135
οἱ ἀμφὶ τὸν Γοτθαῖον ἅπαντα σφίσιν 3.24.14 ὡς ἄριστα ἔχειν, ἠρώτα ὅτου ποτὲ ἕνεκα ἥκοιεν. τῶν δὲ τὴν ὁμαιχμίαν προτεινομένων ἐκέλευεν αὐτοὺς ὁ Θεῦδις εἰς τὴν παραλίαν ἰέναι· «ἐνθένδε γὰρ», ἔφη, «τὰ 3.24.15 «οἴκοι πράγματα ἀσφαλῶς εἴσεσθε.» οἱ δὲ πρέσβεις οὐχ ὑγιᾶ τὸν λόγον εἶναι ἅτε οἰνωμένου τοῦ ἀνθρώπου, 3.24.16 ὑποτοπήσαντες, ἐν σιωπῇ ἔσχον. ἐπεὶ δὲ αὐτῷ τῇ ὑστεραίᾳ ξυγγενόμενοι τὴν συμμαχίαν ἐν λόγῳ ἐποιοῦντο, καὶ ῥήματι αὖθις τῷ αὐτῷ ὁ Θεῦδις ἐχρῆτο, οὕτω δὴ ξυνέντες νεώτερα σφίσιν ἐν Λιβύῃ ξυμπεσεῖν πράγματα, οὐδὲν μέντοι ἀμφὶ Καρχηδόνι ἐν νῷ ἔχον3.24.17 τες, ἐς αὐτὴν ἔπλεον. ἀγχοῦ τε αὐτῆς καταπλεύσαντες καὶ Ῥωμαίοις στρατιώταις περιτυχόντες ἐνεχείρισαν 3.24.18 σφᾶς αὐτοὺς ὅ τι βούλοιντο χρῆσθαι. ὅθεν ἐς τὸν στρατηγὸν ἀπαχθέντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἔπαθον οὐδὲν πρὸς ἐκείνου κακόν. ταῦτα μὲν 3.24.19 οὖν οὕτω γενέσθαι τετύχηκε. Κύριλλος δὲ, Σαρδοῦς τε ἀγχοῦ γενόμενος καὶ τὰ τῷ Γώδᾳ ξυμπεσόντα ἀκούσας, ἐς Καρχηδόνα ἔπλει, ἔνθα τό τε Ῥωμαίων στράτευμα καὶ Βελισάριον εὑρὼν νενικηκότας ἡσύχαζε· καὶ Σολόμων παρὰ βασιλέα, ὅπως ἀγγείλῃ τὰ πεπραγμένα, ἐστέλλετο. 3.25.1 Γελίμερ δὲ ἐπεὶ ἐν πεδίῳ Βούλλης ἐγεγόνει, ὅπερ εὐζώνῳ ἀνδρὶ τεσσάρων ἡμερῶν ὁδῷ Καρχηδόνος διέχει, οὐ πολλῷ ἄποθεν τῶν Νουμιδίας ὁρίων, ἐνταῦθα Βανδίλους τε ξύμπαντας ἤγειρε καὶ εἴ τί οἱ 3.25.2 φίλιον ἐν Μαυρουσίοις ἐτύγχανεν ὄν. ὀλίγοι μέντοι Μαυρούσιοι αὐτῷ ἀφίκοντο ἐς ξυμμαχίαν, καὶ οὗτοι 3.25.3 παντάπασιν ἄναρχοι. ὅσοι γὰρ ἔν τε Μαυριτανίᾳ καὶ Νουμιδίᾳ καὶ Βυζακίῳ Μαυρουσίων ἦρχον, πρέσβεις ὡς Βελισάριον πέμψαντες δοῦλοί τε βασιλέως ἔφασκον 3.25.4 εἶναι καὶ ξυμμαχήσειν ὑπέσχοντο. εἰσὶ δὲ οἳ καὶ τοὺς παῖδας ἐν ὁμήρων παρείχοντο λόγῳ, τά τε ξύμβολα σφίσι παρ' αὐτοῦ στέλλεσθαι τῆς ἀρχῆς κατὰ δὴ τὸν 3.25.5 παλαιὸν νόμον ἐδέοντο. νόμος γὰρ ἦν Μαυρουσίων ἄρχειν μηδένα, κἂν Ῥωμαίοις πολέμιος ᾖ, πρὶν ἂν αὐτῷ τὰ γνωρίσματα τῆς ἀρχῆς ὁ Ῥωμαίων βασιλεὺς 3.25.6 δοίη. ἅπερ ἤδη πρὸς Βανδίλων