313
δὲ ὑστεραίᾳ Τουτίλας αὖθις παντὶ τῷ στρατῷ τειχομαχεῖν ἔγνω, οἱ δὲ Ῥωμαῖοι τρόπῳ τῷ εἰρημένῳ ἠμύνοντο. καθυπέρτεροί τε τῇ ξυμβολῇ γεγενημένοι 7.24.20 ἐπεξελθεῖν τοῖς πολεμίοις ἐθάρσησαν. καὶ τῶν βαρβάρων ὑποχωρούντων διώκοντες τῶν Ῥωμαίων τινὲς πόρρω που τοῦ περιβόλου ἐγένοντο. οὓς δὴ κυκλώσεσθαι οἱ βάρβαροι ἔμελλον, ὡς μὴ ἀναστρέφειν ἐς τὴν πόλιν δυνατοὶ εἶεν. ἀλλὰ Βελισάριος (κατενόησε γὰρ τὰ ποιούμενα) τῶν ἀμφ' αὑτὸν πολλοὺς ἐνταῦθα στείλας 7.24.21 διασώσασθαι τοὺς ἄνδρας ἴσχυσεν. οὕτω τε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν, πολλοὺς μὲν ἀποβεβληκότες τῶν ἐν σφίσι μαχίμων, πλείστους δὲ τραυ7.24.22 ματίας ἐς τὸ στρατόπεδον ἐπαγόμενοι. ἐνταῦθά τε ἡσυχῆ ἔμενον, τά τε τραύματα θεραπεύοντες καὶ τῶν ὅπλων ἐπιμελούμενοι (πολλὰ γὰρ σφίσι διέφθαρτο ἤδη) καὶ τὰ ἄλλα ἐν παρασκευῇ πάσῃ ποιούμενοι. ἡμέραις δὲ πολλαῖς ὕστερον ἐπὶ τὸν περίβολον ὡς 7.24.23 τειχομαχήσοντες ᾔεσαν. Ῥωμαῖοι δὲ σφίσιν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον. τύχῃ τέ τινι ὁ τὸ Τουτίλα σημεῖον φέρων καιρίαν πληγεὶς αὐτός τε ἐκ τοῦ ἵππου 7.24.24 ἐκπίπτει καὶ τὸ σημεῖον ἐς τὴν γῆν ἔρριψε. καὶ Ῥωμαίων μὲν ὅσοι ἐς τὰ πρῶτα ἐμάχοντο, ὥρμησαν ὥστε τὸ σημεῖον καὶ τὸν νεκρὸν ἁρπασόμενοι. φθάσαντες δὲ τῶν βαρβάρων οἱ εὐτολμότατοι τό τε σημεῖον ἁρπάζουσι καὶ τοῦ νεκροῦ χεῖρα τὴν λαιὰν ἀποτεμόντες 7.24.25 ξὺν αὑτοῖς ἔλαβον. ψέλλιον γὰρ χρυσοῦν ἐπὶ ταύτης ὁ πεπτωκὼς φορῶν ἔτυχε λόγου ἄξιον, ᾧπερ ἐναβρύνεσθαι τοὺς ἐναντίους ἥκιστα ἤθελον, φεύγοντες δη7.24.26 λονότι τὴν ἀπὸ τοῦ ἔργου αἰσχύνην. καὶ ὁ μὲν τῶν βαρβάρων στρατὸς ἐς ὑπαγωγὴν ἐτράποντο οὐδενὶ κόσμῳ, Ῥωμαῖοι δὲ τὸ μὲν ἄλλο τοῦ νεκροῦ σῶμα ἐσκύλευσαν, τοὺς δὲ πολεμίους ἐπὶ πλεῖστον διώκοντες πολλοὺς ἔκτειναν, ἔς τε τὴν πόλιν κακῶν παντάπασιν ἀπαθεῖς ἦλθον. 