο μᾶλλον ἁπάντων ξυνετούς τε καὶ ἐπιεικεῖς εἶναι, ξυνδιαιτᾶ5.2.8 σθαι Ἀταλαρίχῳ ἐκέλευε. Γότθοις δὲ ταῦτα οὐδαμῆ ἤρεσκε. τῆς γὰρ ἐς τοὺς ὑπηκόους ἀδικίας ἐπιθυμίᾳ 5.2.9 βαρβαρικώτερον πρὸς αὐτοῦ ἄρχεσθαι ἤθελον. καί ποτε ἡ μὲν μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοιτῶνι τὸν παῖδα λαβοῦσα ἐρράπισε· καὶ ὃς δεδακρυμένος ἐς τὴν 5.2.10 ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε. Γότθοι δὲ αὐτῷ ἐντυχόντες δεινὰ ἐποιοῦντο καὶ τῇ Ἀμαλασούνθῃ λοιδορούμενοι ἰσχυρίζοντο βούλεσθαι αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιστα, ὅπως αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἐλθοῦσα Γότθων τε καὶ Ἰταλιωτῶν 5.2.11 ξὺν αὐτῷ ἄρχοι. ξυλλεγέντες τε, ὅσοι δὴ ἐν αὐτοῖς λόγιμοι ἦσαν καὶ παρὰ τὴν Ἀμαλασοῦνθαν ἐλθόντες ᾐτιῶντο οὐκ ὀρθῶς σφίσιν οὐδὲ ᾗ ξυμφέρει τὸν βασιλέα 5.2.12 παιδεύεσθαι. γράμματά τε γὰρ παρὰ πολὺ κεχωρίσθαι ἀνδρίας, καὶ διδασκαλίας γερόντων ἀνθρώπων ἔς τε τὸ δειλὸν καὶ ταπεινὸν ἀποκρίνεσθαι ἐκ 5.2.13 τοῦ ἐπὶ πλεῖστον. δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐσόμενον, φόβου τοῦ ἐκ διδασκάλων ἀπαλλαγέντα, τὰς ἐν τοῖς ὅπλοις μελέτας 5.2.14 ποιεῖσθαι. ἔλεγον δὲ ὡς οὐδὲ Θευδέριχός ποτε Γότθων 5.2.15 τινὰς τοὺς παῖδας ἐς γραμματιστοῦ πέμπειν ἐῴη. λέγειν γὰρ ἅπασιν ὡς, ἤνπερ αὐτοῖς τὸ ἀπὸ τοῦ σκύτους ἐπιγένηται δέος, οὐ μήποτε ξίφους ἢ δορατίου ὑπερ5.2.16 φρονεῖν ἀξιώσουσιν. ἐννοεῖν τε αὐτὴν ἐδικαίουν ὡς ἄρα οἱ ὁ πατὴρ Θευδέριχος χώρας τε τοσαύτης κύριος γεγονὼς καὶ βασιλείαν οὐδαμόθεν αὐτῷ προσήκουσαν περιβαλλόμενος τελευτήσειε, καίπερ γραμμάτων οὐδὲ 5.2.17 ὅσον ἀκοὴν ἔχων. «οὐκοῦν, ὦ δέσποινα,» ἔφασαν, «παι»δαγωγοὺς μὲν τούτους χαίρειν τανῦν ἔα, σὺ δὲ Ἀτα»λαρίχῳ ὁμοδιαίτους ἥλικάς τινας δίδου, οἵπερ αὐτὸν «τὰ ἐς τὴν ἡλικίαν ξυνακμάζοντες ἐς τὴν ἀρετὴν κατά «γε τὸν βάρβαρον νόμον ὁρμήσουσι.» 5.2.18 Ταῦτα ἐπεὶ ἤκουσεν Ἀμαλασοῦνθα, οὐκ ἐπῄνεσε μὲν, δείσασα δὲ τὴν τῶν ἀνθρώπων ἐπιβουλὴν, δόκησίν τε παρείχετο ὡς πρὸς ἡδονῆς αὐτῇ οἱ λόγοι ἐγίνοντο, καὶ ξυνεχώρει ἅπαντα ὅσων οἱ βάρβαροι αὐτῆς 5.2.19 ἔχρῃζον. τῶν τε γερόντων Ἀταλάριχον ἐκλελοιπότων παῖδες αὐτῷ τινες ξυνῆσαν κοινωνοὶ τῆς διαίτης ἐσόμενοι, οὔπω μὲν ἡβηκότες, χρόνῳ δὲ οὐ πολλῷ προτερεύοντες, οἵπερ αὐτὸν, ἐπειδὴ τάχιστα ἐς ἥβην ἦλθεν, ἔς τε μέθην καὶ γυναικῶν μίξεις παρακαλοῦντες, κακοήθη τε διαφερόντως εἶναι καὶ τῇ μητρὶ ὑπὸ ἀβελ5.2.20 τερίας ἀπειθέστερον κατεστήσαντο. ὥστε οὐδὲ μεταποιεῖσθαι αὐτῆς τὸ παράπαν ἠξίου, καίπερ τῶν βαρβάρων ἐκ τοῦ ἐμφανοῦς ἐπ' αὐτὴν ἤδη ξυνισταμένων, οἵ γε καὶ τῶν βασιλείων ἀναχωρεῖν τὴν ἄνθρωπον 5.2.21 ἀνέδην ἐκέλευον. Ἀμαλασοῦνθα δὲ οὔτε