165
οὔτε τοῦ στρατηγοῦ ἐγκελευο4.17.30 μένου ἔτι κατήκουον, παρόντων χρημάτων. διὸ δὴ ὁ Γερμανὸς, δείσας μὴ ξυμφρονήσαντες οἱ πολέμιοι ἐπ' αὐτοὺς ἴωσιν, αὐτὸς ξὺν ὀλίγοις τισὶν ἐς τοῦ χαρακώματος τὴν εἴσοδον ἔστη, πολλά τε ὀλοφυρόμενος καὶ τοὺς οὐδὲν ἐπαΐοντας ἐς εὐκοσμίαν παρακαλῶν. 4.17.31 τῶν δὲ Μαυρουσίων πολλοὶ τῆς τροπῆς οὕτω γεγενημένης τούς τε στασιώτας ἐδίωκον ἤδη καὶ ξὺν τῷ βασιλέως στρατῷ σφᾶς αὐτοὺς τάξαντες ἐληίζοντο τὸ τῶν 4.17.32 ἡσσημένων στρατόπεδον. Στότζας δὲ, κατ' ἀρχὰς μὲν ἐπὶ τῷ Μαυρουσίων στρατῷ τὸ θαρσεῖν ἔχων, ὡς ἀνα4.17.33 μαχούμενος παρ' αὐτοὺς ἤλαυνεν. αἰσθόμενος δὲ τῶν ποιουμένων, ξὺν ἑκατὸν ἀνδράσι διαφυγεῖν μόλις 4.17.34 ἴσχυσεν. αὖθις δὲ ἀμφ' αὐτὸν πολλοὶ ξυλλεγέντες ἐνεχείρησαν μὲν τοῖς πολεμίοις ἐς χεῖρας ἐλθεῖν, ἀποκρουσθέντες δὲ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, 4.17.35 Γερμανῷ ἅπαντες προσεχώρησαν. μόνος δὲ ὁ Στότζας ξὺν Βανδίλοις ὀλίγοις τισὶν ἐς Μαυριτανοὺς ἀνεχώρησε, καὶ παῖδα τῶν τινος ἀρχόντων γυναῖκα λαβὼν αὐτοῦ ἔμεινε. καὶ ἡ μὲν στάσις αὕτη ἐς τοῦτο ἐτελεύτα. 4.18.1 Ἦν δέ τις ἐν τοῖς Θεοδώρου τοῦ Καππαδόκου 4.18.2 δορυφόροις, Μαξιμῖνος ὄνομα, πονηρὸς μάλιστα. οὗτος ὁ Μαξιμῖνος, τῶν στρατιωτῶν πλείστους διομοσαμένους ἐπὶ τὴν πολιτείαν ξὺν αὑτῷ ἔχων, τυραννίδι 4.18.3 ἐπιθέσθαι διενοεῖτο. ἔτι τε πλείους ἑταιρίζεσθαι ἐν σπουδῇ ἔχων ἄλλοις τε τὸ βούλευμα φράζει καὶ Ἀσκληπιάδῃ, ὡρμημένῳ μὲν ἐκ Παλαιστίνης, εὖ δὲ γεγο4.18.4 νότι καὶ πρώτῳ τῶν Θεοδώρου ἐπιτηδείων. ὁ γοῦν Ἀσκληπιάδης Θεοδώρῳ κοινολογησάμενος τὸν πάντα 4.18.5 λόγον εὐθὺς Γερμανῷ εἰσαγγέλλει. καὶ ὃς, οὐκ ἐθέλων ἔτι οἱ τῶν πραγμάτων ᾐωρημένων ἑτέρας τινὸς ταραχῆς ἄρξαι, θωπείᾳ μᾶλλόν τινι τὸν ἄνθρωπον ἢ τιμωρίᾳ περιελθεῖν ἔγνω καὶ ὅρκοις αὐτὸν καταλαβεῖν 4.18.6 τῆς ἐς τὴν πολιτείαν εὐνοίας. ὂν τοίνυν εἰθισμένον ἅπασι Ῥωμαίοις ἐκ παλαιοῦ μηδένα δορυφόρον τῶν τινος ἀρχόντων καθίστασθαι, ἢν μὴ δεινοτάτους πρότερον ὅρκους παρεχόμενος τὰ πιστὰ δοίη τῆς ἐς αὐτόν τε καὶ τὸν βασιλέα Ῥωμαίων εὐνοίας, μεταπεμψάμενος τὸν Μαξιμῖνον τῆς τε εὐτολμίας αὐτὸν ἐπῄνει καὶ 4.18.7 δορυφορεῖν τὸ λοιπόν οἱ ἐπέτελλεν. ὁ δὲ περιχαρὴς γεγονὼς τῷ ὑπερβάλλοντι τῆς τιμῆς, ταύτῃ τε ῥᾷον αὐτῷ τὴν ἐπίθεσιν προχωρήσειν ὑποτοπάζων, τόν τε ὅρκον ὑπέστη καὶ τὸ λοιπὸν ἐν τοῖς Γερμανοῦ δορυφόροις ταττόμενος τά τε ὀμωμοσμένα εὐθὺς ἀλογεῖν ἠξίου καὶ τὰ ἐς τὴν τυραννίδα πολλῷ ἔτι μᾶλλον κρα4.18.8 τύνασθαι. ἡ μὲν οὖν πόλις ἑορτήν τινα πανδημεὶ ἦγε, πολλοὶ δὲ τῶν Μαξιμίνου στασιωτῶν ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν ἐς Παλάτιον κατὰ τὰ σφίσι ξυγκείμενα ἧκον, οὗ δὴ ὁ μὲν Γερμανὸς τοὺς ἐπιτηδείους εἱστία, παρεστήκει δὲ τῇ θοίνῃ ξὺν τοῖς ἄλλοις δορυφόροις ὁ 4.18.9 Μαξιμῖνος. προϊόντος δὲ τοῦ πότου, εἰσελθών τις Γερμανῷ ἀπαγγέλλει στρατιώτας πολλοὺς κόσμῳ οὐδενὶ πρὸ τῆς αὐλείου θύρας ἑστῶτας αἰτιᾶσθαι συντάξεις χρόνου πολλοῦ τὸ δημόσιον σφίσιν ὀφείλειν. 4.18.10 καὶ ὃς τῶν δορυφόρων τοὺς πιστοτάτους ἐκέλευσε λάθρα τὸν Μαξιμῖνον ἐν φυλακῇ ἔχειν, αἴσθησιν αὐτῷ 4.18.11 τινα τοῦ ποιουμένου ὡς ἥκιστα παρεχομένους. οἱ μὲν οὖν στασιῶται ξύν τε ἀπειλῇ καὶ ταραχῇ ἐπὶ τὸν ἱππόδρομον δρόμῳ ἐχώρουν οἵ τε τῆς βουλῆς αὐτοῖς μετασχόντες κατὰ βραχὺ ἀγειρόμενοι ἐκ τῶν οἰκημάτων 4.18.12 ἐνταῦθα ξυνέρρεον. καὶ εἰ μὲν ξυλλεγῆναι ἅπαντας ἐς ταὐτὸ ἔτυχεν, οὐκ ἄν τις, οἶμαι, καταλύειν αὐτῶν 4.18.13 τὴν δύναμιν εὐπετῶς ἔσχε· νῦν δὲ Γερμανὸς προτερήσας ἔτι ἀπολελειμμένου τοῦ πλείστου ὁμίλου ἅπαντας αὐτίκα τοὺς αὐτῷ τε καὶ βασιλεῖ εὐνοϊκῶς ἔχοντας 4.18.14 ἐπ' αὐτοὺς ἔπεμψεν. οἳ δὴ οὐ προσδεχομένοις τοῖς στασιώταις εἰς χεῖρας ἦλθον. οἱ δὲ οὔτε Μαξιμῖνον σὺν αὑτοῖς ἔχοντες, ὅνπερ σφίσιν ἐξηγήσεσθαι τοῦ κινδύνου ἐκαραδόκουν, οὔτε τὸ πλῆθος ὁρῶντες αὑτοῖς, ᾗπερ ᾤοντο, ξυλλεγὲν, ἀλλὰ καὶ μαχομένους παρὰ δόξαν σφίσι τοὺς ξυστρατιώτας θεώμενοι καὶ ἀπ' αὐτοῦ ἐς ὀλιγωρίαν ἐλθόντες ἡσσήθησάν τε ῥᾳδίως τῇ μάχῃ 4.18.15 καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. καὶ αὐτῶν οἱ ἐναντίοι πολλοὺς μὲν