335
εἴασε φυλακῆς ἕνεκα, ὅπως δὴ οἱ πολέμιοι μηδὲν μὲν τοῦ λοιποῦ ἐσκομίζωνται, ἀπορίᾳ δὲ τῶν ἀναγκαίων σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον Γότθοις ἐνδώσουσιν· αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Σικελίαν διαπορθμευσάμενος τῷ Μεσηνῶν 7.39.3 προσέβαλε τείχει. καί οἱ ∆ομνεντίολος ὁ Βούζου ἀδελφιδοῦς, ὅσπερ τῶν τῇδε Ῥωμαίων ἦρχεν, ὑπαντιάσας τε πρὸ τοῦ περιβόλου καὶ ἐς χεῖρας ἐλθὼν οὐκ 7.39.4 ἔλασσον ἔσχεν. αὖθις δὲ ἐν τῇ πόλει γενόμενος φυλακῆς τε τῆς ἐνταῦθα ἐπιμελούμενος ἡσυχίαν ἦγε. Γότθοι δὲ, μηδενὸς σφίσιν ἐπεξιόντος, ἐληΐσαντο Σικελίαν 7.39.5 σχεδόν τι ὅλην. Ῥωμαῖοι δὲ οἱ ἐν Ῥηγίῳ πολιορκούμενοι, ὧν δὴ Θουριμούθ τε καὶ Ἱμέριος ἦρχον, ὥσπερ μοι εἴρηται, τὰ γὰρ ἀναγκαῖα σφᾶς παντάπασιν ἐπελελοίπει, αὑτούς τε καὶ τὸ φρούριον ὁμολογίᾳ τοῖς πολεμίοις ἐνέδοσαν. 7.39.6 Ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσε, στόλον τε ἀγείρας νηῶν καὶ στράτευμα λόγου ἄξιον ἐκ καταλόγων πεζῶν ἐν τῷ στόλῳ τούτῳ ἐνθέμενος, ἄρχοντά τε Λιβέριον αὐτοῖς ἐπιστήσας, πλεῖν κατὰ τάχος ἐπὶ Σικελίας ἐκέλευσε, καὶ τὴν νῆσον διασώσασθαι δυνάμει τῇ πάσῃ. 7.39.7 ἀλλά οἱ ἄρχοντα τοῦ στόλου καταστησαμένῳ Λιβέριον αὐτίκα δὴ μάλα μετέμελεν. ἦν γὰρ ἐσχατογέρων τε ὁ 7.39.8 ἀνὴρ μάλιστα καὶ ἀμελέτητος πολεμίων ἔργων. Ἀρταβάνῃ τε ἀφεὶς τὰ ἐς αὐτὸν ἐγκλήματα πάντα καὶ στρατηγὸν καταλόγων τῶν ἐπὶ Θρᾴκης καταστησάμενος ἐς Σικελίαν εὐθὺς ἔπεμψε, στράτευμα μὲν οὐ πολὺ παρασχόμενος, ἐπιστείλας δὲ τὸν ξὺν τῷ Λιβερίῳ παραλαβεῖν στόλον, ἐπεὶ Λιβέριον ἐς Βυζάντιον μετεπέμ7.39.9 πετο. αὐτοκράτορα δὲ τοῦ πρὸς Τουτίλαν τε καὶ Γότθους πολέμου Γερμανὸν κατεστήσατο τὸν αὑτοῦ ἀνεψιόν. ᾧ δὴ στράτευμα μὲν οὐ πολὺ ἔδωκε, χρήματα δὲ λόγου ἄξια παρασχόμενος στρατιὰν ἐπέστελλεν ἔκ τε Θρᾳκῶν καὶ Ἰλλυριῶν ἀξιολογωτάτην ἀγείραντι οὕτω δὴ στέλλεσθαι σπουδῇ ἐς τὴν Ἰταλίαν 7.39.10 πολλῇ. καί οἱ Φιλημούθ τε τὸν Ἔρουλον ξὺν τοῖς ἑπομένοις καὶ Ἰωάννην τὸν αὐτοῦ μὲν Γερμανοῦ κηδεστὴν, Βιταλιανοῦ δὲ ἀδελφιδοῦν (στρατηγὸς γὰρ ὢν τῶν ἐν Ἰλλυριοῖς καταλόγων διατριβὴν ἐνταῦθα εἶχε) ξὺν αὑτῷ ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι ἐπήγγελλε. 7.39.11 Τότε δὴ Γερμανὸν φιλοτιμία πολλή τις ἔσχε, Γότθων τὴν ἐπικράτησιν ἀναδήσασθαι, ὅπως οἱ Λιβύην τε καὶ Ἰταλίαν ἀνασώσασθαι περιέσται τῇ Ῥωμαίων 7.39.12 ἀρχῇ. Στότζα γὰρ τετυραννηκότος ἔν γε Λιβύῃ τὰ πρότερα καὶ τὸ Λιβύης κράτος βεβαιότατα ἤδη ἔχοντος αὐτὸς ἐκ βασιλέως σταλεὶς καὶ μάχῃ τοὺς στασιώτας παρὰ δόξαν νικήσας τήν τε τυραννίδα κατέπαυσε καὶ Λιβύην αὖθις ἀνεσώσατο τῇ Ῥωμαίων ἀρχῇ, ὥσπερ 7.39.13 μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. καὶ νῦν δὲ τῶν Ἰταλίας πραγμάτων ἐς τοῦτο τύχης ἐληλακότων, ἐς ὅ μοι ἔναγχος δεδιήγηται, μέγα δὴ ἐνθένδε περιβαλέσθαι κλέος ἐβούλετο ἅτε δὴ καὶ αὐτὴν ἰσχύσας 7.39.14 βασιλεῖ ἀνασώσασθαι. καὶ πρῶτα μὲν (ἐτετελευτήκει γάρ οἱ πολλῷ πρότερον ἡ γυνὴ Πασσάρα ὄνομα) Ματασοῦνθαν ἐν γαμετῆς ἐποιήσατο λόγῳ, τὴν Ἀμαλασούνθης τῆς Θευδερίχου θυγατρὸς παῖδα, Οὐιττίγιδος 7.39.15 ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἤλπιζε γὰρ, ἢν ξὺν αὐτῷ ἐν τῷ στρατοπέδῳ ἡ γυνὴ εἴη, αἰσχύνεσθαι, ὡς τὸ εἰκὸς, Γότθους ὅπλα ἐπ' αὐτὴν ἀνελέσθαι, ἀναμνησθέντας τῆς Θευδερίχου τε καὶ Ἀταλαρίχου ἀρχῆς. 7.39.16 ἔπειτα δὲ χρήματα μεγάλα τὰ μὲν ἐκ βασιλέως, τὰ δὲ πλείω οἴκοθεν οὐδεμιᾷ φειδοῖ προϊέμενος στρατιὰν ἐκ τοῦ ἀπροσδοκήτου πολλὴν ἀνδρῶν μαχιμωτάτων ἀγεῖραι 7.39.17 δι' ὀλίγου εὐπετῶς ἴσχυσε. Ῥωμαῖοί τε γὰρ, ἄνδρες ἀγαθοὶ τὰ πολέμια, τῶν ἀρχόντων πολλοὺς, ὧν δὴ δορυφόροι τε καὶ ὑπασπισταὶ ἦσαν, ἐν ὀλιγωρίᾳ πεποιημένοι, Γερμανῷ εἵποντο, ἔκ τε Βυζαντίου καὶ τῶν ἐπὶ Θρᾴκης χωρίων καὶ Ἰλλυριῶν οὐδέν τι ἧσσον, Ἰουστίνου τε καὶ Ἰουστινιανοῦ, τῶν αὐτοῦ παίδων, πολλὴν ἐνδειξαμένων περὶ ταῦτα σπουδὴν, ἐπεὶ καὶ 7.39.18 αὐτοὺς ἐπαγαγόμενος ἀπιὼν ᾤχετο. τινὰς δὲ καὶ ἐκ καταλόγων ἱππικῶν, οἳ ἐπὶ τῆς Θρᾴκης ἵδρυντο, δόντος 7.39.19 βασιλέως ξυνέλεξε. καὶ βάρβαροι πολλοὶ, οἵπερ ἀμφὶ ποταμὸν Ἴστρον διατριβὴν εἶχον, κατὰ κλέος τοῦ Γερμανοῦ ἥκοντες καὶ