175
Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα. 4.25.20 καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐδέ τι ἐξήνεγκε τῶν αὐτῷ τε καὶ Γονθάριδι 4.25.21 ξυγκειμένων. ἀλλήλοις δὲ ἄμφω πολέμιοί τε καὶ δυσμενεῖς ταῖς γνώμαις ὄντες νῷ τε πονηρῷ ξυνετάσσοντο, ἐπί τε τὸν οἰκεῖον ἑκάτερος φίλον ἀλλήλοις 4.25.22 ξυστρατεύοντες ᾔεσαν. τοιαύτῃ μὲν γνώμῃ Κουτζίνας τε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν, ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἡ ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ 4.25.23 ἀνελέσθαι τὴν Λιβύης ἀρχήν. ἀπάτῃ τοίνυν τὸν Ἀρεόβινδον περιελθὼν πείθει τοῖς πολεμίοις ἐπεξελθόντα ὁμόσε ἰέναι, ἤδη που Καρχηδόνος ἄγχιστα 4.25.24 ἥκουσιν. ἐδόκει γοῦν αὐτῷ τῇ ὑστεραίᾳ παντὶ τῷ στρατῷ ἐξηγήσεσθαι ἐπὶ τοὺς πολεμίους ἅμα ἡλίῳ 4.25.25 ἀνίσχοντι. ἀλλ' Ἀρεόβινδος ἀπείρως τε λίαν ἐς τὸ πρᾶγμα τοῦτο καὶ ὀκνηρῶς ἔχων μελλήσει ἐχρῆτο οὐ4.25.26 δενὶ λόγῳ. μελετῶν τε γὰρ ὅπως ἐνδύσαιτο τὴν τῶν ὅπλων σκευὴν καὶ τἄλλα ἐξαρτυόμενος ἐς τὴν ἔξοδον 4.25.27 τὸν πλεῖστον τῆς ἡμέρας ἀνάλωσε χρόνον. διὸ δὴ τὴν παράταξιν ἐς τὴν ἐπιοῦσαν ἀποθέμενος ἡσυχῆ ἔμενε. 4.25.28 Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν πεποιῆσθαι ὑποτοπήσας ἅτε τῶν πρασσομένων αἰσθανόμενον, ἐκ τοῦ ἐμφανοῦς τόν τε φόνον τοῦ στρατηγοῦ καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν ἐπιτελεῖν ἔγνω. 4.26.1 Ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας, οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδρας τε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτός τε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν 4.26.2 μέσαις ταῖς πύλαις. ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται (ἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς 4.26.3 πάντας ἀνθρώπους. τοῦτό τε αὐτοῖς οὐκ ἄπο τοῦ εἰκότος γενέσθαι ξυμβαίνει. ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ' ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας 4.26.4 σταθμώμενος τρόπον. διὸ δὴ οὐδὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαι), ἀλλ' ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήν τε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος 4.26.5 Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ 4.26.6 ἐπιγενόμενος διεκώλυσε. μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόν τε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς 4.26.7 μετεπέμπετο. παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτὸς, τῷ τε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ' αὐτίκα μάλα ἐπ' αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω 4.26.8 γεγονέναι κακόν. τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινὰ, Φρέδαν 4.26.9 ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης. ἐπεὶ δὲ ὁ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ' αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο. 4.26.10 Ἐν τούτῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρός τε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόν τε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷ τε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετό τε εἴπερ αὐτοῖς βουλομένοις εἴη ἄμφω ξυλλαβοῦσιν 4.26.11 ἐν φυλακῇ ἔχειν. οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον ἢ τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, ἢ καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐ4.26.12 δενὶ λόγῳ. χρήματα μέντοι αὐτὸς