52
ἐντὸς τῶν μακρῶν τειχῶν γεγενημένοι καὶ τοῖς ἐν Χερρονήσῳ Ῥωμαίοις ἀπροσδόκητοι ἐπιπεσόντες, ἔκτεινάν τε πολ2.4.9 λοὺς καὶ ἠνδραπόδισαν σχεδὸν ἅπαντας. ὀλίγοι δέ τινες καὶ διαβάντες τὸν μεταξὺ Σηστοῦ τε καὶ Ἀβύδου πορθμὸν, ληισάμενοί τε τὰ ἐπὶ τῆς Ἀσίας χωρία καὶ αὖθις ἐς Χερρόνησον ἀναστρέψαντες ξὺν τῷ ἄλλῳ στρατῷ καὶ πάσῃ τῇ λείᾳ ἐπ' οἴκου ἀπεκομίσθησαν. 2.4.10 ἐν ἑτέρᾳ τε εἰσβολῇ τούς τε Ἰλλυριοὺς καὶ Θεσσαλοὺς ληισάμενοι τειχομαχεῖν μὲν ἐνεχείρησαν ἐν Θερμοπύλαις, τῶν δὲ ἐν τοῖς τείχεσι φρουρῶν καρτερώτατα ἀμυνομένων διερευνώμενοι τὰς περιόδους παρὰ δόξαν τὴν ἀτραπὸν εὗρον ἣ φέρει εἰς τὸ ὄρος ὃ ταύτῃ 2.4.11 ἀνέχει. οὕτω τε σχεδὸν ἅπαντας Ἕλληνας, πλὴν 2.4.12 Πελοποννησίων, διεργασάμενοι ἀπεχώρησαν. Πέρσαι δὲ οὐ πολλῷ ὕστερον τὰς σπονδὰς λύσαντες ἔργα Ῥωμαίους τοὺς ἑῴους εἰργάσαντο ἅπερ ἐγὼ αὐτίκα δὴ 2.4.13 μάλα δηλώσω. Βελισάριος ἐπεὶ τῶν Γότθων τε καὶ Ἰταλιωτῶν βασιλέα Οὐίττιγιν καθελὼν ζῶντα ἐς Βυζάντιον ἤνεγκεν. ὅπως δὲ ὁ Περσῶν στρατὸς ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλεν, ἐρῶν ἔρχομαι. 2.4.14 Ἡνίκα Χοσρόου πολεμησείοντος Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίν τε ποιεῖσθαί τινα καὶ τῆς 2.4.15 ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν. ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ ∆άρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν ∆άρας 2.4.16 ἔναγχος γενομένην τυραννίδα καταλελύκει. τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς 2.4.17 ἔπεμψε γράμματα γράψας· ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον «ἱκανῶς ἤσκηται πολέμου φυομένας αἰτίας, ἄλλως τε «καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ «ἀποτέμνεσθαι· ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν «αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχης τε καὶ τα2.4.18 «ραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι. εἰρήνην «μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά «ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ «τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ 2.4.19 «τῶν πραγμάτων νενόμικε φύσις. πόλεμον δὲ κατὰ «γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν 2.4.20 «ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι. καίτοι σὺ μὲν «ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, «ταῦτά τε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπού»δακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ' «ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς πα2.4.21 «ραπετάσματος ἐφιεμένῳ ξυνοίσειν δοκεῖ. ἡμῖν δὲ «πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος «καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς δια»πεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρ»παγὰς, ἀνθρώπων φόνους τε καὶ ἀνδραποδισμοὺς «τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι 2.4.22 «ἡμᾶς, ἀλλ' ἀπολογεῖσθαι δεήσει. τὰ γὰρ τῶν ἠδικη»κότων ἐγκλήματα αἱ πράξεις, οὐχ αἱ διάνοιαι, δηλοῦσι «τοῖς πέλας. ἀλλὰ καὶ τούτων τοιούτων ὄντων ἡμεῖς «μὲν ἔχεσθαι καὶ ὣς τῆς εἰρήνης ἐγνώκαμεν, σὲ δὲ «πολεμησείοντα ἐπὶ Ῥωμαίους ἀκούομεν ἀναπλάττειν 2.4.23 «αἰτίας οὐδαμόθεν ἡμῖν προσηκούσας. εἰκότως· οἱ μὲν «γὰρ τὰ παρόντα περιστέλλειν ἐν σπουδῇ ἔχοντες καὶ «σφόδρα ἐγκειμένας ἀποσείονται τὰς ἐπὶ τοὺς φίλους «αἰτίας, οὓς δὲ ὁ τῆς φιλίας οὐκ ἀρέσκει θεσμὸς, καὶ 2.4.24 «τὰς οὐκ οὔσας ἐφίενται πορίζεσθαι σκήψεις. ἀλλὰ «ταῦτα μὲν οὐδὲ τοῖς τυχοῦσιν ἀνθρώποις, μή τί γε 2.4.25 «δὴ βασιλεῦσι, πρέπειν ἂν δόξειε. σὺ δὲ τούτων «ἀφέμενος σκόπει μὲν τὸ μέτρον τῶν ἑκατέρωθεν κατὰ «τὸν πόλεμον ἀπολουμένων καὶ τίς ἂν εἴη τῶν ξυμ»πεσουμένων τὴν αἰτίαν φέρεσθαι δίκαιος, λογίζου δὲ «τοὺς ὅρκους, οὓς δὴ ὀμοσάμενός τε καὶ τὰ χρήματα «κομισάμενος, εἶτα ἀτιμάσας οὐ δέον τέχναις τισὶν ἢ «σοφίσμασι παραγαγεῖν οὐκ ἂν δύναιο· τὸ γὰρ θεῖον «κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε πρὸς πάντων ἀνθρώ2.4.26 «πων.» ταῦτα ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ' αὐτοῦ μένειν ἠνάγκαζεν. 2.5.1 Ἐπειδὴ δὲ ὁ μὲν χειμὼν ἤδη ὑπέληγε, τρίτον δὲ καὶ δέκατον ἔτος ἐτελεύτα