62
καὶ τῶν οἰκιῶν, αἳ δὴ ἀμφὶ τὸ ἱερὸν τοῦτο τυγχάνουσιν οὖσαι. 2.10.9 τοὺς γὰρ πρέσβεις ἐνταῦθα καταλῦσαι ξυνέπεσε. τοῦ μέντοι περιβόλου παντάπασιν ἀπέσχοντο Πέρσαι. 2.10.10 Ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε «Εἰ μὴ πρὸς παρόντα «σὲ, ὦ βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα «Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις «ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι «ἔναγχος ὅρκους, ὃ τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστα»τόν τε καὶ ὀχυρώτατον εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους «πίστεώς τε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ «τὰς σπονδὰς, ὧν ἡ ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ «τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιο2.10.11 «τεύουσιν. οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτον εἴποι τις «ἂν εἶναι ἢ τῶν ἀνθρώπων τὴν δίαιταν ἐς τὴν τῶν 2.10.12 «θηρίων μεταβεβλῆσθαι. ἐν γὰρ τῷ μηδαμῆ σπένδε»σθαι τὸ πολεμεῖν ἀπέραντα λελείψεται πάντως, πόλε»μος δὲ ὁ πέρας οὐκ ἔχων ἐξοικίζειν τῆς φύσεως τοὺς 2.10.13 «αὐτῷ χρωμένους ἐς ἀεὶ πέφυκε. τί δὲ καὶ βουλό»μενος πρὸς τὸν σὸν ἀδελφὸν ὀλίγῳ πρότερον γέγρα»φας ὡς αὐτὸς εἴη τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος; «ἦ δῆλον ὅτι ὁμολογῶν κακόν τι παμμέγεθες εἶναι 2.10.14 «τὴν τῶν σπονδῶν λύσιν; εἰ μὲν οὖν ἐκεῖνος οὐδὲν «ἥμαρτεν, οὐ δικαίως τανῦν ἐφ' ἡμᾶς ἥκεις· εἰ δέ τι «τοιοῦτον τ' ἀδελφῷ τῷ σῷ εἰργάσθαι ξυμβαίνει, ἀλλὰ «καὶ σοὶ μέχρι τούτου γε καὶ μὴ περαιτέρω διαπεπράχθω «τὸ ἔγκλημα, ὅπως αὐτὸς κρείσσων εἶναι δοκῇς. ὁ γὰρ «ἐν τοῖς κακοῖς ἐλασσούμενος, οὗτος ἂν ἐν τοῖς ἀμεί2.10.15 «νοσι νικῴη δικαίως. καίτοι ἡμεῖς ἐξεπιστάμεθα Ἰου»στινιανὸν βασιλέα μηδεπώποτε τῆς εἰρήνης ἀπ' ἐναν»τίας ἐληλυθέναι, καὶ σοῦ δεόμεθα μὴ τοιαῦτα «ἐργάσασθαι Ῥωμαίους κακὰ, ἐξ ὧν Πέρσαις μὲν ὄνη»σις οὐδεμία ἔσται, σὺ δὲ τοῦτο κερδανεῖς μόνον, «ἀνήκεστα ἔργα τοὺς ἄρτι σοι σπεισαμένους οὐ δέον «εἰργάσθαι.» 2.10.16 Οἱ μὲν πρέσβεις τοσαῦτα εἶπον. Χοσρόης δὲ ταῦτα ἀκούσας ἰσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ βασιλέως λελύσθαι· καὶ τὰς αἰτίας κατέλεγεν ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλας τε καὶ οὐδενὶ λόγῳ ξυμπεπλασμένας. μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρός τε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας, καθάπερ μοι ἐν τοῖς ἔμπροσθεν 2.10.17 λόγοις ἐρρήθη. ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι ἢ πολέμια ἔργα ἐνδείξασθαι 2.10.18 οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι. οἱ μέντοι πρέσβεις πὴ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ' ἐς τῶν ὑπουργηκότων τινὰς, πὴ δὲ ὡς οὐχ οὕτω 2.10.19 γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων. τέλος δὲ χρήματα μέν οἱ πολλὰ ὁ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν πάντα 2.10.20 αἰῶνα κρατύνασθαι. τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον 2.10.21 ξυνδαπανᾶσθαι τοῖς χρήμασι. δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις. «Οὕτω γὰρ «αὐτοῖς» ἔφη «τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσι, «τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκέτι «αὐτοῖς ἀχθόμενοι διὰ πόλιν ∆άρας, ὑπὲρ ὧν ἔμμι2.10.22 «σθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται.» «Οὐκοῦν» οἱ πρέσβεις ἔφασαν «ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους 2.10.23 «ἐς φόρου ἀπαγωγὴν ἔχειν.» «Οὒκ, ἀλλὰ στρατιώτας «οἰκείους» ὁ Χοσρόης εἶπεν «ἕξουσι τὸ λοιπὸν Πέρσας «Ῥωμαῖοι, μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες «ῥητόν· ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέ»τειον χορηγεῖτε χρυσὸν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς «ὄντες, ἀλλ' ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλά2.10.24 «ξωσιν ἐς τὸν πάντα αἰῶνα.» τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες ξυνέβησαν ὕστερον ἐφ' ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν πάντα αἰῶνα δασμὸν μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακὸν, ἀλλ' αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