261
ὥστε «ὀπίσω τοῦ δέοντος καιροῦ ἐς αὐτὴν ἥξουσι, καὶ τοῖς «ἵπποις ἐπὶ τοῖς πολεμίοις χρῆσθαι διὰ μῆκος ὁδοῦ, 6.21.22 «ἡνίκα ἐς ἐκείνους ἀφίκωνται, οὐδαμῶς ἕξουσιν. ἢν «δέ γε ξύν τε Μαρτίνῳ καὶ Οὐλίαρι οἱ ἄνδρες οὗτοι «ἐς Μεδιόλανον ἴωσι, κρατήσουσί τε, ὡς τὸ εἰκὸς, τῶν «ταύτῃ βαρβάρων, καὶ τὴν Αἰμιλίαν καταλήψονται 6.21.23 «αὖθις, οὐδενὸς ἔτι ἀντιστατοῦντος.» ταῦτα ἐπεὶ Ναρσῆς ἀπενεχθέντα εἶδε τὰ γράμματα, αὐτὸς μὲν Ἰωάννῃ τε καὶ Ἰουστίνῳ ἐπέστελλεν ἐς Μεδιόλανον ξὺν τῷ 6.21.24 ἄλλῳ στρατῷ ἰέναι. ὀλίγῳ δὲ ὕστερον Ἰωάννης μὲν ἐς τὴν παραλίαν ἐστάλη, ὅπως ἀκάτους ἐνθένδε κομίζοι, οὕτω τε διαβαίνειν τὸν ποταμὸν ὁ στρατὸς δύνηται. ἀλλὰ νόσος αὐτῷ ξυμβᾶσα τὰ πρασσόμενα διεκώλυσεν. 6.21.25 Ἐν ᾧ δὲ οἵ τε ἀμφὶ Μαρτῖνον τῇ ἐς τὴν διάβασιν ὀκνήσει ἐχρῶντο καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην τὰς Ναρσοῦ ἐντολὰς ἔμενον, ἐν τούτῳ χρόνου δαπανᾶσθαι 6.21.26 πολύ τι χρῆμα τῇ πολιορκίᾳ τετύχηκεν. οἱ δὲ πολιορκούμενοι ἤδη ἐς ἄγαν τῷ λιμῷ πιεζόμενοι καὶ τοῦ κακοῦ ὑπερβιαζομένου κυνῶν τε καὶ μυῶν οἱ πλεῖστοι ἐγεύσαντο καὶ ζῴων ἄλλων ὅσα ἐς βρῶσιν ἀνθρώπου 6.21.27 οὔποτε ἦλθον. οἱ μὲν οὖν βάρβαροι πρέσβεις παρὰ Μουνδίλαν πέμψαντες ἐνδοῦναι σφίσι τὴν πόλιν ἐκέλευον, ἐφ' ᾧ ἀπαθεῖς αὐτός τε καὶ οἱ στρατιῶται κα6.21.28 κῶν μείνωσιν. ὁ δὲ ταῦτα ὡμολόγησε πράξειν, ἢν ἐκεῖνοι ὑπέρ τε αὐτῶν τὰ πιστὰ δώσουσι καὶ ὡς οὐδὲν 6.21.29 ἄχαρι ἐς τῶν οἰκητόρων τινὰ δράσουσιν. ὡς δὲ οἱ πολέμιοι Μουνδίλᾳ τε καὶ τοῖς στρατιώταις τὰ πιστὰ ἔδοσαν, θυμῷ τε πολλῷ ἐς Λιγούρους ἐχόμενοι ἅπαντας ἀπολοῦντες ἔνδηλοι ἦσαν, συγκαλέσας Μουνδίλας τοὺς 6.21.30 στρατιώτας ἅπαντας ἔλεξε τοιάδε «Εἴ τινες καὶ ἄλλοι «πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς «ἀποθανεῖν εἵλοντο σωτηρίας τῆς παραυτίκα τὴν εὐ»πρεπῆ τοῦ βίου καταστροφὴν ἀλλαξάμενοι, τοιούτους «δή τινας ἐν τῷ παρόντι βουλοίμην ἂν καὶ ὑμᾶς εἶναι «καὶ μὴ τῷ φιλοψύχῳ τὸν μετὰ τῆς αἰσχύνης βίον «διώκειν, καὶ ταῦτα ἄπο τῆς Βελισαρίου διδασκαλίας, «ἧς ἐκ παλαιοῦ μετασχοῦσιν