383
τὸν 8.24.22 «πάντα αἰῶνα. οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ «ἀπαξιοῦσι κολακικοὶ ἐς ὑμᾶς εἶναι· εἰ δέ ποτε ἡμῶν «ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδεί8.24.23 «ξονται γνώμην. πονηροὶ γὰρ ἄνθρωποι τὸν αὑτῶν «τρόπον ἀμείβειν μὲν οὐκ εὐτυχοῦντες, οὐ πράσσοντες «κακῶς δύνανται, ἀποκρύπτειν δὲ αὐτὸν ἐκ τοῦ ἐπὶ «πλεῖστον ἐν κακοπαθείαις εἰώθασιν, ἄλλως τε ἢν καὶ «τῶν πέλας τινὸς δέωνται, τῆς χρείας αὐτοὺς συγκα8.24.24 «λύπτειν ἀναγκαζούσης τὴν μοχθηρίαν. ὧν ἐνθυμηθέν»τες ἀνανεοῦτε μὲν τὴν ἐς βασιλέα φιλίαν, ἀμύνεσθε «δὲ τοὺς ἄνωθεν ὑμῖν δυσμενεῖς δυνάμει τῇ πάσῃ.» 8.24.25 Λεόντιος μὲν τοσαῦτα εἶπε. Θευδίβαλδος δὲ ἀμείβεται ὧδε «Συμμάχους μὲν ἐπὶ Γότθους ἡμᾶς οὐκ «ὀρθῶς οὐδὲ τὰ δίκαια ποιοῦντες καλεῖτε. φίλοι γὰρ «ἡμῖν τανῦν Γότθοι τυγχάνουσιν ὄντες. εἰ δὲ ἀβέ»βαιοι Φράγγοι ἐς αὐτοὺς εἶεν, οὐδὲ ὑμῖν ποτε πιστοὶ 8.24.26 «ἔσονται. γνώμη γὰρ ἅπαξ μοχθηρὰ ἐς τοὺς φίλους «ὀφθεῖσα ἐκτρέπεσθαι τῆς δικαίας ὁδοῦ ἀεὶ πέφυκεν. «ὧν μέντοι ἐπεμνήσθητε χωρίων ἕνεκα, τοσαῦτα ἐροῦ»μεν, ὡς ὁ πατὴρ ὁ ἐμὸς Θευδίβερτος οὔτε βιάσασθαι «πώποτε τῶν ὁμόρων τινὰ ἐν σπουδῇ ἔσχεν οὔτε κτή8.24.27 «μασιν ἀλλοτρίοις ἐπιπηδᾶν. τεκμήριον δέ· οὐ γάρ «εἰμι πλούσιος. οὐ τοίνυν οὐδὲ τὰ χωρία ταῦτα Ῥω»μαίους ἀφελόμενος, ἀλλὰ Τουτίλα ἔχοντος ἤδη αὐτὰ «καὶ διαρρήδην ἐνδιδόντος καταλαβὼν ἔσχεν, ἐφ' ᾧ «χρῆν μάλιστα βασιλέα Ἰουστινιανὸν συνήδεσθαι Φράγ8.24.28 «γοις. ὁ γὰρ τούς τι ἀφελομένους τῶν αὐτοῦ κτη»μάτων ἰδίων ὑφ' ἑτέρων τινῶν βιασθέντας ὁρῶν, «εἰκότως ἂν χαίροι, τὴν δίκην ἐκτετικέναι ὀρθῶς καὶ «δικαίως τοὺς αὐτὸν ἠδικηκότας οἰόμενος, ἢν μὴ ἐς «τοὺς βιασαμένους αὐτὸς φθονερὸς γένηται, ἐπεὶ τὸ «προσποιεῖσθαι τὰ τῶν ἐχθρῶν δικαιώματα ἐς φθόνον 8.24.29 «ὡς τὰ πολλὰ περιίστασθαι οἴονται ἄνθρωποι. δικασταῖς «μέντοι ἐπιτρέπειν οἷοί τέ ἐσμεν τὴν περὶ τούτων «διάγνωσιν, ὥστε εἴ τι Ῥωμαίους ἀφελέσθαι τὸν «πατέρα τὸν ἐμὸν φανερὸν γένηται, τοῦτο ἡμᾶς ἀπο»τιννύναι μελλήσει οὐδεμιᾷ ἐπάναγκες εἴη. ὑπέρ τε «τούτων πρέσβεις ἐς Βυζάντιον σταλήσονται παρ' 8.24.30 «ἡμῶν οὐ πολλῷ ὕστερον.» τοσαῦτα εἰπὼν τόν τε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον, ἄνδρα Φράγγον, τέταρτον αὐτὸν παρὰ βασιλέα Ἰουστινιανὸν ἔστειλε. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον. 8.24.31 Τουτίλας δὲ νήσους τὰς Λιβύῃ προσηκούσας καταλαβεῖν διὰ σπουδῆς εἶχε. στόλον οὖν αὐτίκα νηῶν ἀγείρας καὶ στράτευμα τούτῳ ἐνθέμενος ἀξιόχρεων ἔς 8.24.32 τε Κουρσικὴν καὶ Σαρδὼ στέλλει. οἱ δὲ τὰ μὲν πρῶτα ἐς Κουρσικὴν ἀποπλεύσαντες, οὐδενὸς αὐτῆς ἀμυνομένου, τὴν νῆσον ἔσχον, μετὰ δὲ καὶ Σαρδὼ κατέ8.24.33 λαβον. ἄμφω δὲ τὰ νήσω ὁ Τουτίλας ὑποτελεῖς ἐς ἀπαγωγὴν φόρου πεποίηται. ὅπερ Ἰωάννης μαθὼν, ὃς τοῦ ἐν Λιβύῃ Ῥωμαίων στρατοῦ ἦρχε, στόλον τε 8.24.34 νηῶν καὶ στρατιωτῶν πλῆθος ἐς Σαρδὼ ἔπεμψεν. οἵπερ ἐπειδὴ Καρανάλεως πόλεως ἄγχιστα ἵκοντο, ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίστασθαι διενοοῦντο. τειχομαχεῖν γὰρ οὐκ ᾤοντο οἷοί τε εἶναι, ἐπεὶ Γότθοι 8.24.35 ἐνταῦθα φυλακτήριον διαρκὲς εἶχον. ἐπειδὴ δὲ ταῦτα οἱ βάρβαροι ἔγνωσαν, ἐπεξελθόντες ἐκ τῆς πόλεως καὶ τοῖς πολεμίοις ἐξαπιναίως ἐπιπεσόντες τρεψάμενοί τε 8.24.36 αὐτοὺς οὐδενὶ πόνῳ πολλοὺς ἔκτειναν. οἱ δὲ λοιποὶ φεύγοντες, ἐν μὲν τῷ παραυτίκα ἐς τὰς ναῦς διεσώθησαν, ὀλίγῳ δὲ ὕστερον ἐνθένδε ἀπάραντες ἐς Καρχη8.24.37 δόνα παντὶ τῷ στόλῳ ἀφίκοντο. ἐνταῦθά τε διαχειμάσαντες ἔμενον, ἐφ' ᾧ δὴ ἅμα ἦρι ἀρχομένῳ παρασκευῇ πλείονι ἐπί τε Κουρσικὴν καὶ Σαρδὼ αὖθις στρατεύσωσι. ταύτην δὲ τὴν Σαρδὼ τανῦν Σαρδινίαν κα8.24.38 λοῦσιν. ἐνταῦθα φύεσθαι ξυμβαίνει πόαν ἧς δὴ ἀπογευομένοις ἀνθρώποις αὐτίκα σπασμὸς θανάσιμος ἐπιγίνεται, οἳ δὴ τελευτῶσιν οὐ πολλῷ ὕστερον, γέλωτα γελᾶν ἀπὸ τοῦ σπασμοῦ δοκοῦντές τινα, ὅνπερ 8.24.39 ὁμωνύμως τῇ χώρᾳ Σαρδώνιον καλοῦσι. τὴν δὲ Κουρσικὴν οἱ πάλαι ἄνθρωποι Κύρνον ἐκάλουν. ἐνταῦθα, ὥσπερ ἄνθρωποι πίθηκες γίνονται, οὕτω δή τινων ἵππων ἀγέλαι εἰσὶ τῶν