7.24.27 Τότε δὲ ὅσοι ἐν Γότθοις λόγιμοι ἦσαν Τουτίλᾳ προσελθόντες ἐλοιδοροῦντό τε καὶ ἀνέδην αὐτῷ τὴν ἀβουλίαν ὠνείδιζον, ὅτι δὴ Ῥώμην ἑλὼν οὔτε ξύμπασαν ἐς ἔδαφος καθεῖλεν, ὅπως μηκέτι τοῖς πολεμίοις καταληπτὴ εἴη, οὔτε αὐτὸς ἔσχεν, ἀλλ' ὅπερ πόνῳ τε καὶ χρόνῳ πολλῷ αὐτοῖς ἐργασθὲν ἔτυχε, τοῦτο λόγῳ 7.24.28 αὐτὸς οὐδενὶ διαφθείρειεν. οὕτω τοῖς ἀνθρώποις ἐμπέφυκε πρὸς τῶν πραγμάτων τὰς ἀποβάσεις ἀεὶ τὴν γνώμην ῥυθμίζειν καὶ τὴν διάνοιαν τῷ τῆς τύχης ῥεύματι προσχωρεῖν, ἀγχιστρόφους τε ἀπ' αὐτοῦ τὰς 7.24.29 μεταστάσεις ποιεῖσθαι τῆς δόξης. διὸ δὴ καὶ Γότθοι εὐημεροῦντα μὲν τοῖς ἐγχειρήμασι Τουτίλαν ἐτεθήπεσαν ἴσα θεῷ, ἄμαχόν τινα καὶ ἀήττητον ἀποκαλοῦντες, ἡνίκα πόλεων τῶν ἁλισκομένων ἐκ μοίρας τινὸς τὰ τείχη διαφθείρειν εἴα, σφαλέντι δὲ, ὥσπερ ἐρρήθη, λοιδορεῖσθαι οὐκ ἀπηξίουν τῶν ἔναγχος σφίσιν ἀμφ' αὐτὸν εἰρημένων ἀμνημονοῦντες, ἀπ' ἐναντίας τε αὐτῶν 7.24.30 οὐδεμιᾷ ὀκνήσει ἰόντες. ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα οὐχ οἷόν τέ ἐστι μὴ οὐχὶ τοῖς ἀνθρώποις ἐς ἀεὶ ἁμαρτά7.24.31 νεσθαι, ἐπεὶ καὶ φύσει γίγνεσθαι εἴωθε. Τουτίλας δὲ καὶ οἱ βάρβαροι λύσαντες τὴν προσεδρείαν ἐς Τίβουριν πόλιν ἀφίκοντο, πάσας σχεδόν τι τὰς τοῦ Τιβέριδος γεφύρας διελόντες, ὅπως μὴ Ῥωμαῖοι 7.24.32 εὐπετῶς σφίσιν ἐπιέναι οἷοί τε ὦσι. γέφυραν μέντοι μίαν, ἣ Μολιβίου ἐπώνυμός ἐστι, διαφθεῖραι οὐδαμῆ ἴσχυσαν, ἐπεὶ ἄγχιστα τῆς πόλεως ἐτύγχανεν οὖσα. τό τε ἐν Τιβούρει φρούριον ἀνοικοδομήσασθαι 7.24.33 σθένει παντὶ ἔγνωσαν· καθελόντες γὰρ αὐτὸ πρότερον ἔτυχον· τά τε χρήματα ἐνταῦθα καταθέμενοι ἅπαντα 7.24.34 ἡσυχῆ ἔμενον. καὶ Βελισάριος ἀδεέστερον ἤδη τὰς πύλας τοῦ Ῥώμης περιβόλου πανταχόθι ἐφαρμοσάμενος σιδήρῳ τε αὐτὰς περιβαλὼν αὖθις βασιλεῖ τὰς κλεῖς ἔπεμψε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ δωδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν. 7.25.1 Ἐτύγχανε δὲ πολλῷ πρότερον στράτευμα ἐπὶ Περυσίαν ὁ Τουτίλας στείλας, οἵπερ ἀμφὶ τὸν τῆς πόλεως περίβολον ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν 7.25.2 ἐς τὸ ἀκριβὲς τοὺς ταύτῃ Ῥωμαίους. καὶ ἐπεὶ τῶν ἐπιτηδείων αὐτοὺς σπανίζοντας ᾔσθοντο ἤδη, πέμψαντες παρὰ Τουτίλαν ἐδέοντο παντὶ τῷ στρατῷ ἐνταῦθα ἰέναι, ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν