98
ὑφίσταντο, καίπερ ὀλίγοι ἀπολελειμμένοι ἐς ἄγαν. ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχοῦντες οὐδὲν ἤνυον, ἐπὶ τὸ διορύσσειν αὖθις ἐτράποντο. ἐς τόσον τε τοῦ ἔργου τούτου ἀφίκοντο, ὡς μηκέτι ἐπ' ἐδάφους τὰ τοῦ περιβόλου θεμέλια εἶναι, ἀλλ' ἐπὶ κενοῦ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστάναι, πεσούμενα, ὡς τὸ εἰκὸς, αὐτίκα δὴ μάλα. 2.29.43 καὶ εἰ μὲν ∆αγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι· νῦν δὲ τὰς ἐκ βασιλέως καραδοκῶν ἐλπίδας μέλλων τε ἀεὶ καὶ τρίβων τὸν χρόνον ἡσυχῆ ἔμενε. ταῦτα μὲν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐπράσσετο τῇδε. 2.30.1 Μερμερόης δὲ, ἐπεὶ τοὺς Ἰβηρίας ὅρους παντὶ τῷ Μήδων στρατῷ ἤμειψε, πρόσω ἐχώρει, ποταμὸν Φᾶσιν ἐν δεξιᾷ ἔχων· διὰ γὰρ τῶν ἐπὶ Λαζικῆς χωρίων ἰέναι οὐδαμῆ ἤθελε, τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα 2.30.2 ὑπαντιάσαι. Πέτραν γὰρ πόλιν καὶ Πέρσας τοὺς ἐνταῦθα διασώσασθαι ἐν σπουδῇ εἶχε, καίτοι καὶ μοῖρά 2.30.3 τις τοῦ περιβόλου καταπεπτώκει ἐξαπιναίως. ᾐώρητο γὰρ, ὥσπερ μοι εἴρηται· ἄνδρες τε τοῦ Ῥωμαίων στρατοῦ ἐς πεντήκοντα ἐθελούσιοι ἐν τῇ πόλει γενόμενοι 2.30.4 βασιλέα Ἰουστινιανὸν ἀνεβόων καλλίνικον. ἡγεῖτο δὲ αὐτῶν νεανίας τις Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, 2.30.5 Θωμᾶ υἱὸς, ὅνπερ Γούζην ἐπίκλησιν ἐκάλουν. οὗτος ὁ Θωμᾶς πολλὰ τῶν ἀμφὶ τὴν Λαζικὴν ὀχυρωμάτων ἐδείματο, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τῶν ἐκείνῃ στρατιωτῶν ἦρξεν, ἔμφρων τε βασιλεῖ ἔδοξεν εἶναι. 2.30.6 ὁ μὲν οὖν Ἰωάννης, Περσῶν σφίσιν ἐς χεῖρας ἐλθόντων, πληγεὶς αὐτίκα ξὺν τοῖς ἑπομένοις ἐς τὸ στρατόπεδον ἀνεχώρησεν, ἐπεὶ οὐδείς οἱ τῶν ἐκ τοῦ Ῥωμαίων 2.30.7 στρατοῦ ἕτερος ἀμύνων ἦλθε· Πέρσης δὲ ἀνὴρ, Μιρράνης ὄνομα, ὅσπερ τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἦρχεν, ἀμφὶ τῇ πόλει δείσας, Πέρσαις μὲν πᾶσιν ἐπέστελλε τῆς φυλακῆς ἐς τὸ ἀκριβὲς μάλιστα ἔχεσθαι, αὐτὸς δὲ παρὰ ∆αγισθαῖον σταλεὶς θῶπάς τε καὶ ἀπατηλοὺς προὐτείνετο λόγους, οὐδενὶ πόνῳ ὁμολογῶν οὐ πολλῷ ὕστερον ἐνδώσειν τὴν πόλιν. ταύτῃ τε παρακρούσασθαι ἴσχυσεν, ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι. 2.30.8 Οἱ δ' οἱ ἀμφὶ Μερμερόην ἐπειδὴ ἀφίκοντο ἐς τὸν στενωπὸν, ἐνταῦθα σφίσι τὸ Ῥωμαίων φυλακτήριον ὑπηντίαζον ἐς ἑκατὸν ὄντες, καρτερῶς τε ἠμύνοντο, καὶ 2.30.9 τοὺς τῆς εἰσόδου ἀποπειρωμένους ἀνέστελλον. Πέρσαι δὲ οὐδαμοῦ ὑπεχώρουν, ἀλλὰ τοὺς κτεινομένους ἀεὶ ἕτεροι ἐκδεχόμενοι πρόσω ἐχώρουν, παντὶ σθένει τὴν 2.30.10 εἴσοδον βιαζόμενοι. θνήσκουσι μὲν Πέρσαι πλέον ἢ χίλιοι, κτείνοντες δὲ Ῥωμαῖοι ἀπεῖπον, τοῦ τε ὁμίλου σφᾶς βιαζομένου ὑπεχώρησάν τε καὶ ἐς τῶν ἐκείνῃ 2.30.11 ὀρῶν τὰς ὑπερβολὰς ἀναδραμόντες ἐσώθησαν. ταῦτα ∆αγισθαῖος μαθὼν αὐτίκα τὴν προσεδρείαν διέλυσεν, οὐδὲν τῷ στρατῷ ἐπιστείλας, ἐπὶ Φᾶσιν τε ποταμὸν ἤλαυνε· καί οἱ Ῥωμαῖοι ξύμπαντες εἵποντο, τὰ σφέτερα 2.30.12 αὐτῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπόντες. Πέρσαι δὲ τὰ ποιούμενα κατιδόντες τάς τε πύλας ἀνέῳγον καὶ ἐπεξελθόντες ἀμφὶ τὰς καλύβας τῶν πολεμίων ἦλθον, ὡς 2.30.13 τὸ στρατόπεδον ἐξαιρήσοντες. Τζάνοι δὲ (οὐ γὰρ ∆αγισθαίῳ ἐπισπόμενοι ἔτυχον) ἐβοήθουν ἐνταῦθα δρόμῳ, τρεψάμενοί τε πόνῳ οὐδενὶ τοὺς πολεμίους 2.30.14 πολλοὺς ἔκτειναν. Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ' οἴκου ἀπεκομίσθησαν. 2.30.15 Μερμερόης δὲ καὶ ὁ Μήδων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν ∆αγισθαίου ὑπαγωγὴν ἐνάτῃ· οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους· οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν. 2.30.16 ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων 2.30.17 ἀπολωλότων σφίσι, παρέχωνται. ὅ τε Μερμερόης ἐπιτωθάζων δακρύων τε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν