193
παρὸν ἀμαχητὶ ἐλευ»θέροις εἶναι, οἱ δὲ ὅπως τὴν δουλείαν βέβαιον ἕξουσιν «ἐς ἀγῶνα καθιστῶνται, οὗτοι δὴ καὶ νενικηκότες, ἂν «οὕτω τύχοι, ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν, καὶ «κατὰ τὴν μάχην ἐλασσόνως ἢ ἐβούλοντο ἀπαλλάξαντες «ξὺν τῇ ἄλλῃ κακοδαιμονίᾳ καὶ τὴν ἀπὸ τῆς ἥσσης «ξυμφορὰν ἕξουσι. πρὸς μὲν οὖν Νεαπολίτας ἡμῖν 5.8.16 «τοσαῦτα εἰρήσθω. Γότθοις δὲ τοῖσδε τοῖς παροῦσιν «αἵρεσιν δίδομεν, ἢ ξὺν ἡμῖν τοῦ λοιποῦ ὑπὸ βασιλεῖ «τῷ μεγάλῳ τετάχθαι, ἢ κακῶν ἀπαθέσιν τὸ παράπαν 5.8.17 «οἴκαδε ἰέναι. ὡς, ἢν τούτων ἁπάντων αὐτοί τε καὶ «ὑμεῖς ἀμελήσαντες ὅπλα ἡμῖν ἀνταίρειν τολμήσητε, «ἀνάγκη καὶ ἡμᾶς, ἢν θεὸς θέλῃ, τῷ προστυχόντι ὡς 5.8.18 «πολεμίῳ χρῆσθαι. εἰ μέντοι βουλομένοις ᾖ Νεαπο»λίταις τά τε βασιλέως ἑλέσθαι καὶ δουλείας οὕτω «χαλεπῆς ἀπηλλάχθαι, ἐκεῖνα ὑμῖν ἀναδέχομαι τὰ πιστὰ «διδοὺς ἔσεσθαι πρὸς ἡμῶν, ἃ Σικελιῶται πρώην «ἐλπίσαντες ψευδορκίους ἡμᾶς οὐκ ἔσχον εἰπεῖν.» 5.8.19 Ταῦτα μὲν Στέφανον Βελισάριος ἐς τὸν δῆμον ἀπαγγέλλειν ἐκέλευεν. ἰδίᾳ δέ οἱ μεγάλα ὑπέσχετο ἀγαθὰ ἔσεσθαι, Νεαπολίτας ἐς εὔνοιαν τὴν βασιλέως 5.8.20 ὁρμήσοντι. Στέφανος δὲ ἐς τὴν πόλιν ἥκων τούς τε Βελισαρίου λόγους ἀπήγγελλε καὶ γνώμην αὐτὸς ἀπε5.8.21 φαίνετο βασιλεῖ μάχεσθαι ἀξύμφορον εἶναι. καί οἱ ξυνέπρασσεν Ἀντίοχος, Σύρος μὲν ἀνὴρ, ἐκ παλαιοῦ δὲ ᾠκημένος ἐν Νεαπόλει ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ καὶ δόξαν πολλὴν ἐπί τε ξυνέσει καὶ δικαιοσύνῃ 5.8.22 ἐνταῦθα ἔχων. Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος ῥήτορε μὲν ἤστην καὶ λίαν ἔν γε Νεαπολίταις λογίμω, Γότθοις δὲ φίλω ἐς τὰ μάλιστα, καὶ τὰ παρόντα ὡς ἥκιστα 5.8.23 βουλομένω μεταβάλλεσθαι. τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα 5.8.24 μάλα πρὸς αὐτοῦ τεύξονται. ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπε5.8.25 τόπησε Στεφάνῳ ἔδοσαν. ὃς ἐπεὶ ἐς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντα τε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. ὁ δὲ αὐτὸν, ἅπαντα σφίσιν ἐπιτελῆ 5.8.26 ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο. ταῦτα Νεαπολῖται ἀκούσαντες τούς τε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχε5.8.27 σθαι. ἀπαντήσειν γὰρ σφίσιν αὐτοῖς ἰσχυρίζετο οὐδὲν ἄχαρι, εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι, οἷς δὴ τετύχηκεν ἔναγχος βαρβάρων τυράννων τὴν Ἰουστινιανοῦ βασιλείαν ἀλλαξαμένοις, ἐλευθέροις τε εἶναι καὶ 5.8.28 ἀπαθέσι δυσκόλων ἁπάντων. καὶ πολλῷ θορύβῳ ἐχόμενοι ἐπὶ τὰς πύλας ὡς δὴ αὐτὰς ἀνακλινοῦντες ᾔεσαν. Γότθοις δὲ οὐκ ἦν ἐν ἡδονῇ τὰ πρασσόμενα, κωλύειν 5.8.29 μέντοι οὐχ οἷοί τε ὄντες ἐκποδὼν ἵσταντο. Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος τόν τε δῆμον καὶ Γότθους ἅπαντας ἐς ἕνα συγκαλέσαντες χῶρον ἔλεξαν τοιάδε «Πόλεως μὲν πλῆθος ἑαυτούς τε καὶ τὴν ἑαυτῶν σω»τηρίαν προΐεσθαι οὐδὲν ἀπεικὸς, ἄλλως τε ἢν καὶ «μηδενὶ τῶν δοκίμων κοινώσαντες εἶτα αὐτόνομον τὴν 5.8.30 «περὶ τῶν ὅλων ποιήσωνται γνῶσιν. ἡμᾶς δὲ ἀνάγκη «ξὺν ὑμῖν ὅσον οὔπω ἀπολουμένους ὕστατον ἔρανον 5.8.31 «τῇ πατρίδι τήνδε παρέχεσθαι τὴν παραίνεσιν. ὁρῶμεν «τοίνυν ὑμᾶς, ἄνδρες πολῖται, καταπροδιδόναι Βελι»σαρίῳ ὑμᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐπειγομένους, «πολλά τε ὑμᾶς ἀγαθὰ ἐπαγγελλομένῳ ἐργάζεσθαι καὶ 5.8.32 «ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι. εἰ μὲν «οὖν καὶ τοῦτο ὑμῖν ἀναδέχεσθαι οἷός τέ ἐστιν ὡς «ἐς αὐτὸν ἥξει τὸ τοῦ πολέμου κράτος, οὐδεὶς ἂν 5.8.33 «ἀντείποι μὴ οὐχὶ ταῦτα ὑμῖν ξύμφορα εἶναι. τῷ γὰρ «κυρίῳ γενησομένῳ μὴ οὐχὶ πάντα χαρίζεσθαι πολλὴ «ἄνοια. εἰ δὲ τοῦτο μὲν ἐν ἀδήλῳ κεῖται, ἀνθρώπων «δὲ οὐδεὶς ἀξιόχρεώς ἐστι τὴν τῆς τύχης ἀναδέχεσθαι «γνώμην, σκέψασθε ὑπὲρ οἵων ὑμῖν συμφορῶν ἡ 5.8.34 «σπουδὴ γίγνεται. ἢν γὰρ τῷ πολέμῳ Γότθοι τῶν «δυσμενῶν περιέσονται, ὡς πολεμίους ὑμᾶς καὶ τὰ 5.8.35 «δεινότατα σφᾶς αὐτοὺς εἰργασμένους