λαβόντες οὐκ ᾤοντο 3.25.7 ἐν βεβαίῳ τὴν ἀρχὴν ἔχειν. ἔστι δὲ τὰ ξύμβολα ταῦτα ῥάβδος τε ἀργυρᾶ κατακεχρυσωμένη καὶ πῖλος ἀργυροῦς οὐχ ὅλην τὴν κεφαλὴν σκέπων, ἀλλ' ὥσπερ στεφάνη τελαμῶσιν ἀργυροῖς πανταχόθεν ἀνεχόμενος, καὶ τριβώνιόν τι λευκὸν, ἐς χρυσῆν περόνην κατὰ τὸν δεξιὸν ὦμον ἐν χλαμύδος σχήματι Θετταλῆς ξυνιὸν, χιτών τε λευκὸς, ποικίλματα ἔχων, καὶ ἀρβύλη ἐπί3.25.8 χρυσος. Βελισάριος δὲ ταῦτά τε αὐτοῖς ἔπεμψε καὶ 3.25.9 χρήμασι πολλοῖς αὐτῶν ἕκαστον ἐδωρήσατο. οὐ μέντοι αὐτῷ ἐς ξυμμαχίαν ἀφίκοντο, οὐ μὴν οὐδὲ Βανδίλοις ἐπαμύνειν ἐτόλμησαν, ἀλλ' ἐκποδὼν ἀμφοτέροις στάντες ἐκαραδόκουν ὅπη ποτὲ ἡ τοῦ πολέμου τύχη ἐκβήσεται. ὧδε μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε. 3.25.10 Γελίμερ δὲ τῶν τινα Βανδίλων ἐς Σαρδὼ ἔπεμψεν, ἐπιστολὴν πρὸς Τζάζωνα τὸν ἀδελφὸν ἔχοντα. ὃς ἐς τὴν παραλίαν κατὰ τάχος ἐλθὼν ὁλκάδος τε ἀναγομένης ἐπιτυχὼν, ἐς Καρανάλεως τὸν λιμένα κατέπλευσε 3.25.11 καὶ Τζάζωνι τὴν ἐπιστολὴν ἐνεχείρισεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Οὐκ ἦν, οἶμαι, Γώδας ὁ τὴν νῆσον ἡμῶν «ἀποστήσας, ἀλλά τις ἄτη ἐξ οὐρανοῦ ἐς Βανδίλους 3.25.12 «ἐπιπεσοῦσα. σέ τε γὰρ ἐξ ἡμῶν καὶ Βανδίλων «τοὺς δοκίμους ἀφελομένη ἅπαντα συλλήβδην ἐκ τοῦ 3.25.13 «Γιζερίχου οἴκου τὰ ἀγαθὰ ἥρπασεν. οὐ γὰρ ἐπὶ τῷ «ἀνασώσασθαι τὴν νῆσον ἡμῖν ἐνθένδε ἀπῆρας, ἀλλ' «ὅπως Λιβύης Ἰουστινιανὸς κύριος ἔσται. τὰ γὰρ τῇ «τύχῃ δόξαντα πρότερον πάρεστι τανῦν ἐκ τῶν ἀπο3.25.14 «βάντων εἰδέναι. Βελισάριος μὲν οὖν στρατῷ ὀλίγῳ «ἐφ' ἡμᾶς ἥκει· ἡ δὲ ἀρετὴ ἐκ Βανδίλων ἀπιοῦσα «εὐθὺς ᾤχετο, μεθ' ἑαυτῆς λαβοῦσα τὴν ἀγαθὴν τύχην. 3.25.15 «Ἀμμάτας μὲν γὰρ καὶ Γιβαμοῦνδος πεπτώκασι, μαλ»θακιζομένων Βανδίλων, ἵπποι δὲ καὶ νεώρια καὶ ξύμ»πασα Λιβύη καὶ οὐχ ἥκιστα αὐτὴ Καρχηδὼν ἔχονται 3.25.16 «ἤδη πρὸς τῶν πολεμίων. οἱ δὲ κάθηνται, τὸ μὴ ἐν «τοῖς πόνοις ἀνδραγαθίζεσθαι παίδων τε καὶ γυναικῶν «ἀνταλλαξάμενοι καὶ πάντων χρημάτων, ἡμῖν τε ἀπο»λέλειπται μόνον τὸ Βούλλης πεδίον, οὗπερ ἡμᾶς ἡ