80
ἐνθένδε ἀπαλλαγεὶς «ὁ βάρβαρος οὗτος ἑτέρᾳ τινὶ ἐπισκήψει βασιλέως Ἰου»στινιανοῦ χώρᾳ, καὶ ταύτῃ διαφερόντως μὲν ἀγαθῇ, «φρουρὰν δὲ οὐδαμῆ στρατιωτῶν ἐχούσῃ, εὖ ἴστε ὅτι «τὸ ξὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ 2.20.27 «τῷ παντὶ ἄμεινον. οὐ γὰρ ἂν σωτηρία τοῦτό γε, «ἀλλὰ προδοσία δικαίως καλοῖτο. ἀλλ' ἥκετε ὅτι «τάχιστα ἐς τὸν Εὐρωπὸν, οὗ δὴ συλλέξας τὸ στρά»τευμα ὅλον ὅσα ἂν ὁ θεὸς διδῷ ἐλπίδα ἔχω τοὺς 2.20.28 «πολεμίους ἐργάσασθαι.» ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες εἶδον, ἐθάρρησάν τε καὶ Ἰοῦστον μὲν ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔλιπον ἐφ' ᾧ τὴν Ἱεράπολιν φυλάξουσιν, οἱ δὲ λοιποὶ τῷ ἄλλῳ στρατῷ ἐς Εὐρωπὸν ἦλθον. 2.21.1 Χοσρόης δὲ μαθὼν Βελισάριον παντὶ τῷ Ῥωμαίων στρατῷ ἐστρατοπεδεῦσθαι ἐν Εὐρωπῷ, πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, τῶν δὲ βασιλικῶν γραμματέων ἕνα, Ἀβανδάνην ὄνομα, δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, παρὰ Βελισάριον ἔπεμψε, τὸν στρατηγὸν ὁποῖός ποτε εἴη κατασκεψόμενον, τῷ δὲ λόγῳ μεμψόμενον, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐς Πέρσας ἥκιστα πέμψειεν, ἐφ' ᾧ τὰ ἀμφὶ τῇ εἰρήνῃ κατὰ τὰ ξυγκείμενα πρυτανεύσωσιν. ὅπερ μαθὼν Βελισάριος 2.21.2 ἐποίει τοιάδε. αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς μάλιστα μακράν που ἄποθεν τοῦ στρατοπέδου ὡς κυνηγετήσων ἐστάλη, ∆ιογένην δὲ τὸν δορυφόρον καὶ Ἀδόλιον τὸν Ἀκακίου, ἄνδρα Ἀρμένιον γένος, βασιλεῖ μὲν ἀεὶ ἐν παλατίῳ τὰ ἐς τὴν ἡσυχίαν ὑπηρετοῦντα (σιλεντιαρίους Ῥωμαῖοι καλοῦσιν οἷς ἡ τιμὴ αὕτη ἐπίκειται), τότε δὲ Ἀρμενίων τινῶν ἄρχοντα, τὸν ποταμὸν διαβάντας ξὺν ἱππεῦσι χιλίοις περιιέναι τὴν ἐκείνῃ ἠιόνα ἐκέλευε, δόκησιν ἀεὶ παρεχομένους τοῖς πολεμίοις ὡς, ἢν ἐθέλωσι τὸν Εὐφράτην διαβάντες ἐπὶ τὰ σφέτερα αὐτῶν ὁδῷ ἰέναι, οὐ μήποτε ἐπιτρέψουσι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. 