255
ἐγένοντο, ὅσον Ἀριμίνου ἀπέχειν ἡμέρας ὁδὸν, Γότθοις τισὶν ὀλίγοις κατά τινα χρείαν ὁδῷ πορευομένοις ἐνέτυχον. 6.17.15 οἳ δὴ ἐκ τοῦ ἀπροσδοκήτου πολεμίων περιπεπτωκότες στρατῷ ἐκτρέπεσθαι τῆς ὁδοῦ οὐδαμῆ ἴσχυσαν, ἕως παρὰ τῶν ἔμπροσθεν ἰόντων βαλλόμενοι οἱ μὲν αὐτοῦ ἔπεσον, οἱ δὲ τραυματίαι γεγενημένοι ἐπί τινας τῶν 6.17.16 ἐκείνῃ σκοπέλων ἀναδραμόντες διέλαθον. ὅθεν σκοπούμενοι τὸν Ῥωμαίων στρατὸν ἐς πάσας δυσχωρίας ξυρρέοντας, πολλῷ πλείονας τοῦ ἀληθοῦς μέτρου ὑπε6.17.17 τόπαζον εἶναι. ἔνθα δὴ καὶ τὰ Βελισαρίου σημεῖα ἰδόντες, αὐτὸν ἐξηγεῖσθαι ταύτῃ τῇ στρατιᾷ ἔγνωσαν. νύξ τε ἐπέλαβε, καὶ αὐτοῦ μὲν Ῥωμαῖοι ηὐλίσαντο, τῶν δὲ Γότθων οἱ τραυματίαι λάθρα ἐπὶ τὸ τοῦ Οὐιττί6.17.18 γιδος στρατόπεδον ᾔεσαν. οὗ δὴ ἀμφὶ μέσην ἡμέραν γενόμενοι τάς τε πληγὰς ἐπεδείκνυον καὶ Βελισάριον σφίσι ξὺν στρατῷ κρείσσονι ἢ ἀριθμεῖσθαι ὅσον οὔπω 6.17.19 παρέσεσθαι ἰσχυρίζοντο. οἱ δὲ παρεσκευάζοντο μὲν ὡς ἐς μάχην πρὸς βορρᾶν ἄνεμον Ἀριμίνου πόλεως τετραμμένοι (ταύτῃ γὰρ ᾤοντο τοὺς πολεμίους ἀφίξεσθαι) ἀεί τε ἐς τοῦ ὄρους τὰ ἄκρα ἔβλεπον ἅπαντες. 6.17.20 ἐπεὶ δὲ, νυκτὸς σφίσιν ἐπιγενομένης, καταθέμενοι τὰ ὅπλα ἡσύχαζον, πυρὰ πολλὰ ἐς τὰ πρὸς ἕω τῆς πόλεως ὅσον ἀπὸ σταδίων ἑξήκοντα εἶδον, ἅπερ τὸ ξὺν Μαρτίνῳ στράτευμα ἔκαιεν, ἐς δέος τε ἀμήχανον ἦλθον. 6.17.21 κυκλωθήσεσθαι γὰρ πρὸς τῶν πολεμίων ἅμα ἡμέρᾳ 6.17.21 ὑπώπτευον. ταύτην μὲν οὖν τὴν νύκτα ξὺν δέει τοιούτῳ ηὐλίσαντο, τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ ἅμα ἡλίῳ ἀνίσχοντι στόλον νηῶν ἐπὶ σφᾶς ἰόντα ὁρῶσιν ἐξαίσιον οἷον. ἔς τε ἀφασίαν ἐμπεπτωκότες ἐς φυγὴν 6.17.22 ὥρμηντο. ξυσκευαζόμενοί τε κατὰ τάχος τοσούτῳ θορύβῳ τε καὶ κραυγῇ εἴχοντο ὥστε οὔτε τῶν παραγγελλομένων κατήκουον οὔτε ἄλλο τι ἐν νῷ ἐποιοῦντο ἢ ὅπως ἂν αὐτὸς ἕκαστος πρῶτός τε ἀπαλλάσσοιτο τοῦ στρατοπέδου καὶ Ῥαβέννης τοῦ περιβόλου ἐντὸς γένοιτο. 