10
Ἰάκωβον ἐλιπάρει ἀφεῖναι τοῖς βαρβάροις τὸ ἔγκλημα. ὁ δὲ ἀφῆκέ τε λόγῳ ἑνὶ 1.7.10 καὶ τὰ δεινὰ τοῖς ἀνθρώποις ἐλέλυντο. Καβάδης μὲν οὖν αἰτεῖν τὸν ἄνδρα ἐκέλευεν ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη, χρήματα οἰόμενος αὐτὸν μεγάλα αἰτήσειν, καί τι καὶ νεανιευσάμενος, ὡς οὐδενὸς πρὸς αὐτοῦ ἀτυχή1.7.11 σει. ὁ δέ οἱ τοὺς ἀνθρώπους ἐδεῖτο χαρίζεσθαι ὅσοι ἐν τῷ πολέμῳ τούτῳ καταφεύγοντες παρ' αὐτὸν ἵκωνται. ταύτην Καβάδης τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ γράμματα ἐδίδου τῆς ἀσφαλείας ἐνέχυρα. πολλοὶ γοῦν πανταχόθεν ξυρρέοντες ἐνταῦθα ἐσώζοντο· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. ταῦτα μὲν ὧδέ πη ἔσχε. 1.7.12 Καβάδης δὲ Ἄμιδαν πολιορκῶν κριὸν τὴν μηχανὴν πανταχόσε τοῦ περιβόλου προσέβαλε. καὶ Ἀμιδηνοὶ μὲν τὴν ἐμβολὴν ἀεὶ δοκοῖς τισιν ἐγκαρσίαις ἀνέστελλον, ὁ δὲ οὐκ ἀνῆκεν, ἕως ταύτῃ ἀνάλωτον εἶναι τὸ 1.7.13 τεῖχος ἔγνω. πολλάκις γὰρ ἐμβαλὼν καθελεῖν τι τοῦ περιβόλου ἢ κατασεῖσαι ἥκιστα ἴσχυσεν, οὕτως ἀσφαλῶς ἡ οἰκοδομία τοῖς δειμαμένοις τὸ παλαιὸν εἴργαστο. 1.7.14 τούτου δὲ Καβάδης ἀποτυχὼν λόφον τινὰ χειροποίητον ἐπιτείχισμα τῇ πόλει ἐποίει μέτρῳ πολλῷ ὑπεραίροντα τοῦ τείχους τὸ μῆκος, οἵ τε πολιορκούμενοι ἐντὸς τοῦ περιβόλου ἀρξάμενοι κατώρυχα μέχρι ἐς τὸν λόφον ἐποίουν, καὶ λάθρα ἐνθένδε τὸν χοῦν ἐκφοροῦντες κενὰ ἐπὶ πλεῖστον τὰ ἐντὸς τοῦ λόφου εἰργάσαντο. τὰ μέντοι ἐκτὸς ἐφ' οὗπερ ἐγεγόνει σχήματος ἔμενεν, 1.7.15 οὐδενὶ αἴσθησιν παρεχόμενα τοῦ πρασσομένου. πολλοὶ μὲν οὖν Πέρσαι ὥσπερ ἐπ' ἀσφαλοῦς ἀναβαίνοντες ἔν τε τῇ ἄκρᾳ ἐγένοντο καὶ βάλλειν ἐνθένδε κατὰ κορυφὴν τοὺς ἐν τῷ περιβόλῳ διενοοῦντο. τοῦ δὲ ὁμίλου δρόμῳ ἐπιρρέοντος ἐμπεσὼν ὁ λόφος ἐκ τοῦ 1.7.16 αἰφνιδίου σχεδόν τι ἅπαντας ἔκτεινε. Καβάδης δὲ τοῖς παροῦσιν ἀπορούμενος τὴν προσεδρείαν διαλύειν ἔγνω, καὶ τῷ στρατοπέδῳ ἀναχωρεῖν ἐς τὴν ὑστεραίαν 1.7.17 ἐπήγγειλε. τότε δὴ οἱ πολιορκούμενοι, ἅτε τοῦ κινδύνου ἀφροντιστήσαντες, πολλὰ τοὺς βαρβάρους ξὺν 1.7.18 γέλωτι ἀπὸ τοῦ περιβόλου ἐτώθαζον. καί