360
ταύτης τὰ ἔσχατα, κόπρῳ καὶ λίθοις καλύψας ἄχρι ἐς τὰ τῆς κατώρυχος μέσα· ἐνταῦθά τε κρύψας τὸν δεύτερον, ὕπερθεν τὸν τρίτον ἐδείματο, ὑπὲρ γῆς τε ὄντα καὶ ὁρατὸν πᾶσιν· ὥστε 8.12.23 τριώροφον κεκρυμμένως τὸν ὀχετὸν εἶναι. ὧνπερ οὐ ξυνέντες κατ' ἀρχὰς τῆς πολιορκίας Ῥωμαῖοι τοῦτον δὴ τὸν διαφανῆ ὀχετὸν διελόντες, ἐπίπροσθέν τε οὐκ ἐπεξαγαγόντες τὸν ἐπὶ διώρυχι πόνον, ἀλλὰ τοῦ ἔργου πρὸ τῆς ἐνθένδε ἀπωλείας ἀποπαυσάμενοι, ᾤοντο ἐνδεῖν τοῖς πολιορκουμένοις τὸ ὕδωρ, σφαλλούσης αὐτοῖς τὴν 8.12.24 διάνοιαν τῆς παρὰ τὸ πονεῖσθαι ὀλιγωρίας. τῆς δὲ προσεδρείας μηκυνομένης, τῶν τινας πολεμίων λαβόντες Ῥωμαῖοι ἔμαθον ἐκ τοῦ ὀχετοῦ τοὺς πολιορκου8.12.25 μένους ὑδρεύεσθαι. κατορύξαντες τοίνυν τὸν χῶρον εὑρίσκουσι τὸν δεύτερον ὀχετὸν ἐνταῦθά πη ὄντα, καὶ τοῦτον διελόντες αὐτίκα ᾤοντο ταύτῃ πᾶσαν κατειργάσθαι τῶν πολεμίων τὴν δύναμιν, οὐδὲ τοῖς δευτέροις ἐν τῇ ἀπ' αὐτῶν διδασκαλίᾳ παιδευθέντες τὰ πρό8.12.26 τερα. ἐπεὶ δὲ καὶ τὴν πόλιν ἑλόντες ἐπιρρέον, ὥσπερ μοι ἐρρήθη, ἐκ τοῦ ὀχετοῦ τὸ ὕδωρ εἶδον, ἐθαύμαζόν 8.12.27 τε καὶ ἀπορίᾳ πολλῇ εἴχοντο. τὸ δὲ γεγονὸς παρὰ τῶν αἰχμαλώτων ἀκούσαντες, τῆς τε τῶν πολεμίων ἐς τὰ ἔργα ἐπιμελείας καὶ τῆς σφετέρας παρὰ τοὺς πόνους 8.12.28 ὀλιγωρίας ὀπίσω τῶν πραγμάτων ᾐσθάνοντο. τοὺς μὲν οὖν αἰχμαλώτους ἅπαντας ὁ Βέσσας εὐθὺς βασιλεῖ ἔπεμψε, τὸν δὲ Πέτρας περίβολον ἐς ἔδαφος καθεῖλεν, ὡς μὴ πράγματα οἱ πολέμιοι σφίσιν αὖθις παρέχωνται. 8.12.29 καὶ αὐτὸν βασιλεὺς ἀποδεδειγμένης τῆς ἀρετῆς ἐπῄνεσεν ἐς τὰ μάλιστα καὶ τῆς εὐβουλίας, ὅτι δὴ ὅλον 8.12.30 καθεῖλε τὸ τεῖχος. γέγονεν οὖν ὁ Βέσσας αὖθις οἷς τε εὐημέρησεν οἷς τε ἀρετῆς πεποίηται δήλωσιν ἀπό8.12.31 βλεπτος ἐς πάντας ἀνθρώπους. ἡνίκα μὲν γὰρ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο, ἐλπίδα Ῥωμαῖοι πολλὴν ἐπ' αὐτῷ εἶχον ἅτε ἀνδρειοτάτῳ διαγεγονότι τὰ 8.12.32 πρότερα. ἐπεὶ δὲ αὐτῷ ἐνταῦθα δεδυστυχηκέναι ξυνέπεσε, Ῥώμης τε οὕτω τοῖς Γότθοις ἁλούσης, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καὶ διεφθαρμένου ἐκ τοῦ ἐπὶ πλεῖστον Ῥωμαίων τοῦ γένους, βασιλεὺς μὲν Ἰουστινιανὸς οὕτω δὴ ἐς Βυζάντιον ἀναστρέψαντα στρατηγὸν κατεστήσατο ἐπὶ Πέρσας αὐτόν. 8.12.33 διέσυρον δὲ τὴν πρᾶξιν ὡς εἰπεῖν ἅπαντες καὶ τὰ βασιλεῖ βεβουλευμένα ἐχλεύαζον, εἰ τῷ Βέσσᾳ τούτῳ, Γότθων τε ἡσσηθέντι κατὰ κράτος καὶ τυμβογέροντι γεγενημένῳ, πόλεμον τὸν Μηδικὸν ἐγχειρίσειεν ἐπὶ 8.12.34 δυσμαῖς βίου. ἀλλὰ τούτων σχεδόν τι ἅπασι δεδογ8.12.34 μένων, εὐτυχίᾳ τε καὶ ἀρετῇ τοιᾷδε τῷ στρατηγῷ τῷδε ξυνηνέχθη χρῆσθαι. οὕτως ἄρα οὐχ ᾗπερ τοῖς ἀνθρώποις δοκεῖ, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαί8.12.35 νοντα, ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ παραλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω. 8.13.1 Μερμερόης δὲ, δείσας μή τι Πέτρᾳ τε καὶ Πέρσαις τοῖς τῇδε ἀπολελειμμένοις φλαῦρον διὰ χρόνου μῆκος ξυμβαίη, ἄρας παντὶ τῷ στρατῷ ἐνταῦθα ᾔει, ἐπεὶ αὐτὸν ὁ καιρὸς μετὰ τὴν τοῦ χειμῶνος ὥραν 8.13.2 ἐς τοῦτο ἐνῆγε. μεταξὺ δὲ τὰ ξυμπεσόντα μαθὼν ἅπαντα τῆς μὲν ὁδοῦ ταύτης τὸ παράπαν ἀπέσχετο, εὖ εἰδὼς ὅτι δὴ ἐκτὸς ποταμοῦ Φάσιδος ἄλλο τι χωρίον 8.13.3 Λαζοῖς ὅτι μὴ τὸ ἐν Πέτρᾳ οὐκ ἦν. ἀναστρέψας δὲ καὶ καταλαβὼν τὰς ἐξ Ἰβηρίας ἐπὶ γῆν τὴν Κολχίδα εἰσόδους, ἵνα δὴ ὁ Φᾶσις διαβατός ἐστιν, αὐτόν τε πεζῇ διαμείψας καὶ οὐχ ἥκιστα ποταμὸν, Ῥέοντα ὄνομα, οὐδὲ αὐτὸν ἐκείνῃ ναυσίπορον ὄντα, τοῦ τε Φάσιδος ἐν δεξιᾷ ταύτῃ γενόμενος ἐπὶ πόλιν, Ἀρχαιόπολιν ὄνομα, ἣ πρώτη τε καὶ μεγίστη ἐν Λαζοῖς ἐστιν, 8.13.4 ἐπῆγε τὸ στράτευμα. ἦσαν δὲ ὀλίγων χωρὶς ἱππεῖς ἅπαντες, καὶ αὐτοῖς ἐλέφαντες ὀκτὼ εἵποντο. ἐφ' ὧν δὴ ἔμελλον ἱστάμενοι Πέρσαι τοὺς πολεμίους ὥσπερ 8.13.5 ἐκ πύργων κατὰ κορυφῆς ἐνθένδε βάλλειν. ὥστε εἰκότως ἄν τις Περσῶν τὴν ἐς τοὺς πολέμους ταλαιπωρίαν τε καὶ ἐπιτέχνησιν ἀγασθείη, οἵ γε τὴν ἐξ Ἰβηρίας ἐς τὴν Κολχίδα ὁδὸν φέρουσαν, κρημνώδεσί τε