ὑμῖν μὴ οὐχὶ γενναίοις 6.21.31 «τε καὶ λίαν εὐτόλμοις εἶναι οὐχ ὅσιον. τοῖς μὲν «γὰρ εἰς φῶς ἥκουσι μία τις ἅπασι προέρχεται τύχη, «τοῖς καθήκουσι τεθνήξεσθαι χρόνοις· τρόπῳ δὲ τῆς «τελευτῆς ἄνθρωποι ἀλλήλων ὡς τὰ πολλὰ διαλλάσ6.21.32 «σουσι. διαφέρει δὲ, ὅτι ἄνανδροι μὲν, ὡς τὸ εἰκὸς, «ἅπαντες ὕβριν τε καὶ γέλωτα ὀφείλοντες τοῖς ἐχθροῖς «πρότερον, εἶτα τοῖς ἄνωθεν διωρισμένοις καιροῖς «οὐδὲν ἧσσον ἀναπιμπλᾶσι τὴν πεπρωμένην, γενναίοις «δὲ ἀνδράσι ξύν τε τῇ ἀρετῇ καὶ δόξης ἀγαθῆς 6.21.33 «περιουσίᾳ τοῦτο ξυμβαίνει πάσχειν. ἄνευ δὲ τούτων «εἰ μὲν ἀνθρώπους τούσδε ξυνδιασώζουσιν ἡμῖν δου»λεύειν τοῖς βαρβάροις παρῆν, ἔφερεν ἂν τοῦτο γοῦν «τινα τῆς αἰσχρᾶς ταύτης ἡμῖν σωτηρίας συγγνώμην. 6.21.34 «ἢν δέ γε Ῥωμαίους τοσούτους τὸ πλῆθος ἐπιδεῖν «ἀνάγκη ταῖς τῶν πολεμίων διαφθειρομένους χερσὶν, «ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται. 6.21.35 «οὐ γὰρ ἄλλο οὐδὲν ἢ τοῖς βαρβάροις ξυγκατεργάζε»σθαι τὸ δεινὸν δόξαιμεν. ἕως οὖν ἔτι ἐσμὲν ἡμῶν «αὐτῶν κύριοι ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι, εὔ6.21.36 «δοξον τὴν προσπεσοῦσαν θώμεθα τύχην. φημὶ δὲ «χρῆναι ὡς ἄριστα ἐξοπλισαμένους ἡμᾶς ἅπαντας ἐπὶ 6.21.37 «τοὺς πολεμίους οὐ προσδεχομένους χωρεῖν. δυοῖν γὰρ «ἡμῖν περιέσται θάτερον· ἢ τὴν τύχην ἐφ' ἡμῖν εἰργά»σθαι τι κρεῖσσον ἐλπίδος ἢ τελευτῆς τετυχηκότας εὐ»δαίμονος εὐκλεῶς μάλιστα τῶν παρόντων ἀπηλλάχθαι 6.21.38 «κακῶν.» Μουνδίλας μὲν τοσαῦτα εἶπε, τῶν δὲ στρατιωτῶν ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, ἀλλ' ἐφ' οἷς παρεκάλουν οἱ πολέμιοι σφᾶς τε αὐτοὺς καὶ 6.21.39 τὴν πόλιν ἐνέδοσαν. καὶ αὐτοὺς μὲν οἱ βάρβαροι οὐδὲν ἄχαρι ἐργασάμενοι ἐν φυλακῇ ξὺν Μουνδίλᾳ εἶχον, τὴν δὲ πόλιν ἐς ἔδαφος καθεῖλον, ἄνδρας μὲν κτείναντες ἡβηδὸν ἅπαντας οὐχ ἧσσον ἢ μυριάδας τριάκοντα, γυναῖκας δὲ ἐν ἀνδραπόδων ποιησάμενοι λόγῳ, αἷς δὴ Βουργουζίωνας δεδώρηνται χάριν αὐτοῖς 6.21.40 τῆς ξυμμαχίας ἐκτίνοντες. Ῥεπάρατον δὲ εὑρόντες τὸν τῆς αὐλῆς ἔπαρχον, ἔκοψάν τε κατὰ βραχὺ καὶ αὐτοῦ