11
μακράν που ἐγένοντο. ἀλλὰ Καβάδης αὐτὸς τὸν ἀκινάκην σπασάμενος καὶ αὐτῷ ἀεὶ δεδισσόμενος ἐς τὰς κλίμακας ὁρμῶν οὐκ ἀνίει τοὺς Πέρσας, θάνατός 1.7.29 τε ἦν ἡ ζημία τοῖς ἐνθένδε ἀναστρέφειν τολμῶσι. διὸ δὴ πλήθει πολλῷ οἱ Πέρσαι καθυπέρτεροι τῶν ἐναντίων γενόμενοι ἐνίκησάν τε αὐτοὺς τῇ μάχῃ καὶ κατὰ κράτος ἡ πόλις ἥλω ὀγδοηκοστῇ ἀπὸ τῆς πολιορ1.7.30 κίας ἡμέρᾳ. φόνος τε Ἀμιδηνῶν πολὺς ἐγεγόνει, ἕως ἐσελαύνοντι ἐς τὴν πόλιν Καβάδῃ τῶν τις Ἀμιδηνῶν γέρων τε καὶ ἱερεὺς προσελθὼν εἶπεν ὡς οὐ βασιλικὸν 1.7.31 τὸ φονεύειν τοὺς ἡλωκότας εἴη. Καβάδης μὲν οὖν θυμῷ ἔτι ἐχόμενος ἀπεκρίνατο «διὰ τί γάρ μοι πολε»μεῖν ἔγνωτε;» ὁ δὲ ὑπολαβὼν αὐτίκα ἔφη «ὅτι δὴ ὁ «θεὸς οὐχ ἡμετέρᾳ γνώμῃ, ἀλλὰ σῇ ἀρετῇ παραδιδόναι 1.7.32 «σοι Ἄμιδαν ἤθελε». τούτῳ τῷ λόγῳ Καβάδης ἡσθεὶς κτείνειν οὐδένα τὸ λοιπὸν εἴασεν, ἀλλὰ τά τε χρήματα ληίζεσθαι Πέρσας ἐκέλευε καὶ τοὺς περιόντας ἐν ἀνδραπόδων ποιεῖσθαι λόγῳ, καὶ αὑτῷ ἐξελέσθαι ἅπαντας αὐτῶν τοὺς δοκίμους ἐπέστελλεν. 1.7.33 Ὀλίγῳ δὲ ὕστερον χιλίους ἐπὶ τῇ φυλακῇ ἐνταῦθα λιπὼν ἄρχοντά τε αὐτοῖς ἐπιστήσας Γλώνην, ἄνδρα Πέρσην, καὶ τῶν Ἀμιδηνῶν ἀνθρώπους τινὰς ὀλίγους οἰκτροὺς, οἳ δὴ ἐς τὴν δίαιταν ὑπηρετήσειν Πέρσαις ἔμελλον, αὐτὸς παντὶ τῷ ἄλλῳ στρατῷ τοὺς ἡλωκότας 1.7.34 ἔχων ἐπ' οἴκου ἀπήλαυνεν. ἐς τούτους δὲ τοὺς αἰχμαλώτους φιλανθρωπίᾳ ἐχρήσατο βασιλεῖ πρεπούσῃ· χρόνου γὰρ ὀλίγου εἰς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκεν ἰέναι, 1.7.35 τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτὸν, ὅ τε Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔργα ἐς αὐτοὺς ἐπεδείξατο ἀρετῆς ἄξια· φόρους τε γὰρ τοὺς ἐπετείους ἐς ἔτη ἑπτὰ ξύμπαντας ἀφῆκε τῇ πόλει καὶ αὐτοὺς κοινῇ τε καὶ ἰδίᾳ ἕκαστον πολλοῖς τισιν ἀγαθοῖς ἐδωρήσατο, ὥστε αὐτοῖς λήθην τῶν ξυμβεβηκότων πολλὴν γενέσθαι. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο. 1.8.1 Τότε δὲ βασιλεὺς Ἀναστάσιος πολιορκεῖσθαι μαθὼν Ἄμιδαν στράτευμα κατὰ τάχος διαρκὲς ἔπεμψεν. ἄρχοντες δὲ ἦσαν μὲν κατὰ συμμορίαν ἑκάστων, στρατηγοὶ δὲ ἅπασιν ἐφεστήκεσαν τέσσαρες, Ἀρεόβινδός τε, Ὀλυβρίου κηδεστὴς, τοῦ ἐν τῇ ἑσπερίᾳ βεβασιλευκότος ὀλίγῳ πρότερον, τῆς ἑῴας δὲ τότε στρατηγὸς 1.8.2 ἐτύγχανεν ὤν· καὶ τῶν ἐν παλατίῳ ταγμάτων ἀρχηγὸς Κέλερ (μάγιστρον Ῥωμαῖοι τὴν ἀρχὴν καλεῖν νενομίκασιν)· ἔτι μὴν καὶ οἱ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν ἄρχοντες, Πατρίκιός τε ὁ Φρὺξ καὶ Ὑπάτιος ὁ βασιλέως ἀδελφιδοῦς· οὗτοι μὲν τέσσαρες στρατηγοὶ ἦσαν. 1.8.3 ξυνῆν δὲ αὐτοῖς καὶ Ἰουστῖνος, ὃς δὴ ὕστερον Ἀναστασίου τελευτήσαντος ἐβασίλευσε, καὶ Πατρικιόλος ξὺν Βιταλιανῷ τῷ παιδὶ, ὃς ὅπλα ἀντάρας Ἀναστασίῳ βασιλεῖ οὐ πολλῷ ὕστερον ἐτυράννησε, καὶ Φαρεσμάνης Κόλχος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, καὶ Γοδίδισκλός τε καὶ Βέσσας, Γότθοι ἄνδρες, Γότθων τῶν οὐκ ἐπισπομένων Θευδερίχῳ ἐς Ἰταλίαν ἐκ Θρᾴκης ἰόντι, γενναίω τε ὑπερφυῶς ἄμφω καὶ τῶν κατὰ τὸν πόλεμον πραγμάτων ἐμπείρω, ἄλλοι τε πολλοὶ 1.8.4 καὶ ἄριστοι εἵποντο. στράτευμα γὰρ τοιοῦτό φασιν οὔτε πρότερον οὔτε ὕστερον ἐπὶ Πέρσας Ῥωμαίοις ξυστῆναι. οὗτοι μέντοι ἅπαντες οὐκ ἐς ταὐτὸ ἀγηγερμένοι οὐδὲ στράτευμα ἓν ποιησάμενοι ᾔεσαν, ἀλλ' αὐτὸς ἕκαστος τοῖς κατ' αὐτὸν στρατιώταις ἐξηγεῖτο 1.8.5 ἐπὶ τοὺς πολεμίους. χορηγὸς δὲ τῆς τοῦ στρατοπέδου δαπάνης Ἀπίων Αἰγύπτιος ἐστάλη, ἀνὴρ ἐν πατρικίοις ἐπιφανής τε καὶ δραστήριος ἐς τὰ μάλιστα, καὶ αὐτὸν βασιλεὺς κοινωνὸν τῆς βασιλείας ἐν γράμμασιν ἀνεῖπεν, ὅπως οἱ ἐξουσία εἴη τὰ ἐς τὴν δαπάνην ᾗ βούλοιτο διοικήσασθαι. 1.8.6 Ὁ μὲν οὖν στρατὸς οὗτος χρόνῳ τε ξυνελέγοντο καὶ σχολαίτεροι ἐπορεύοντο. διὸ δὴ τοὺς βαρβάρους ἐν γῇ τῇ Ῥωμαίων οὐχ εὗρον, ἐπεὶ ἐξ ἐπιδρομῆς οἱ Πέρσαι τὴν ἔφοδον ποιησάμενοι αὐτίκα δὴ ἐς τὰ πά1.8.7 τρια ἤθη ἀνεχώρησαν ξὺν πάσῃ τῇ λείᾳ. τῶν δὲ στρατηγῶν οὐδεὶς ἐς πολιορκίαν τῶν ἐν Ἀμίδῃ ἀπολελειμμένων ἐν τῷ παρόντι καθίστασθαι ἤθελε· πολλὰ γὰρ ἐσκομίσασθαι σφᾶς τὰ ἐπιτήδεια ἔμαθον· ἀλλ' ἐς τῶν πολεμίων τὴν χώραν ἐσβολὴν ποιήσασθαι ἐν 1.8.8 σπουδῇ εἶχον. οὐ μὴν ἐπὶ τοὺς βαρβάρους κοινῇ ᾔεσαν, ἀλλὰ χωρὶς ἀλλήλων