73
ἄρας παντὶ τῷ στρατῷ ἄγχιστά τε τοῦ Πέτρας περιβόλου ἀφίκετο καὶ στρατοπεδευσάμενος ἐς πολιορκίαν 2.17.14 καθίστατο. τῇ δὲ ὑστεραίᾳ κύκλῳ περιιὼν τὸν περίβολον, ἐπεὶ οὐ λίαν ἀξιόμαχον αὐτὸν ὑπώπτευσεν εἶναι, τειχομαχεῖν ἔγνω. τό τε στράτευμα ὅλον ἐνταῦθα ἐπαγαγὼν ἔργου εἴχετο, καὶ τοξεύειν ἅπαντας 2.17.15 ἐπὶ τὰς ἐπάλξεις ἐκέλευε. Ῥωμαῖοι δὲ ἀμυνόμενοι ταῖς τε μηχαναῖς καὶ πᾶσιν ἐχρῶντο τοξεύμασι. τὰ μὲν οὖν πρῶτα Πέρσαι, καίπερ συχνὰ κομιδῆ βάλλοντες, ὀλίγα τε Ῥωμαίους ἐλύπουν καὶ πολλὰ πρὸς ἐκείνων, 2.17.16 ἅτε ἀφ' ὑψηλοῦ βαλλόμενοι, κακὰ ἔπασχον. ἔπειτα δὲ (καὶ γὰρ ἔδει Πέτραν Χοσρόῃ ἁλῶναι) βληθεὶς Ἰωάννης τύχῃ τινὶ ἐς τὸν τράχηλον θνήσκει, καὶ ἀπ' αὐτοῦ οἱ ἄλλοι Ῥωμαῖοι ἐς ὀλιγωρίαν ἁπάντων κατέστη2.17.17 σαν. τότε μὲν οὖν οἱ βάρβαροι ἐς τὸ στρατόπεδον ἀνεχώρησαν· ἤδη γὰρ καὶ ξυνεσκόταζε· τῇ δὲ ὑστεραίᾳ διώρυχα ἐπὶ τὸν περίβολον ἐπενόουν τρόπῳ τοιῷδε. 2.17.18 Πέτρα ἡ πόλις πὴ μὲν ἐκ θαλάσσης ἀπρόσοδός ἐστι, πὴ δὲ ἐκ πετρῶν ἀποτόμων, αἳ ταύτῃ πανταχόθεν ἀνέχουσιν· ἀφ' οὗ δὴ καὶ τὴν προσηγορίαν ἔλαχε 2.17.19 ταύτην. μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει, καὶ ταύτην οὐ λίαν εὐρεῖαν· κρημνοὶ γὰρ αὐτῆς ἐφ' ἑκάτερα 2.17.20 ἐξαίσιοι ἀποκρέμανται. ἐνταῦθα προορώμενοι τὰ πρότερα οἱ τὴν πόλιν δειμάμενοι, μὴ σφίσι τὸ ἐκείνῃ τοῦ περιβόλου μέρος ἐπίμαχον εἴη, τείχη μακρὰ παρὰ τὸν κρημνὸν ἑκάτερον τῆς εἰσόδου ἐπὶ πλεῖστον πεποίηνται. 2.17.21 τούτων τε τῶν τειχῶν ἑκατέρωθι πύργους ἐτεκτήναντο 2.17.22 δύο, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ ἑτέρῳ. κενὸν γὰρ τὸ ἐν μέσῳ τῆς οἰκοδομίας χωρίον οὐδαμῆ εἴασαν, ἀλλ' ὅλους ἐκ γῆς ἄχρι ἐς ὕψος μέγα τοὺς πύργους λίθοις παμμεγέθεσιν ἀλλήλων ἐχομένοις εἰργάσαντο, ὅπως δὴ κριῷ ἢ μηχανῇ ἄλλῃ ὡς ἥκιστα κατασείοιντο. τὰ μὲν 2.17.23 οὖν Πέτρας τοῦ περιβόλου ταύτῃ πη ἔχει. Πέρσαι δὲ λάθρα ἐς τὴν γῆν κατώρυχα ποιησάμενοι ἔνερθεν θατέρου τῶν πύργων ἐγένοντο, τῶν τε λίθων ἐνθένδε πολλοὺς ἐκφοροῦντες, ξύλα ἐς τὴν ἐκείνων ἐτίθεντο 2.17.24 χώραν, ἅπερ ὀλίγῳ ὕστερον ἔκαυσαν. ἥ τε φλὸξ κατὰ βραχὺ αἰρομένη διέθρυψε μὲν τὴν τῶν λίθων ἰσχὺν, ὅλον δὲ τὸν πύργον κατασείσασα ἐκ τοῦ αἰφνιδίου ἐς 2.17.25 τὸ ἔδαφος καθεῖλεν αὐτίκα. Ῥωμαῖοι δὲ, οἳ ἐν τῷ πύργῳ ἦσαν, τοσοῦτον τῶν ποιουμένων ᾔσθοντο πρότερον, ὅσον αὐτῷ μὴ ξυμπεσεῖν ἐς τὸ ἔδαφος, ἀλλὰ φυγόντες ἐντὸς τοῦ τῆς πόλεως περιβόλου γενέσθαι. 2.17.26 παρῆν, τε ἤδη τοῖς πολεμίοις ἐν τῷ ὁμαλεῖ τειχομαχοῦσι πόνῳ ἐν οὐδενὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν. 2.17.27 διὸ δὴ κατωρρωδηκότες Ῥωμαῖοι τοῖς βαρβάροις ἐς λόγους ἦλθον, καὶ τὰ πιστὰ ὑπέρ τε τῶν σωμάτων καὶ τῶν χρημάτων πρὸς Χοσρόου λαβόντες σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν. οὕτω μὲν 2.17.28 Πέτραν Χοσρόης εἷλε. καὶ τὰ μὲν Ἰωάννου χρήματα λίαν ἁδρὰ εὑρὼν αὐτὸς ἔλαβε, τῶν δὲ ἄλλων οὐδενὸς οὔτε αὐτὸς οὔτε τις τῶν Περσῶν ἥψατο, ἀλλὰ Ῥωμαῖοι τὰ σφέτερα αὐτῶν ἔχοντες τῷ Μήδων στρατῷ ἀνεμίγνυντο. 2.18.1 Ἐν τούτῳ δὲ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατὸς, οὐδέν τι πεπυσμένοι ὧν ταύτῃ ἐπράσσετο, κόσμῳ πολλῷ ἐκ ∆άρας πόλεως ἐπὶ Νίσιβιν ᾔεισαν. 2.18.2 ἐπειδὴ δὲ τῆς ὁδοῦ κατὰ μέσον ἐγένοντο, Βελισάριος μὲν ἐν δεξιᾷ τὸ στράτευμα ἦγεν, οὗ δὴ πηγαί τε ὑδάτων διαρκεῖς ἦσαν καὶ πεδίον ἅπασιν ἐνστρατοπε2.18.3 δεύσασθαι ἱκανῶς ἔχον. ἐνταῦθά τε στρατόπεδον ἐκέλευε ποιεῖσθαι ὅσον ἀπὸ σταδίων δύο καὶ τεσσα2.18.4 ράκοντα Νισίβιδος πόλεως. οἱ δὲ ἄλλοι ξύμπαντες ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, ὅτι δὴ οὐκ ἄγχιστά πη ἐθέλοι τοῦ περιβόλου στρατοπεδεύεσθαι, τινὲς δὲ ὡς 2.18.5 ἥκιστά οἱ ἕπεσθαι ἤθελον. διὸ δὴ Βελισάριος τῶν ἀρχόντων τοῖς ἀμφ' αὐτὸν οὖσιν ἔλεξεν ὧδε «Ἐμοὶ «μὲν οὐκ ἦν βουλομένῳ ἐς ἅπαντας ὅσα γινώσκω «ἐξενεγκεῖν. λόγος γὰρ ἐν στρατοπέδῳ περιφερόμενος «οὐκ οἶδε τηρεῖν τὰ ἀπόρρητα, ἐπεὶ κατὰ βραχὺ 2.18.6 «προϊὼν μέχρι καὶ ἐς τοὺς πολεμίους ἐκφέρεται. ὁρῶν «δὲ τούς τε πολλοὺς ὑμῶν ἀταξίᾳ πολλῇ εἴκοντας καὶ «αὐτὸν ἕκαστον αὐτοκράτορα τοῦ πολέμου ἐθέλοντα «εἶναι, λέξω