112
φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐδὲ τὸν τυχόντα ἀφεῖναι, καὶ τότε μὲν τῷ Γιζερίχῳ σεισμόν τινα γεγονέναι δοκεῖν, ἔξω δὲ γενομένῳ ἀμφί τε τῷ σεισμῷ ἀναπυνθανομένῳ, ἐπεί οἱ τῶν ἄλλων οὐδεὶς ὡμολόγει, θαῦμα μὲν ἐπιπεσεῖν μέγα, οὐ μέντοι ξυμβαλεῖν τὸ γεγονὸς οἵῳ 3.7.11 τε εἶναι. ὁ μὲν οὖν Μαϊορῖνος διαπεπραγμένος ἅπερ ἐβούλετο ἐπὶ Λιγουρίας ἀπεκομίσθη, καὶ τῷ στρατῷ πεζῇ βαδίζοντι ἐξηγούμενος ἐπὶ στήλας τὰς Ἡρακλείους ᾔει, διαβαίνειν μὲν διανοούμενος τὸν ἐκείνῃ πορθμὸν, ὁδῷ δὲ τὸ λοιπὸν ἐπὶ Καρχηδόνα ἐνθένδε ἰέναι. 3.7.12 ὧνπερ ὁ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη, ἔς τε ὀρρωδίαν ἐμ3.7.13 πέπτωκε καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. οἵ τε Ῥωμαῖοι τεκμηριούμενοι τῇ Μαϊορίνου ἀρετῇ εὐέλπιδες 3.7.14 ἤδη ἐγένοντο Λιβύην τῇ ἀρχῇ ἀνασώσασθαι. ἀλλὰ μεταξὺ νόσῳ δυσεντερίας ἁλοὺς ὁ Μαϊορῖνος διαφθείρεται, ἀνὴρ τὰ μὲν εἰς τοὺς ὑπηκόους μέτριος 3.7.15 γεγονὼς, φοβερὸς δὲ τὰ ἐς τοὺς πολεμίους. καὶ Νέπως δὲ τὴν βασιλείαν παραλαβὼν ὀλίγας τε ἡμέρας ἐπιβιοὺς ἐτελεύτησε νόσῳ, καὶ Γλυκέριος μετ' αὐτὸν ἐς ταύτην δὴ προελθὼν τὴν ἀρχὴν τύχην τὴν ὁμοίαν ἀνέπλησε. μεθ' ὃν δὴ Αὔγουστος τὴν αὐτοκράτορα 3.7.16 ἀρχὴν ἔλαβε. βασιλεῖς μέντοι καὶ ἄλλοι πρότερον ἐν τῇ ἑσπερίᾳ γεγόνασιν, ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμε3.7.17 νος ὡς ἥκιστα ἐπιμνήσομαι. χρόνον τε γὰρ αὐτοῖς τῇ ἀρχῇ ὀλίγον τινὰ ἐπιβιῶναι καὶ ἀπ' αὐτοῦ λόγου ἄξιον οὐδὲν πεπραχέναι ξυνέπεσε. ταῦτα μὲν ἐν τῇ ἑσπερίᾳ ἐγένετο. 3.7.18 Ἐν δὲ Βυζαντίῳ ὁ Βασιλίσκος (οὐ γὰρ ἔτι οἷός τε ἦν τὸν ἔρωτα τῆς βασιλείας βιάζεσθαι) τυραννίδι ἐπιθέμενος ἐκράτησεν οὐδενὶ πόνῳ, Ζήνωνος ὁμοῦ τῇ γυναικὶ ἐς τὴν Ἰσαυρίαν, ἀφ' ἧς δὴ ὡρμᾶτο, διαφυ3.7.19 γόντος. ἔχοντι δὲ αὐτῷ τὴν τυραννίδα ἐνιαυτόν τε καὶ μῆνας ὀκτὼ οἵ τε ἄλλοι ὡς εἰπεῖν ξύμπαντες καὶ οἱ τῆς αὐλῆς στρατιῶται διὰ φιλοχρηματίας μέγεθος 3.7.20 ἤχθοντο. ὧν δὴ Ζήνων αἰσθόμενος στρατιάν τε ἀγείρας ἐπ' αὐτὸν ᾔει. Βασιλίσκος δὲ στρατόν τε καὶ στρατηγὸν Ἁρμάτον ὡς ἀντιταξόμενος Ζήνωνι ἔπεμψεν. 3.7.21 ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ' ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱὸν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον 3.7.22 τῆς βασιλείας ἀπολιπεῖν. Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει, οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, ὁ τῆς πόλεως ἱερεὺς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάν τε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέ τε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ 3.7.23 οὕτως. Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόν τε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον 3.7.24 ἔκτεινε. Βασιλίσκον δὲ ὁμοῦ τοῖς τε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίων τε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέ3.7.25 λευσεν εἶναι. ἔνθα δὴ ψύχει τε καὶ λιμῷ πιεζόμενοι ἔς τε ἀλλήλους καταφεύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτη τε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο. 3.7.26 Γιζέριχος δὲ τότε ἀπάτῃ τε περιελθὼν καὶ κατὰ κράτος ἐξελάσας, ὡς πρόσθεν εἴρηται, τοὺς πολεμίους, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἦγέ τε τὰ Ῥωμαίων καὶ ἔφερε ξύμπαντα, ἕως αὐτῷ βασιλεὺς Ζήνων ἐς ὁμολογίαν ἀφίκετο σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν, μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι. ταύτας τε τὰς σπονδὰς Ζήνων τε αὐτὸς διεσώσατο καὶ ὃς μετ' ἐκεῖνον τὴν βασιλείαν παρέλα3.7.27 βεν Ἀναστάσιος. διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. τούτου δὲ Ἰουστίνου ἀδελφιδοῦς ὢν Ἰουστι3.7.28 νιανὸς διεδέξατο τὴν βασιλείαν. ἐπὶ τούτου Ἰουστινιανοῦ βασιλεύοντος ὁ πόλεμος κατέστη ὅδε, τρόπῳ 3.7.29 ᾧ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις. χρόνον δὲ ὀλίγον Γιζέριχος ἐπιβιοὺς ἐτελεύτα πόρρω που