6.17.23 καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστους τε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν καὶ ξύμπας ἐνταῦθα ἂν 6.17.24 ὁ πόλεμος ἐτελεύτησε. νῦν δὲ τοῦτο ἐκώλυσεν ὀρρωδία τε σφίσι μεγάλη τοῖς φθάσασιν ἐπιγενομένη καὶ ἀσθένεια τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πολλοῖς ξυμπεσοῦσα. οἱ μὲν οὖν βάρβαροι θορύβου ὑπερβολῇ αὐτοῦ λειπόμενοι τῶν χρημάτων τινὰ δρόμῳ πολλῷ τὴν ἐπὶ Ῥάβενναν ἔθεον. 6.18.1 Πρῶτοι δὲ Ῥωμαίων Ἰλδίγερ τε καὶ οἱ ξὺν αὐτῷ ἀφικόμενοι ἐς τὸ τῶν πολεμίων χαράκωμα τῶν Γότθων ὅσοι νόσοις τισὶν ἐχόμενοι αὐτοῦ ἔμειναν ἐν ἀνδραπόδων ἐποιήσαντο λόγῳ, καὶ χρήματα πάντα 6.18.2 ξυνέλεξαν ὅσα φεύγοντες Γότθοι ἐλίποντο. καὶ Βελισάριος παντὶ τῷ στρατῷ ἦλθεν ἐς μέσην ἡμέραν. καὶ ἐπεὶ ὠχριῶντάς τε καὶ δεινὸν αὐχμῶντας Ἰωάννην τε καὶ τοὺς ξὺν αὐτῷ εἶδε, τοῦ θράσους ὑπαινιττόμενος τὸ ἀλόγιστον χάριτας αὐτὸν ἔφασκεν Ἰλδίγερι ὀφείλειν. 6.18.3 ὁ δὲ οὐκ Ἰλδίγερι, ἀλλὰ Ναρσῇ τῷ βασιλέως ταμίᾳ ὁμολογεῖν ἔφη, παραδηλῶν, οἶμαι, Βελισάριον οὐ σφόδρα ἐθελούσιον, ἀλλὰ Ναρσῇ ἀναπεισθέντα σφίσιν ἀμῦναι. καὶ τὸ λοιπὸν ἄμφω ὑποψίᾳ πολλῇ ἐς ἀλλή6.18.4 λους ἐχρῶντο. διὸ δὴ οὐδὲ Ναρσῆν εἴων οἱ ἐπιτήδειοι ξὺν Βελισαρίῳ στρατεύεσθαι, ἀλλ' ἀνέπειθον, ὅσον αἰσχρὸν εἴη τῷ τῶν ἀπορρήτων βασιλεῖ κοινωνοῦντι μὴ οὐχὶ αὐτοκράτορι τοῦ στρατοῦ εἶναι, ἀλλὰ 6.18.5 στρατηγῷ ἀνδρὶ ὑπακούειν. οὐ γάρ ποτε Βελισάριον ἐπὶ τῇ ἴσῃ ἑκόντα εἶναι τῆς στρατιᾶς ξὺν αὐτῷ ἄρξειν ἀπεφαίνοντο, βουλομένῳ δέ οἱ καθ' αὑτὸν τῷ Ῥωμαίων στρατῷ ἐξηγεῖσθαι πλείους τε στρατιώτας καὶ 6.18.6 πολλῷ ἀμείνους τοῖς ἄρχουσιν ἕψεσθαι. τούς τε γὰρ Ἐρούλους καὶ τοὺς δορυφόρους τε καὶ ὑπασπιστὰς τοὺς αὐτοῦ, καὶ ὧν Ἰουστῖνός τε καὶ αὐτὸς Ἰωάννης ἦρχον, ξὺν τοῖς Ἀρατίῳ τε καὶ Ναρσῇ ἑπομένοις οὐχ ἧσσον ἢ μυρίους ἔφασκον εἶναι, ἀνδρείους τε ὄντας καὶ διαφερόντως ἀγαθοὺς τὰ πολέμια, βούλεσθαί τε τὴν Ἰταλίας ἐπικράτησιν οὐ Βελισαρίῳ λογίζεσθαι μόνῳ, ἀλλὰ τὸ μέρος καὶ Ναρσῆν φέρεσθαι. 6.18.7 τὴν γὰρ βασιλέως αὐτὸν οἴεσθαι ὁμιλίαν ἀπολιπεῖν, οὐκ ἐφ' ᾧ κινδύνοις ἰδίοις τὴν Βελισαρίου δόξαν κρατύνηται, ἀλλ' ἐφ' ᾧ