373
8.20.6 Θούλη δὲ, ὅσα γε ἀνθρώπους εἰδέναι, ἐς Ὠκεανοῦ τοῦ πρὸς τῇ ἄρκτῳ τὰ ἔσχατα κεῖται. ἀλλὰ τὰ μὲν ἀμφὶ Βρεττανίᾳ καὶ Θούλῃ ἐν τοῖς ἔμπροσθέν μοι λόγοις ἐρρήθη· Βριττίαν δὲ τὴν νῆσον ἔθνη τρία πολυανθρωπότατα ἔχουσι, βασιλεύς τε εἷς αὐτῶν 8.20.7 ἑκάστῳ ἐφέστηκε. καὶ ὀνόματα κεῖται τοῖς ἔθνεσι τούτοις Ἀγγίλοι τε καὶ Φρίσσονες καὶ οἱ τῇ νήσῳ 8.20.8 ὁμώνυμοι Βρίττωνες. τοσαύτη δὲ ἡ τῶνδε τῶν ἐθνῶν πολυανθρωπία φαίνεται οὖσα, ὥστε ἀνὰ πᾶν ἔτος κατὰ πολλοὺς ἐνθένδε μετανιστάμενοι ξὺν γυναιξὶ καὶ παι8.20.9 σὶν ἐς Φράγγους χωροῦσιν. οἱ δὲ αὐτοὺς ἐνοικίζουσιν ἐς γῆς τῆς σφετέρας τὴν ἐρημοτέραν δοκοῦσαν εἶναι, 8.20.10 καὶ ἀπ' αὐτοῦ τὴν νῆσον προσποιεῖσθαί φασιν. ὥστε ἀμέλει οὐ πολλῷ πρότερον ὁ Φράγγων βασιλεὺς ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς παρὰ βασιλέα Ἰουστινιανὸν ἐς Βυζάντιον στείλας ἄνδρας αὐτοῖς ἐκ τῶν Ἀγγίλων ξυνέπεμψε, φιλοτιμούμενος ὡς καὶ ἡ νῆσος ἥδε πρὸς αὐτοῦ ἄρχεται. τὰ μὲν οὖν κατὰ τὴν Βριττίαν καλουμένην νῆσον τοιαῦτά ἐστι. 8.20.11 Τῶν δὲ Οὐάρνων ἀνήρ τις οὐ πολλῷ πρότερον, Ἑρμεγίσκλος ὄνομα, ἦρχεν. ὅσπερ τὴν βασιλείαν κρατύνασθαι διὰ σπουδῆς ἔχων, τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Φράγγων ἄρχοντος γυναῖκα γαμετὴν ἐποιήσατο. 8.20.12 τετελευτήκει γὰρ αὐτῷ ἔναγχος ἡ πρότερον ξυνοικοῦσα γυνὴ, παιδὸς ἑνὸς γενομένη μήτηρ, ὃν καὶ ἀπέλιπε τῷ πατρὶ Ῥάδιγιν ὄνομα, ᾧ δὴ ὁ πατὴρ παρθένου κόρης, γένους Βριττίας, ἐμνήστευσε γάμον, ἧσπερ ἀδελφὸς βασιλεὺς ἦν τότε Ἀγγίλων τοῦ ἔθνους, χρήματα μεγάλα τῷ τῆς μνηστείας αὐτῇ δεδωκὼς λόγῳ. 8.20.13 οὗτος ἀνὴρ ξὺν Οὐάρνων τοῖς λογιμωτάτοις ἐν χωρίῳ τῳ ἱππευόμενος ὄρνιν τινὰ ἐπὶ δένδρου τε καθήμενον 8.20.14 εἶδε καὶ πολλὰ κρώζοντα. εἴτε δὲ τοῦ ὄρνιθος τῆς φωνῆς ξυνεὶς εἴτε ἄλλο μέν τι ἐξεπιστάμενος, ξυνεῖναι δὲ τοῦ ὄρνιθος μαντευομένου τερατευσάμενος, τοῖς παροῦσιν εὐθὺς ἔφασκεν ὡς τεθνήξεται τεσσαράκοντα 8.20.15 ἡμέραις ὕστερον. τοῦτο γὰρ αὐτῷ τὴν τοῦ ὄρνιθος δηλοῦν πρόρρησιν. «Ἐγὼ μὲν οὖν προορώμενος» ἔφη «ὅπως δὴ ὡς ἀσφαλέστατα ξὺν τῇ ἀπραγμοσύνῃ «βιώσεσθε, τοῖς τε Φράγγοις ἐς κῆδος συνῆλθον, «γυναῖκα ἐνθένδε τὴν ἐμοὶ ξυνοικοῦσαν ἐπαγαγόμενος, «καὶ τῷ παιδὶ τῷ 'μῷ περιβέβλημαι τὴν Βριττίαν μνη8.20.16 «στήν. ἀλλὰ νῦν, ἐπεὶ ἐγὼ μὲν τεθνήξεσθαι ὑποτο»πάζω αὐτίκα δὴ μάλα, εἰμὶ δὲ ἄπαις ἄρσενός τε καὶ «θήλεος γόνου, ὅσα γε τὰ γυναικὸς τῆσδε, πρὸς δὲ «καὶ ὁ παῖς ἀνυμέναιός τε καὶ ἄνυμφος ἔτι νῦν ἐστι, «φέρε ὑμῖν ἐπικοινώσομαι τὴν ἐμὴν διάνοιαν, καὶ εἴ «τι ὑμῖν οὐκ ἀσύμφορον δόξειεν εἶναι, ὑμεῖς δὲ αὐτὴν, «ἐπειδὰν ἀφίκωμαι τάχιστα ἐς τὸ μέτρον τοῦ βίου, 8.20.17 «τύχῃ ἀγαθῇ κατακυροῦντες διαπεραίνετε. οἶμαι τοί»νυν Οὐάρνοις ξυνοίσειν τὴν κηδείαν ἐς Φράγγους 8.20.18 «μᾶλλον ἢ ἐς τοὺς νησιώτας ποιεῖσθαι. Βρίττιοι μὲν «γὰρ οὐδὲ ὅσον ἐπιμίγνυσθαι ὑμῖν οἷοί τέ εἰσιν, ὅτι «μὴ ὀψέ τε καὶ μόλις· Οὔαρνοι δὲ καὶ Φράγγοι τουτὶ «μόνον τοῦ Ῥήνου τὸ ὕδωρ μεταξὺ ἔχουσιν, ὥστε «αὐτοὺς ἐν γειτόνων μὲν ὡς πλησιαίτατα ὄντας ὑμῖν, «ἐς δυνάμεως δὲ κεχωρηκότας μέγα τι χρῆμα, ἐν προ»χείρῳ ἔχειν εὖ ποιεῖν τε ὑμᾶς καὶ λυμαίνεσθαι, ἡνίκα 8.20.19 «ἂν αὐτοῖς βουλομένοις εἴη. λυμανοῦνται δὲ πάντως, «ἢν μὴ τὸ κῆδος αὐτοῖς ἐμπόδιον ἔσται. βαρεῖα γὰρ «φύσει τοῖς ἀνθρώποις ὑπερβάλλουσα αὐτοὺς τῶν «πλησιοχώρων δύναμις γίνεται καὶ πρὸς ἀδικίαν ἑτοι»μοτάτη, ἐπεὶ γείτονι δυνατῷ ῥᾴδιον ἐπὶ τοὺς πέλας 8.20.20 «οὐδὲν ἀδικοῦντας ἐκπορίζεσθαι πολέμου αἰτίας. ὅτε «τοίνυν ταῦτα οὕτως ἔχει, παρείσθω μὲν ὑμῖν τοῦ «παιδὸς τοῦδε νησιῶτις μνηστὴ χρήματα πάντα, ὅσα «παρ' ἡμῶν κεκομισμένη τούτου δὴ ἕνεκα ἔτυχε, τῆς «ὕβρεως ἀπενεγκαμένη μισθὸν, ᾗ νόμος ἀνθρώπων ὁ «κοινὸς βούλεται· Ῥάδιγις δὲ ὁ παῖς ξυνοικιζέσθω τῇ «μητρυιᾷ τὸ λοιπὸν τῇ αὑτοῦ, καθάπερ ὁ πάτριος ἡμῖν «ἐφίησι νόμος.» 8.20.21 Ὁ μὲν ταῦτα εἰπὼν τῇ τεσσαρακοστῇ ἀπὸ τῆς προρρήσεως ἡμέρᾳ νοσήσας τὴν πεπρωμένην ἀνέπλησεν. ὁ δὲ τοῦ Ἑρμεγίσκλου υἱὸς, Οὐάρνων τὴν βασιλείαν παραλαβὼν, γνώμῃ τῶν ἐν βαρβάροις τοῖσδε λογίμων ἀνδρῶν ἐπιτελῆ ἐποίει τὴν τοῦ τετελευτηκότος