186
5.3.28 «σῆς βασιλείας οὖσα ἐτύγχανε.» ταῦτα μὲν ἐκ τοῦ ἐμφανοῦς Ἀμαλασοῦνθα βασιλεῖ ἔγραψε· λάθρα δὲ αὐτῷ 5.3.29 ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν. οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ βασιλεῖ ἤγγειλαν· Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ δοκοῦντα εἴη, ∆ημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μεγάλῃ ἐν Τούσκοις ὁ Θευδάτος χρώμενος, χώρας τε ἐνταῦθα τῆς πολλῆς κύριος γεγονὼς, πόνῳ ἂν οὐδενὶ τὰ ὡμο5.3.30 λογημένα ἐπιτελεῖν οἷός τε εἴη. οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον, Ἰλλυριὸν γένος, ἐκ Θεσσαλονίκης ὁρμώμενον, ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόν τε καὶ πρᾷον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα. 5.4.1 Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Θευδάτον Τοῦσκοι πολλοὶ Ἀμαλασούνθῃ διέβαλον βιάσασθαι ἅπαντας τοὺς ταύτῃ ἀνθρώπους καὶ τοὺς ἀγροὺς ἀφελέσθαι οὐδενὶ λόγῳ, τούς τε ἄλλους ἅπαντας καὶ οὐχ ἥκιστά γε τὴν βασίλειον οἰκίαν αὐτὴν, ἣν δὴ πα5.4.2 τριμώνιον Ῥωμαῖοι καλεῖν νενομίκασι. διὸ δὴ ἐς τὰς εὐθύνας καλέσασα Θευδάτον ἡ γυνὴ διαρρήδην τε πρὸς τῶν διαβαλόντων ἐληλεγμένον ἀποτιννύναι πάντα ἠνάγκασεν, ἅπερ οὐ δέον ἀφείλετο, οὕτω τε αὐτὸν 5.4.3 ἀπεπέμψατο. καὶ ἀπ' αὐτοῦ ἐς ἄγαν τῷ ἀνθρώπῳ προσκεκρουκυῖα διάφορος τὸ λοιπὸν ἐγεγόνει ἀνιωμένῳ ὑπὸ φιλοχρηματίας ὡς μάλιστα, ὅτι διαμαρτάνειν τε καὶ βιάζεσθαι ἀδύνατος ἦν. 5.4.4 Ὑπὸ τὸν χρόνον τοῦτον Ἀταλάριχος μὲν τῇ νόσῳ καταμαρανθεὶς ἐτελεύτησεν, ὀκτὼ τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη. Ἀμαλασοῦνθα δὲ (χρῆν γάρ οἱ γενέσθαι κακῶς) ἐν οὐδενὶ λόγῳ φύσιν τὴν Θευδάτου ποιησαμένη καὶ ὅσα αὐτὸν ἔναγχος δράσειεν, οὐδὲν πείσεσθαι ἄχαρι πρὸς αὐτοῦ ὑπετόπησεν, ἤν τι τὸν ἄνθρωπον ἀγαθὸν 5.4.5 ἐργάσηται μεῖζον. μεταπεμψαμένη τοίνυν αὐτὸν, ἐπειδὴ ἧκε, τιθασσεύουσα ἔφασκε χρόνου ἐξεπίστασθαι ὥς οἱ ὁ παῖς ἐπίδοξος εἴη, ὅτι δὴ ὀλίγῳ ὕστερον τελευτήσειε. τῶν τε γὰρ ἰατρῶν