τινες ἑταῖραι ἀνελκύσασαι κόσμῳ οὐδενὶ τὴν ἐσθῆτα Καβάδῃ ἄγχιστά που ἑστηκότι ἐδείκνυον ὅσα τῶν γυναικῶν γυμνὰ φανῆ1.7.19 ναι ἀνδράσιν οὐ θέμις. ὅπερ κατιδόντες οἱ μάγοι τῷ τε βασιλεῖ ἐς ὄψιν ἦλθον καὶ τὴν ἀναχώρησιν ἐκώλυον, ξυμβαλεῖν ἰσχυριζόμενοι τῷ γεγονότι ὡς ἅπαντα Καβάδῃ Ἀμιδηνοὶ τά τε ἀπόρρητα καὶ κρυπτόμενα οὐκ ἐς μακρὰν δείξουσιν. οὕτω μὲν τὸ Περσῶν στρατόπεδον αὐτοῦ ἔμεινεν. 1.7.20 Ἡμέραις δὲ τῶν τις Περσῶν οὐ πολλαῖς ὕστερον ἄγχιστα τῶν πύργων τινὸς ἐκβολὴν ὑπονόμου παλαιοῦ εἶδεν οὐ ξὺν τῷ ἀσφαλεῖ κεκαλυμμένην, ἀλλὰ χάλιξι 1.7.21 σμικραῖς τε καὶ οὐ λίαν συχναῖς. νύκτωρ τε μόνος ἐνταῦθα ἥκων καὶ τῆς εἰσόδου ἀποπειρασάμενος ἐντὸς τοῦ περιβόλου ἐγένετο. ἅμα δὲ ἡμέρᾳ τὸν πάντα λόγον Καβάδῃ ἀπήγγειλε. καὶ ὃς τῇ ἐπιγινομένῃ νυκτὶ κλίμακας ἐν παρασκευῇ ποιησάμενος ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἦλθε. καί τις αὐτῷ δεξιὰ ξυνηνέχθη τύχη 1.7.22 τρόπῳ τοιῷδε. τὸν πύργον, ὃς δὴ τοῦ ὑπονόμου ἀγχοτάτω ἐτύγχανεν ὢν, φυλάσσειν τῶν Χριστιανῶν οἱ σωφρονέστατοι ἔλαχον, οὕσπερ καλεῖν μοναχοὺς νενομίκασι. τούτους ἑορτήν τινα τῷ θεῷ ἄγειν ἐνιαύ1.7.23 σιον ἐκείνῃ τῇ ἡμέρᾳ τετύχηκεν. ἐπεί τε ἡ νὺξ ἐπεγένετο, ἅπαντες, ἅτε κόπῳ μὲν πολλῷ διὰ τὴν πανήγυριν ὁμιλήσαντες, μᾶλλον δὲ τοῦ εἰθισμένου σιτίων τε καὶ ποτοῦ ἐς κόρον ἐλθόντες ὕπνον τινὰ ἡδύν τε καὶ πρᾷον ἐκάθευδον καὶ ἀπ' αὐτοῦ ὡς ἥκιστα τῶν 1.7.24 ποιουμένων ᾐσθάνοντο. Πέρσαι γοῦν διὰ τοῦ ὑπονόμου ἐντὸς τοῦ περιβόλου κατ' ὀλίγους γενόμενοι ἐς τὸν πύργον ἀνέβαινον, καὶ τοὺς μοναχοὺς καθεύδον1.7.25 τας ἔτι εὑρόντες ἔκτειναν ἅπαντας. ὅπερ ἐπεὶ Καβάδης ἔγνω, τὰς κλίμακας τῷ τείχει τούτου δὴ ἄγχιστα 1.7.26 τοῦ πύργου προσῆγεν. ἡμέρα δὲ ἦν ἤδη. καὶ τῶν Ἀμιδηνῶν οἳ ἐν πύργῳ τῷ ἐχομένῳ ἐφύλασσον, αἰσθό1.7.27 μενοι τοῦ κακοῦ κατὰ τάχος ἐβοήθουν ἐνταῦθα. ὠθισμῷ τε πολλῷ ἐπὶ πλεῖστον ἀμφότεροι ἐς ἀλλήλους ἐχρῶντο καὶ τὸ πλέον ἤδη Ἀμιδηνοὶ ἔχοντες τῶν τε ἀναβεβηκότων πολλοὺς ἔκτεινον καὶ τοὺς ἀπὸ τῶν κλιμάκων ἀνέστελλον καὶ τοῦ ἀπεῶσθαι τὸν κίνδυνον 1.7.28 οὐ