168
ἐφ' 4.20.7 «ἑαυτῷ τὴν αἰτίαν πεποιημένος. Μαυρουσίων μὲν τὴν «ἀσθένειαν ὁρᾶτε δήπου καὶ τὸ χωρίον, οὗ δὴ πάντων «ἀπολελειμμένοι τῶν ἀναγκαίων καθείρξαντες αὑτοὺς 4.20.8 «τηροῦσιν. ὑμᾶς δὲ δυοῖν ἀνάγκη τὸ ἕτερον, ἢ τῇ «προσεδρείᾳ μηδαμῶς ἀχθομένους τὴν τῶν πολεμίων «ὁμολογίαν προσδέχεσθαι, ἢ πρὸς ταύτην ὀλιγωροῦντας 4.20.9 «τὴν μετὰ τοῦ κινδύνου προσίεσθαι νίκην. μᾶλλον «δὲ καὶ τὸ πολεμεῖν πρὸς τούσδε ἡμῖν τοὺς βαρβάρους «ἀκίνδυνον ἔσται, οὓς δὴ τῷ λιμῷ μαχομένους ἤδη «οὔποτε ἡμῖν οὐδὲ εἰς χεῖρας ἀφίξεσθαι οἶμαι. ἅπερ «ἐν τῷ παρόντι ὑμᾶς ἐν νῷ ἔχοντας ἅπαντα προσήκει «προθύμως τὰ παραγγελλόμενα ἐκτελεῖν.» 4.20.10 Τοσαῦτα Σολόμων παρακελευσάμενος διεσκοπεῖτο ὅθεν ἂν σφίσι τοῦ χωρίου πειράσασθαι ἄμεινον εἴη, 4.20.11 ἀπορουμένῳ τε ἐπὶ πλεῖστον ἐῴκει. λίαν γάρ οἱ ἄμαχός τις ἡ δυσχωρία ἐφαίνετο. ἐν ᾧ δὲ Σολόμων ταῦτα ἐν νῷ ἐποιεῖτο, ἡ τύχη ὁδόν τινα τοῖς πράγμα4.20.12 σιν ἐπορίσατο τήνδε. Γέζων ἦν τις ἐν τοῖς στρατιώταις πεζὸς, τοῦ καταλόγου ὀπτίων, εἰς ὃν αὐτὸς ἀνεγέγραπτο· οὕτω γὰρ τὸν τῶν συντάξεων χορηγὸν καλοῦσι 4.20.13 Ῥωμαῖοι. οὗτος ὁ Γέζων, εἴτε παίζων εἴτε θυμῷ χρώμενος, ἢ καί τι αὐτὸν θεῖον ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν ἀνέβαινε μόνος καὶ αὐτοῦ μικρὸν ἄποθεν τῶν τινες ξυστρατιωτῶν ᾔεσαν, ἐν θαύματι 4.20.14 πολλῷ ποιούμενοι τὰ γινόμενα. ὑποτοπήσαντες δὲ Μαυρουσίων τρεῖς, οἳ ἐς τὸ φυλάσσειν τὴν εἴσοδον ἐτετάχατο, ἐπὶ σφᾶς ἰέναι τὸν ἄνθρωπον, ἀπήντων 4.20.15 δρόμῳ. ἅτε δὲ ἐν στενοχωρίᾳ οὐ ξυντεταγμένοι ἐβά4.20.16 διζον, ἀλλὰ χωρὶς ἕκαστος ᾔει. παίσας δὲ τὸν πρῶτόν οἱ ἐντυχόντα ὁ Γέζων ἔκτεινεν, οὕτω δὲ καὶ τῶν 4.20.17 ἄλλων ἑκάτερον διειργάσατο. ὃ δὴ κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς 4.20.18 πολεμίους ἐχώρουν. ὡς δὲ τὰ δρώμενα ἤκουσέ τε καὶ εἶδεν ἡ Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐδὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι 4.20.19 ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, 4.20.20 ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια. οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν 4.20.21 ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον. Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε 4.20.22 καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε. Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται. 4.20.23 Ἔστι δέ τις ἐν Αὐρασίῳ πέτρα ἀπότομος κρημνῶν ἐς μέσον ἀνέχουσα· πέτραν αὐτὴν Γεμινιανοῦ καλοῦσιν οἱ ἐπιχώριοι· οὗ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῆ ποιησάμενοι καταφυγήν τινα ἰσχυράν τε καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανού4.20.24 σης ἐδείμαντο. ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα καὶ τὰς γυναῖκας ἡμέραις πρότερον ὀλίγαις ἐναποθέμενος, ἕνα τε γέροντα Μαυρούσιον φύλακα τῶν 4.20.25 χρημάτων καταστησάμενος. οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ' ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον 4.20.26 ἑλεῖν. ἀλλὰ Ῥωμαῖοι τότε τοῦ Αὐρασίου τὰς δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον, καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον ξὺν γέλωτι ἐνεχείρησεν· αἱ δὲ γυναῖκες ἐτώθαζον, ἅτε δὴ τῶν ἀμηχάνων ἐφιεμένου 4.20.27 καταγελῶσαι. τοῦτο δὲ καὶ ὁ πρεσβύτης ἀπὸ τοῦ πύργου διακύψας ἐποίει· ὁ δὲ Ῥωμαῖος στρατιώτης ἐπειδὴ χερσί τε καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος ἡσυχῆ τὸ ξίφος ἐξήλατό τε ὡς εἶχε τάχους καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν παίει, 4.20.28 τεμεῖν τε αὐτὸν διαμπὰξ ἴσχυσεν. ἥ τε κεφαλὴ ἐξέπεσεν εἰς τὸ ἔδαφος, καὶ οἱ στρατιῶται θαρσοῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς