317
στράτευμα πέμπειν ἄλλο ἐπὶ Γότθους καὶ Τουτίλαν ἔγνω, γράμμασι τοῖς Βελισαρίου ἠγμένος, ἐπεὶ αὐτὸν ἐς τοῦτο ἐνῆγε, τὰ 7.27.2 παρόντα σφίσι πολλάκις σημήνας. πρῶτα μὲν οὖν Πακούριόν τε τὸν Περανίου καὶ Σέργιον τὸν Σολόμωνος ἀδελφιδοῦν ξὺν ὀλίγοις τισὶν ἔπεμψεν. οἱ δὲ εἰς Ἰταλίαν ἀφικόμενοι τῷ ἄλλῳ στρατῷ αὐτίκα ξυνέ7.27.3 μιξαν. μετὰ δὲ Βῆρόν τε ξὺν Ἐρούλοις τριακοσίοις καὶ Οὐαράζην Ἀρμένιον γένος ξὺν ὀκτακοσίοις Ἀρμενίοισστέλλει, Βαλεριανόν τε τὸν τῶν Ἀρμενίων στρατηγὸν ἐνθένδε ἀναστήσας ξὺν τοῖς ἑπομένοις δορυφόροις τε καὶ ὑπασπισταῖς πλέον ἢ χιλίοις οὖσιν ἐς Ἰταλίαν 7.27.4 ἐκέλευεν ἰέναι. Βῆρος οὖν πρῶτος ∆ρυοῦντι προσχὼν καὶ τὰς ναῦς ἐνταῦθα ἀφεὶς μένειν μὲν αὐτοῦ οὐδαμῆ ἤθελεν, οὗ δὴ καὶ τὸ Ἰωάννου στρατόπεδον ἦν, ἱππεύων 7.27.5 δὲ ξὺν τοῖς ἀμφ' αὐτὸν πρόσθεν ᾔει. ἦν γὰρ οὗτος ἀνὴρ οὐ κατεσπουδασμένος, ἀλλὰ μέθης νόσῳ ἀνειμένος ἐκ τοῦ ἐπὶ πλεῖστον, καὶ ἀπ' αὐτοῦ θράσει 7.27.6 ἀπερισκέπτῳ ἐς ἀεὶ εἴχετο. ἐπεὶ δὲ ἄγχιστά πη πόλεως Βρεντεσίου ἀφίκοντο, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον. ἅπερ ὁ Τουτίλας μαθὼν «Ὁ Βῆρος δυοῖν» ἔφη «τὸ ἕτερον· ἢ δυνάμει μεγάλῃ χρῆται, ἢ ἀνοίᾳ πολλῇ 7.27.7 «ἔχεται. ἴωμεν τοίνυν ἐπ' αὐτὸν αὐτίκα δὴ μάλα, «ὅπως ἢ τῆς δυνάμεως ἀποπειρασώμεθα τοῦ ἀνθρώ7.27.8 «που, ἢ τῆς ἀνοίας ἐκεῖνος τῆς αὑτοῦ αἴσθηται.» ὁ μὲν οὖν Τουτίλας ταῦτα εἰπὼν στρατῷ πολλῷ ἐπ' αὐτὸν ᾔει, Ἔρουλοι δὲ παρόντας ἤδη κατιδόντες τοὺς πολεμίους κατέφυγον ἐς ὕλην τινὰ ἐγγύς πη οὖσαν. 7.27.9 κυκλώσαντές τε αὐτοὺς οἱ πολέμιοι πλέον μὲν ἢ διακοσίους διέφθειραν, ἔμελλον δὲ Βῆρόν τε αὐτὸν καὶ τοὺς λειπομένους ἐς τὰς ἀκάνθας κρυπτομένους χειρώσασθαι, ἀλλὰ τύχη τις αὐτοῖς ξυμβᾶσα διεσώσατο 7.27.10 ἐκ τοῦ παραδόξου. νῆες γὰρ, ἐν αἷς ὅ τε Οὐαράζης καὶ οἱ ξὺν αὐτῷ Ἀρμένιοι ἔπλεον, ἄφνω ἐς τὴν ἐκείνῃ ἀκτὴν κατῆραν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, πλείονα ἤπερ ἦν ὑποτοπάζων εἶναι τὸν τῶν πολεμίων στρατὸν ἄρας αὐτίκα ἐνθένδε ἀπήλαυνεν, οἵ τε ἀμφὶ τὸν Βῆρον 7.27.11 ἄσμενοι ἐς τὰς ναῦς δρόμῳ ἀφίκοντο. ὅ τε Οὐαράζης πλεῖν μὲν ἐπίπροσθεν οὐκέτι ἔγνω, ἐς δὲ τὸν Τάραντα ξὺν αὐτοῖς ἦλθεν, οὗ δὴ καὶ Ἰωάννης ὁ Βιταλιανοῦ παντὶ τῷ στρατῷ ἀφίκετο οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. 7.27.12 Βελισαρίῳ δὲ βασιλεὺς ἔγραψεν ὅτι δὴ πολλὴν αὐτῷ στρατιὰν πέμψειεν, οἷσπερ αὐτὸν δεῖν ἐν Καλα7.27.13 βρίᾳ ξυμμίξαντα τοῖς πολεμίοις ὁμόσε ἰέναι. ἤδη δὲ καὶ Βαλεριανὸς ἄγχιστα κόλπου τοῦ Ἰονίου ἥκων διαπορθμεύσασθαι μὲν ᾤετό οἱ ἔν γε τῷ παρόντι ἀξύμ7.27.14 φορον εἶναι. στρατιώταις τε γὰρ καὶ ἵπποις ἐς ἐκεῖνο τοῦ καιροῦ τὰ ἐπιτήδεια οὐκ ἂν ἐπαρκέσειν, ἐπεὶ ἀμφὶ 7.27.15 τροπὰς χειμερινὰς ἦν. τριακοσίους δὲ τῶν αὐτῷ ἑπομένων Ἰωάννῃ πέμψας ὡμολόγησε διαχειμάσας ἅμα 7.27.16 ἦρι ἀρχομένῳ καὶ αὐτὸς ἥξειν. Βελισάριος οὖν ἐπειδὴ τὰ βασιλέως ἀνελέξατο γράμματα, ἐνακοσίους ἀριστίνδην ἀπολεξάμενος, ἱππεῖς μὲν ἑπτακοσίους, πεζοὺς δὲ διακοσίους, τούς τε λοιποὺς ἅπαντας ἐς φυλακὴν τῆς ἐκείνῃ χώρας καταστησάμενος, ἄρχοντά τε αὐτοῖς Κό7.27.17 νωνα ἐπιστήσας ἐπὶ Σικελίας αὐτίκα ἔπλει. ἔνθεν τε ἀνηγάγετο, καταίρειν διανοούμενος ἐς τὸν Ταραντηνῶν λιμένα, ἐν ἀριστερᾷ ἔχων τὸν Σκύλαιον καλούμενον χῶρον, ἐφ' οὗ δὴ τὴν Σκύλλαν οἱ ποιηταὶ γεγενῆσθαί φασιν, οὐχ ὅτι ταύτῃ πη τὸ θηριῶδες γύναιον, ὥσπερ ἐκεῖνοι λέγουσιν, ἦν, ἀλλ' ὅτι σκυλάκων μέγα τι χρῆμα, οὕσπερ κυνίσκους τανῦν καλοῦσιν, ἐνταῦθα τοῦ πορθμοῦ 7.27.18 ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ξυμβαίνει εἶναι. τὰ γὰρ ὀνόματα τοῖς πράγμασιν ἀρχὴν μὲν εἰκότα ἐς ἀεὶ γίνεται, ἡ δὲ φήμη αὐτὰ περιαγαγοῦσα ἐς ἄλλους ἀνθρώπους τινὰς δόξας οὐκ ὀρθὰς ἀγνοίᾳ τῶν ἀληθινῶν ἐνταῦθα 7.27.19 ποιεῖται. καὶ προϊὼν οὗτος ὁ χρόνος ἰσχυρὸς μέν τις δημιουργὸς αὐτίκα τοῦ μύθου καθίσταται, μάρτυρας δὲ τῶν οὐ γεγονότων τοὺς ποιητὰς ἐξουσίᾳ τῆς τέχνης, ὡς τὸ εἰκὸς, ἑταιρίζεται. ταῦτά τοι ἐκ παλαιοῦ μὲν ὠνόμασαν ἐπιχώριοι Κυνὸς Κεφαλὴν ἄκραν τὴν μίαν Κερκύρας τῆς νήσου, ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἄλλοι δὲ ἀπ' αὐτοῦ κυνοκεφάλους τινὰς εἶναι