πάντων ταὐτὰ γινωσκόντων ἀκηκοέναι καὶ αὐτὴ τοῦ Ἀταλαρίχου σώματος ἀεὶ μαραι5.4.6 νομένου ᾐσθῆσθαι. ἐπεί τε ἀμφὶ αὐτῷ Θευδάτῳ ἑώρα Γότθους τε καὶ Ἰταλιώτας δόξαν οὐκ ἀγαθήν τινα ἔχοντας, ἐς ὃν περιεστήκει τὸ Θευδερίχου γένος, τούτου δὴ αὐτὸν διακαθᾶραι τοῦ αἰσχροῦ ὀνόματος ἐν σπουδῇ οἱ γενέσθαι, ὅπως μή τι αὐτῷ καλουμένῳ ἐς 5.4.7 τὴν βασιλείαν ἐμπόδιον εἴη. ἅμα δὲ καὶ τὸ δίκαιον αὐτὴν ξυνταράξαι, εἴ γε περισταίη τοῖς ἠδικῆσθαι πρὸς αὐτοῦ ἤδη αἰτιωμένοις οὐκ ἔχειν μὲν ὅτῳ τὰ ξυμπεσόντα σφίσιν ἀγγείλωσι, δεσπότην δὲ τὸν δυσμενῆ 5.4.8 ἔχειν. διὰ ταῦτα μὲν αὐτὸν, οὕτω καθαρὸν γεγενημένον, ἐς τὴν βασιλείαν παρακαλεῖν. δεῖν δὲ αὐτὸν ὅρκοις δεινοτάτοις καταληφθῆναι ὡς ἐς Θευδάτον μὲν τὸ τῆς ἀρχῆς ὄνομα ἄγοιτο, αὐτὴ δὲ τῷ ἔργῳ τὸ κρά5.4.9 τος οὐκ ἔλασσον ἢ πρότερον ἔχοι. ταῦτα ἐπεὶ Θευδάτος ἤκουσεν, ἅπαντα ὅσα ἦν βουλομένῃ Ἀμαλασούνθῃ ὀμωμοκὼς, ἐπὶ λόγῳ τῷ πονηρῷ ὡμολόγησεν, ἐν μνήμῃ ἔχων ὅσα δὴ ἐκείνη πρότερον ἐς αὐτὸν εἰργασμένη 5.4.10 ἐτύγχανεν. οὕτω μὲν Ἀμαλασοῦνθα πρός τε γνώμης τῆς οἰκείας καὶ τῶν Θευδάτῳ ὀμωμοσμένων ἀπατη5.4.11 θεῖσα, ἐπὶ τῆς ἀρχῆς αὐτὸν κατεστήσατο. πρέσβεις τε πέμψασα ἐς Βυζάντιον ἄνδρας Γότθους Ἰουστινιανῷ βασιλεῖ ταῦτα ἐδήλου. 5.4.12 Θευδάτος δὲ τὴν ἡγεμονίαν παραλαβὼν, πάντα οἱ τἀναντία ὧν ἐκείνη τε ἤλπισε καὶ αὐτὸς ὑπέσχετο 5.4.13 ἔπρασσε. καὶ Γότθων τῶν πρὸς αὐτῆς ἀνῃρημένων τοὺς ξυγγενεῖς ἐπαγαγόμενος, πολλούς τε καὶ λίαν λογίμους ἐν Γότθοις ὄντας, τῶν τε Ἀμαλασούνθῃ προσηκόντων ἐκ τοῦ αἰφνιδίου τινὰς ἔκτεινε καὶ αὐτὴν ἐν φυλακῇ ἔσχεν, οὔπω τῶν πρέσβεων ἐς Βυζάντιον 5.4.14 ἀφικομένων. ἔστι δέ τις λίμνη ἐν Τούσκοις, Βουλσίνη καλουμένη, ἧς δὴ ἐντὸς νῆσος ἀνέχει, βραχεῖα μὲν 5.4.15 κομιδῆ οὖσα, φρούριον δὲ ἐχυρὸν ἔχουσα. ἐνταῦθα Θευδάτος τὴν Ἀμαλασοῦνθαν καθείρξας ἐτήρει. δείσας δὲ, ὅπερ ἐγένετο, μὴ βασιλεῖ ἀπ' αὐτοῦ προσκεκρουκὼς εἴη, ἄνδρας ἐκ τῆς Ῥωμαίων βουλῆς Λιβέριόν τε καὶ Ὀπιλίωνα στείλας σὺν ἑτέροις τισὶ, παραιτεῖσθαι πάσῃ δυνάμει