108
γὰρ αὐτὸν, ἐπειδὴ οὔτε βίᾳ οὔτε τῳ ἄλλῳ τρόπῳ οἷός τε ἦν τὸ χωρίον ἑλεῖν, πρός τε τὴν προσεδρείαν ἀπειπεῖν, ἤδη ἐπὶ μακρότατον γεγενημένην, καὶ ἅπαν κελεῦσαι τὸ στράτευμα τὰ ἐς τὴν ἀναχώρησιν ἐν παρασκευῇ αὐτίκα δὴ μάλα ποιήσασθαι, ὅπως δὴ τῇ ὑστεραίᾳ ἐνθένδε ἅπαντες ἐξανιστῶνται ἅμα ἡλίῳ ἀνίσχοντι. 3.4.32 ἡμέρᾳ δὲ τῇ ἐπιγινομένῃ ἀμφὶ ἡλίου ἀνατολὰς λύσαντας μὲν τὴν προσεδρείαν τοὺς βαρβάρους τῆς ἀφόδου ἔχεσθαι ἤδη, ἕνα δὲ πελαργὸν ἐπὶ πύργου τινὸς τοῦ τῆς πόλεως περιβόλου καλιάν τε ἔχοντα καὶ νεοττοὺς τρέφοντα ἐνθένδε ἐκ τοῦ αἰφνιδίου ξὺν τοῖς τέκνοις 3.4.33 ἐξαναστῆναι. καὶ τὸν μὲν πατέρα πελαργὸν ἵπτασθαι, τοὺς δὲ πελαργιδεῖς, ἅτε οὔπω ἐκπετησίμους παντάπασιν ὄντας, τὰ μὲν αὐτῷ μετέχειν τῆς πτήσεως, τὰ δὲ ἐπὶ τοῦ νώτου τοῦ πατρὸς φέρεσθαι, οὕτω τε 3.4.34 ἀποπτάντας τῆς πόλεως ἑκαστάτω γενέσθαι. ὃ δὴ Ἀττίλαν κατιδόντα (ἦν γὰρ δεινότατος ξυνεῖναί τε καὶ ξυμβαλεῖν ἅπαντα) κελεῦσαι τὸν στρατὸν αὖθις ἐν χώρῳ τῷ αὐτῷ μένειν, ἐπειπόντα οὐκ ἄν ποτε εἰκῆ ἐνθένδε ἀποπτάντα ξὺν τοῖς νεοττοῖς τὸν ὄρνιν οἴχεσθαι, εἰ μή τι ἐμαντεύετο φλαῦρον οὐκ εἰς μακρὰν 3.4.35 τῷ χωρίῳ ξυμβήσεσθαι. οὕτω μὲν τὸ τῶν βαρβάρων στρατόπεδον αὖθις ἐς τὴν πολιορκίαν καταστῆναί φασι, τοῦ δὲ περιβόλου μοῖράν τινα οὐ πολλῷ ὕστερον ἐκείνην, ἣ τὴν τοῦ ὄρνιθος τούτου καλιὰν εἶχεν, ἀπ' οὐδεμιᾶς αἰτίας ἐξαπιναίως καταπεσεῖν καὶ τοῖς πολεμίοις ταύτῃ ἐσιτητὰ ἐς τὴν πόλιν γενέσθαι, οὕτω τε τὴν Ἀκυληίαν κατὰ κράτος ἁλῶναι. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἀκυληίᾳ ταύτῃ πη ἔσχεν. 3.4.36 Ὕστερον δὲ καὶ βασιλέα οὐδενὶ πόνῳ ἔκτεινε Μάξιμος καὶ τὴν τυραννίδα ἔσχε, τῇ τε Εὐδοξίᾳ ξυγγέγονε βίᾳ. γυνὴ γὰρ, ἥπερ αὐτῷ ξυνῴκει, τετελευτήκει οὐ πολλῷ πρότερον. καί ποτε αὐτῇ ἐν τῇ κοίτῃ προσέφερε λόγον ὡς τοῦ αὐτῆς ἔρωτος εἵνεκα πάντα εἴη 3.4.37 διαπεπραγμένος ἃ εἴργαστο. τήν τε Εὐδοξίαν ἀχθομένην Μαξίμῳ καὶ πρότερον τίσασθαί τε αὐτὸν τῆς ἐς Βαλεντινιανὸν ἀδικίας ἐπιθυμοῦσαν ἔτι δὲ μᾶλλον εἰς αὐτὸν οἰδαίνειν ὁ λόγος ἐποίησεν, ἔς τε τὴν ἐπιβουλὴν ἐνῆγεν, ἐπεὶ τῷ ἀνδρὶ αὐτῆς ἕνεκα ξυμβῆναι 3.4.38 τὴν συμφορὰν Μαξίμου λέγοντος ἤκουσε. καὶ ἐπειδὴ τάχιστα ἡμέρα ἐγένετο, πέμπει ἐς Καρχηδόνα, δεομένη Γιζερίχου, τιμωρεῖν Βαλεντινιανῷ ὑπ' ἀνδρὸς ἀνοσίου διαφθαρέντι, αὐτοῦ τε ἀναξίως καὶ τῆς βασιλείας, καὶ αὐτὴν ῥύεσθαι πάσχουσαν πρὸς τοῦ τυράννου ἀνόσια. 3.4.39 ἐπέσκηπτε δὲ ὡς φίλῳ τε καὶ ξυμμάχῳ ὄντι Γιζερίχῳ καὶ τηλικοῦδε πάθους ἐς οἶκον τὸν βασιλέως ξυμβάντος τὸ μὴ οὐχὶ τιμωρῷ γενέσθαι οὐχ ὅσιόν ἐστιν. ἐκ Βυζαντίου γὰρ τιμωρίαν οὐδεμίαν ᾤετο ἔσεσθαι, Θεοδοσίου μὲν ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος, Μαρκιανοῦ δὲ τὴν βασιλείαν παραλαβόντος. 3.5.1 Γιζέριχος δὲ δι' ἄλλο μὲν οὐδὲν, ὅτι δὲ αὐτῷ χρήματα μεγάλα ἔσεσθαι ὑπετόπαζε, στόλῳ πολλῷ ἐς Ἰταλίαν κατέπλευσεν. ἀναβὰς δὲ ἐς Ῥώμην, ἐπεὶ οὐδείς οἱ ἐμποδὼν ἕστηκε, τῶν βασιλείων ἐκράτησε. 3.5.2 Μάξιμον μὲν οὖν φεύγοντα Ῥωμαῖοι λίθοις βαλόντες διέφθειραν, καὶ τήν τε κεφαλὴν τῶν τε ἄλλων μελῶν 3.5.3 ἕκαστον ἀποτεμόμενοι διείλοντο σφίσι. Γιζέριχος δὲ τήν τε Εὐδοξίαν ἅμα Εὐδοκίᾳ τε καὶ Πλακιδίᾳ, ταῖς αὐτῆς τε καὶ Βαλεντινιανοῦ παισὶν, αἰχμάλωτον εἷλε, χρυσοῦ τε καὶ τῶν ἄλλων βασιλέως κτημάτων πολύ τι χρῆμα ἐν ταῖς ναυσὶν ἐνθέμενος ἐς Καρχηδόνα ἔπλει, οὔτε χαλκοῦ οὔτε ἄλλου ὁτουοῦν ἐν τοῖς βασι3.5.4 λείοις φεισάμενος. ἐσύλησε δὲ καὶ τὸν τοῦ ∆ιὸς τοῦ Καπιτωλίου νεὼν καὶ τοῦ τέγους τὴν ἡμίσειαν ἀφείλετο μοῖραν. τοῦτο δὲ τὸ τέγος χαλκοῦ μὲν τοῦ ἀρίστου ἐτύγχανεν ὂν, χρυσοῦ δὲ αὐτῷ ὑπερχυθέντος ἁδροῦ ὡς μάλιστα μεγαλοπρεπές τε καὶ θαύματος 3.5.5 πολλοῦ ἄξιον διεφαίνετο. τῶν δὲ μετὰ Γιζερίχου νεῶν μίαν μὲν, ἣ τὰς εἰκόνας ἔφερε, φασὶν ἀπολέσθαι, πάσαις δὲ ταῖς ἄλλαις οἱ Βανδίλοι ἐς τὸν Καρχηδόνος 3.5.6 λιμένα κατῆραν. Εὐδοκίαν μὲν οὖν Γιζέριχος Ὁνωρίχῳ τῷ τῶν παίδων πρεσβυτέρῳ ξυνῴκισε, τὴν δὲ δὴ ἑτέραν (ἀνδρὶ γὰρ ξυνῴκει Ὀλυβρίῳ, τῶν ἐν βουλῇ τῇ Ῥωμαίων δοκιμωτάτῳ) ἅμα τῇ μητρὶ Εὐδοξίᾳ, ἐξαιτησα3.5.7 μένου βασιλέως, ἐς Βυζάντιον ἔπεμψεν. ἤδη δὲ τὸ τῶν ἑῴων κράτος ἐς Λέοντα περιεστήκει,