53
Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι, Χοσρόης ὁ Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἅμα ἦρι ἀρχομένῳ στρατῷ μεγάλῳ ἐσέβαλε, τήν τε ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυεν. ᾔει δὲ οὐ κατὰ τὴν μέσην τῶν ποταμῶν 2.5.2 χώραν, ἀλλὰ τὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων. ἔστι δὲ τοῦ ποταμοῦ ἐπὶ θάτερα Ῥωμαίων φρούριον ἔσχατον, ὃ Κιρκήσιον ἐπικαλεῖται, ἐχυρὸν ἐς τὰ μάλιστα ὂν, ἐπεὶ Ἀβόρρας μὲν ποταμὸς μέγας ἐνταῦθα τὰς ἐκβολὰς ἔχων τῷ Εὐφράτῃ ἀναμίγνυται, τὸ δὲ φρούριον τοῦτο πρὸς αὐτῇ που τῇ γωνίᾳ κεῖται, ἣν δὴ τοῖν ποταμοῖν 2.5.3 ἡ μίξις ποιεῖται. καὶ τεῖχος δὲ ἄλλο μακρὸν τοῦ φρουρίου ἐκτὸς χώραν τὴν μεταξὺ ποταμοῦ ἑκατέρου ἀπολαμβάνον τρίγωνον ἐνταῦθα ἀμφὶ τὸ Κιρκήσιον 2.5.4 ἐπιτελεῖ σχῆμα. διὸ δὴ ὁ Χοσρόης οὔτε φρουρίου ἐθέλων οὕτω δὴ ἐχυροῦ ἀποπειρᾶσθαι οὔτε διαβαίνειν ποταμὸν Εὐφράτην διανοούμενος, ἀλλ' ἐπὶ Σύρους τε καὶ Κίλικας ἰέναι, οὐδὲν διαμελλήσας, ἐπίπροσθεν τὸν στρατὸν ἤλαυνε, τριῶν τε σχεδόν τι ὁδὸν ἡμερῶν εὐζώνῳ ἀνδρὶ παρὰ τοῦ Εὐφράτου τὴν ὄχθην ἀνύσας πόλει Ζηνοβίᾳ ἐπιτυγχάνει· ἣν ἡ Ζηνοβία ποτὲ δειμαμένη τὴν ἐπωνυμίαν τῇ πόλει, ὡς τὸ εἰκὸς, ἔδωκεν. 2.5.5 ἦν δὲ ἡ Ζηνοβία Ὀδονάθου γυνὴ, τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος, οἳ Ῥωμαίοις ἔνσπονδοι ἐκ παλαιοῦ 2.5.6 ἦσαν. οὗτος ὁ Ὀδονάθος ἀνεσώσατο Ῥωμαίοις τὴν ἑῴαν ἀρχὴν ὑπὸ Μήδοις γεγενημένην. ἀλλὰ ταῦτα 2.5.7 μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο. Χοσρόης δὲ τότε ἄγχιστά που τῆς Ζηνοβίας ἥκων, ἐπειδὴ τὸ χωρίον οὔτε ἀξιόλογον ἔμαθεν εἶναι καὶ τὴν χώραν κατενόησεν ἀοίκητόν τε καὶ πάντων ἀγαθῶν ἔρημον οὖσαν, δείσας μή τίς οἱ χρόνος ἐνταῦθα τριβεὶς πράξεσι μεγάλαις ἐπ' οὐδενὶ ἔργῳ ἐμπόδιος εἴη, ἀπεπειράσατο μὲν ὁμολογίᾳ τὸ χωρίον ἑλεῖν. ὡς δὲ οὐδὲν προὐχώρει, πρόσω κατὰ τάχος τὸν στρατὸν ἤλαυνεν. 2.5.8 Ὁδόν τε αὖθις τοσαύτην ἀνύσας ἀφίκετο ἐς πόλιν Σούρων, πρὸς τῷ Εὐφράτῃ ποταμῷ οὖσαν, ἧς δὴ 2.5.9 ἀγχοτάτω γενόμενος ἔστη. ἐνταῦθα δὲ τῷ ἵππῳ ξυνέβη, ἐφ' οὗ ὁ Χοσρόης ἐκάθητο, χρεμετίσαι τε καὶ τῷ ποδὶ τὸ ἔδαφος κρούειν. ὃ δὴ οἱ μάγοι ξυμβαλόντες ἁλώσε2.5.10 σθαι τὸ χωρίον ἀπέφαινον. ὁ δὲ στρατοπεδευσάμενος ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσων τὸ στράτευμα 2.5.11 ἐπῆγεν. ἐτύγχανε δέ τις ὄνομα μὲν Ἀρσάκης, Ἀρμένιος δὲ γένος, τῶν ἐνταῦθα στρατιωτῶν ἄρχων, ὃς τοὺς στρατιώτας ἐς τὰς ἐπάλξεις ἀναβιβάσας, ἐνθένδε τε μαχόμενος ἰσχυρότατα καὶ πολλοὺς τῶν πολεμίων 2.5.12 κτείνας, τοξεύματι βληθεὶς ἐτελεύτησε. καὶ Πέρσαι μὲν τότε (ἦν γὰρ τῆς ἡμέρας ὀψὲ) ὡς αὖθις τῇ ὑστεραίᾳ τειχομαχήσοντες ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, Ῥωμαῖοι δὲ ἀπογνόντες, ἅτε τετελευτηκότος σφίσι τοῦ ἄρχοντος, ἱκέται διενοοῦντο Χοσρόου γενέ2.5.13 σθαι. τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸν τῆς πόλεως ἐπίσκοπον δεησόμενόν τε καὶ τὸ χωρίον ἐξαιτησόμενον ἔπεμψαν, ὃς τῶν ὑπηρετῶν τινας ἐπαγόμενος, ὄρνις τε φέροντας καὶ οἶνον καὶ καθαροὺς ἄρτους, παρὰ Χοσρόην ἀφίκετο, ἐς δὲ τὸ ἔδαφος καθῆκεν αὑτὸν καὶ δεδακρυμένος ἱκέτευε φείδεσθαι ἀνθρώπων οἰκτρῶν καὶ πόλεως Ῥωμαίοις μὲν ἀτιμοτάτης, Πέρσαις δὲ ἐν οὐδενὶ λόγῳ οὔτε τὰ πρότερα γεγενημένης οὔτε ὕστερόν ποτε ἐσομένης· λύτρα τέ οἱ τοὺς Σουρηνοὺς δώσειν σφῶν τε αὐτῶν καὶ πόλεως ἧσπερ οἰκοῦσιν ἐπαξίως ὑπέσχετο. 2.5.14 Χοσρόης δὲ Σουρηνοῖς μὲν χαλεπῶς εἶχεν, ὅτι δὴ αὐτῷ πρῶτοι περιπεπτωκότες Ῥωμαίων ἁπάντων οὔτε τῇ πόλει ἐδέξαντο ἐθελούσιοι, ἀλλὰ καὶ ἀνταίρειν οἱ ὅπλα τολμήσαντες πολύν τινα δοκίμων Περσῶν ὅμι2.5.15 λον ἔκτειναν. τὴν μέντοι ὀργὴν οὐκ ἐξήνεγκεν, ἀλλ' ὑπὸ τῷ προσώπῳ ἀκριβῶς ἔκρυψεν, ὅπως τὴν κόλασιν ἐς Σουρηνοὺς ποιησάμενος φοβερόν τε Ῥωμαίοις αὑτὸν καὶ ἄμαχόν τινα καταστήσηται. οὕτω γάρ οἱ προσχωρήσειν οὐδενὶ πόνῳ ὑπετόπαζε τοὺς ἐν ποσὶν ἀεὶ 2.5.16 γενησομένους. διὸ δὴ ξύν τε φιλοφροσύνῃ πολλῇ τὸν ἐπίσκοπον ἐξανέστησε, καὶ τὰ δῶρα δεξάμενος παρείχετό τινα δόκησιν ὡς ἀμφὶ τοῖς Σουρηνῶν λύτροις αὐτίκα κοινολογησόμενος Περσῶν τοῖς λογί2.5.17 μοις εὖ τὴν δέησιν διαθήσεται. οὕτω τε ξὺν τοῖς ἑπομένοις τὸν ἐπίσκοπον ἀπεπέμψατο, οὐδεμίαν τῆς ἐπιβουλῆς