2.21.3 Βελισάριος δὲ, ἐπεὶ τὸν πρεσβευτὴν ἄγχιστά πη ἐπέπυστο εἶναι, καλύβην ἐκ παχειῶν τινῶν σινδόνων πηξάμενος, ἣν δὴ παπυλεῶνα καλεῖν νενομίκασιν, ἐκάθητο ἐκεῖ, ὥσπερ ἐν χωρίῳ ἐρήμῳ, παραδηλῶν ὅτι δὴ οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκοι. τοὺς δὲ στρατιώ2.21.4 τας διέταξεν ὧδε. τῆς μὲν καλύβης ἐφ' ἑκάτερα Θρᾷκές 2.21.4 τε καὶ Ἰλλυριοὶ ἦσαν, Γότθοι δὲ μετ' αὐτοὺς, καὶ τούτων ἐχόμενοι Ἔρουλοι, μεθ' οὓς Βανδίλοι τε καὶ Μαυρούσιοι ἦσαν. τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον. 2.21.5 οὐ γὰρ ἑστῶτες ἐπὶ χώρας ἀεὶ τῆς αὐτῆς ἔμενον, ἀλλὰ διεστηκότες τε ἀπ' ἀλλήλων καὶ περιπάτους ποιούμενοι παρέργως τε καὶ ὡς ἥκιστα κατεσπουδασμένως ἐς τὸν 2.21.6 Χοσρόου πρεσβευτὴν ἔβλεπον. εἶχε δὲ αὐτῶν οὐδεὶς οὔτε χλαμύδα οὔτε ἄλλην ἐπωμίδα τινὰ, ἀλλὰ χιτῶνας μὲν λινοῦς καὶ ἀναξυρίδας ἀμπεχόμενοι, εἶτα διεζωσ2.21.7 μένοι ἐβάδιζον. εἶχε δὲ τὴν τοῦ ἵππου μάστιγα ἕκαστος, ὅπλον δὲ τῷ μὲν ξίφος ἦν, τῷ δὲ πέλεκυς, 2.21.8 τῷ δὲ τόξα γυμνά. δόκησίν τε παρείχοντο ἅπαντες ὅτι δὴ ἀφροντιστήσαντες τῶν ἄλλων ἁπάντων κυνη2.21.9 γετήσειν ἠπείγοντο. ὁ μὲν οὖν Ἀβανδάνης Βελισαρίῳ ἐς ὄψιν ἥκων δεινὰ ποιεῖσθαι τὸν βασιλέα Χοσρόην ἔφη, ὅτι δὴ καθὰ ξυνέκειτο πρότερον οὐ πέμψειε παρ' αὐτὸν τοὺς πρέσβεις ὁ Καῖσαρ (οὕτω γὰρ τὸν Ῥωμαίων βασιλέα καλοῦσι Πέρσαι) καὶ ἀπ' αὐτοῦ ὁ Χοσρόης ἠνάγκαστο ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν. 2.21.10 Βελισάριος δὲ οὔτε κατορρωδήσας, ἅτε πη ἄγχιστα ἐστρατοπεδευμένων βαρβάρων τοσούτων τὸ πλῆθος, οὔτε τῷ λόγῳ ἐς ταραχήν τινα καταστὰς, ἀλλὰ γελῶντί τε καὶ ἀνειμένῳ τῷ προσώπῳ ἀμείβεται «Οὐ ταύτῃ» λέγων «ᾗ τῷ Χοσρόῃ τανῦν εἴργασται νενόμισται τοῖς 2.21.11 «ἀνθρώποις τὰ πράγματα. οἱ μὲν γὰρ ἄλλοι, ἤν τι «ἀντιλέγοιτο σφίσι τε καὶ τῶν πέλας τισὶ, πρεσβεύουσι «μὲν ἐς αὐτοὺς πρότερον, ἐπειδὰν δὲ τῶν μετρίων μὴ 2.21.12 «τύχωσιν, οὕτω δὴ πολέμῳ ἐπ' αὐτοὺς ἴασιν. ὁ δὲ «γενόμενος ἐν μέσοις Ῥωμαίοις, εἶτα τοὺς ὑπὲρ τῆς «εἰρήνης προτείνεται λόγους.» ὁ μὲν τοσαῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο. 2.21.13 Ὁ δὲ παρὰ Χοσρόην γενόμενος παρῄνει οἱ ὅτι τά2.21.14 χιστα ἀπαλλάσσεσθαι. στρατηγῷ τε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳ τε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους