304
μελήσειν. δείσας τε διὰ ταῦτα Ἰωάννης μὴ ἐς κύκλωσιν τῶν πολεμίων τινὰ ἐμπέσῃ, παρὰ Βελισάριον μὲν 7.18.26 οὐκέτι ᾔει, ἐς δὲ Βριττίους καὶ Λευκανοὺς ἐχώρει. ἦν δέ τις ἐν Γότθοις Ῥεκιμοῦνδος, ἀνὴρ δόκιμος, ὅνπερ ὁ Τουτίλας ἐπὶ τῇ Βριττίων φρουρᾷ καταστησάμενος ἔτυχε, Γότθων τε καὶ Ῥωμαίων στρατιωτῶν καὶ Μαυρουσίων αὐτομόλων τινὰς ἔχοντα, ἐφ' ᾧ ξὺν αὐτοῖς τόν τε κατὰ Σκύλλαν φυλάξει πορθμὸν καὶ τὴν ταύτῃ ἠϊόνα, ὡς μήτε ἐνθένδε τινὲς ἀπαίρειν ἐς Σικελίαν μήτε ἐκ τῆς νήσου ἐνταῦθα καταπλεῖν ἀδεέστερον οἷοί 7.18.27 τε ὦσι. τούτῳ τῷ στρατῷ μεταξὺ Ῥηγίου τε καὶ Βέβωνος ἀπροσδόκητος καὶ αὐτάγγελος Ἰωάννης ἐπιπεσὼν κατέπληξέ τε ἐκ τοῦ αἰφνιδίου, οὐδεμιᾶς ἀλκῆς αὐτοὺς 7.18.28 μεμνημένους, καὶ αὐτίκα ἐς φυγὴν ἔτρεψε. καὶ οἱ μὲν ἐς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, δύσβατόν τε ὂν καὶ ἄλλως κρημνῶδες, κατέφυγον, Ἰωάννης δὲ διώξας τε καὶ ξὺν τοῖς πολεμίοις ἐν τῷ ἀνάντει γενόμενος, οὔπω τε σφᾶς αὐτοὺς ἐν ταῖς δυσχωρίαις κρατυναμένοις ἐς χεῖρας ἐλθὼν, πλείστους μὲν τῶν τε Μαυρουσίων καὶ Ῥωμαίων στρατιωτῶν ἔκτεινεν, ἰσχυρότατα ἀμυνομένους, Ῥεκιμοῦνδον δὲ καὶ Γότθους ξὺν τοῖς λοιποῖς 7.18.29 ἅπασιν ὁμολογίᾳ εἷλεν. Ἰωάννης μὲν ταῦτα διαπεπραγμένος αὐτοῦ ἔμενε, Βελισάριος δὲ Ἰωάννην ἐς ἀεὶ καραδοκῶν ἡσυχῆ ἔμενεν. ἐμέμφετό τε ὅτι δὴ οὐ διακινδυνεύσας τε καὶ τοῖς ἐν Καπύῃ φυλάσσουσι τριακοσίοις οὖσιν ἐς χεῖρας ἥκων ποιεῖσθαι τὴν δίοδον ἐνεχείρησε, καίπερ βαρβάρους ἀριστίνδην ξυνειλεγμένους ξὺν αὑτῷ ἔχων. Ἰωάννης δὲ τὴν δίοδον ἀπογνοὺς ἐπὶ Ἀπουλίας ἐχώρησεν, ἔν τε χωρίῳ Κερβαρίῳ καλουμένῳ ἡσύχαζε. 7.19.1 ∆είσας οὖν Βελισάριος ἀμφὶ τοῖς πολιορκουμένοις, μή τι ἀνήκεστον δράσωσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὅτῳ δὴ τρόπῳ τὰ ἐπιτήδεια ἐς Ῥώμην εἰσκο7.19.2 μίζειν διενοεῖτο. καὶ ἐπεὶ δύναμιν ἀξιόμαχον πρός γε τοὺς πολεμίους οὐδαμῆ εἶχεν, ὥστε μάχῃ ἐν τῷ πεδίῳ πρὸς αὐτοὺς διακρίνεσθαι, πρότερον ἐπενόει 7.19.3 τάδε. ἀκάτους δύο ἐσάγαν εὐρείας ζεύξας τε καὶ λίαν ἐς ἀλλήλας ξυνδήσας, πύργον ξύλινον ἐπ' αὐταῖς ἐτεκτήνατο, πολλῷ καθυπέρτερον τῶν τοῖς πολεμίοις 7.19.4 ἐν τῇ γεφύρᾳ πεποιημένων. ξυμμετρησάμενος γὰρ αὐτοὺς ἐς τὸ ἀκριβὲς ἔτυχε πρότερον, πέμψας τῶν οἱ ἑπομένων τινὰς, οἵπερ εἰς τοὺς βαρβάρους αὐτόμολοι 7.19.5 δῆθεν τῷ λόγῳ ἐστέλλοντο. δρόμωνάς τε διακοσίους τείχεσι ξυλίνοις περιβαλὼν ἐς Τίβεριν καθῆκε, πανταχόθι τῶν ξυλίνων τειχῶν τρυπήματα ποιησάμενος, ὅπως δὴ βάλλειν τοὺς πολεμίους ἐνθένδε σφίσι δυνατὰ εἴη. σῖτόν τε οὖν καὶ ἄλλα τῶν ἐπιτηδείων πολλὰ τοῖς δρόμωσι τούτοις ἐνθέμενος στρατιωτῶν 7.19.6 αὐτοὺς τῶν μαχιμωτάτων ἐπλήρου. στρατιώτας δὲ ἄλλους πεζούς τε καὶ ἱππεῖς ἑκατέρωθεν ἐν χωρίοις ἐχυροῖς τισιν ἀμφὶ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἔστησεν, οὓς δὴ ἐκέλευσε μένειν τε αὐτοῦ καὶ, ἢν τῶν πολεμίων τινὲς ἐπὶ τὸν Πόρτον ἴωσι, διακωλύειν δυνάμει 7.19.7 τῇ πάσῃ. τὸν δὲ Ἰσαάκην ἐς τὸν Πόρτον ἐσαγαγὼν τήν τε πόλιν καὶ τὴν γυναῖκα παρέδωκε καὶ εἴ τι ἄλλο ἐνταῦθα ἔχων ἐτύγχανε. καί οἱ ἐπέστελλε μηδεμιᾷ ἐνθένδε μηχανῇ ἀπαλλάσσεσθαι, μηδ' ἢν Βελισάριον πύθηται πρὸς τῶν πολεμίων ἀπολωλέναι, ἀλλὰ τῆς φυλακῆς ἐς ἀεὶ ἔχεσθαι, ὅπως, ἤν τι σφίσιν ἐναντίωμα ὑπαντιάσῃ, ἕξουσιν ὅπη διαφυγόντες σωθήσονται. 7.19.8 ὀχύρωμα γὰρ ἄλλο ταύτης δὴ τῆς χώρας οὐδαμῆ εἶχον, 7.19.9 ἀλλὰ πάντα σφίσι πανταχόσε πολέμια ἦν. αὐτὸς δὲ ἐς ἕνα τῶν δρομώνων ἐσβὰς τοῦ τε στόλου ἡγεῖτο καὶ τὰς ἀκάτους ἐφέλκειν ἐκέλευεν, οὗ δὴ τὸν πύργον 7.19.10 ἐτύγχανε τεκτηνάμενος. τοῦ δὲ πύργου ὕπερθεν λέμβον τινὰ ἔθετο, πίσσης τε καὶ θείου καὶ ῥητίνης αὐτὸν ἐμπλησάμενος καὶ τῶν ἄλλων ἁπάντων ὅσα δὴ τοῦ 7.19.11 πυρὸς βρῶσις ὀξυτάτη γίνεσθαι πέφυκε. κατὰ δὲ τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην, ἥ ἐστιν ἐκ τοῦ Πόρτου ἐς Ῥώμην ἰόντι ἐν δεξιᾷ, καὶ πεζὸς παραβεβοηθήκει 7.19.12 στρατός. πέμψας δὲ καὶ παρὰ Βέσσαν τῇ προτεραίᾳ ἐκέλευε τῇ ἐπιγενησομένῃ ἡμέρᾳ πολλῷ στρατῷ ἐπεξιόντα ξυνταράξαι τὰ τῶν πολεμίων στρατόπεδα, ὅπερ οἱ καὶ πρότερον ἐπιστείλας πολλάκις ἤδη ἐτύγχανεν.