388
ἥλω. φυγῇ δὲ ζημιωθεὶς τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται, καὶ 8.27.7 χρόνος αὐτῷ πολὺς ἐν τῇ ποινῇ ταύτῃ ἐτρίβη. ἀλλ' ὕστερον οἰκτισάμενος βασιλεὺς κατήγαγεν ἐς Βυζάντιον. οὗτος ὁ Γόαρ τὸν Ἰλδιγισὰλ ἰδὼν ἀσχάλλοντα, ἧπέρ μοι εἴρηται, ἐνδελεχέστατα νουθετῶν ἀναπείθει δρασμῷ χρήσασθαι, ξὺν αὐτῷ ὁμολογήσας ἐκ Βυζαν8.27.8 τίου ἀπαλλαγήσεσθαι. ἐπειδὴ δὲ αὐτοῖς ἡ βουλὴ ἤρεσκε, φεύγουσι μὲν ἐξαπιναίως ξὺν ὀλίγοις τισὶν, ἐς δὲ Ἄπρων ἀφικόμενοι τὴν Θρᾳκῶν πόλιν ἀναμίγνυνται Λαγγοβάρδαις τοῖς τῇδε οὖσι. τοῖς τε βασιλικοῖς ἱπποφορβίοις κατατυχόντες μέγα τι χρῆμα ἵππων 8.27.9 ἐνθένδε ἐπαγόμενοι πρόσω ἐχώρουν. ὧνπερ ἐπειδὴ βασιλεὺς ᾔσθετο, ἔς τε Θρᾴκην ὅλην καὶ Ἰλλυριοὺς στείλας ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐπέστελλε 8.27.10 τοῖς δραπέταις τούτοις σθένει παντὶ ὑπαντιάσαι. καὶ πρῶτα μὲν Οὔννων τῶν Κουτριγούρων καλουμένων ὀλίγοι τινὲς (οἳ δὴ ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες, ᾗπέρ μοι οὐ πολλῷ ἔμπροσθεν δεδιήγηται, δόντος βασιλέως ἐπὶ τῆς Θρᾴκης ἱδρύσαντο) τοῖς φεύγουσι 8.27.11 τούτοις ἐς χεῖρας ἦλθον. ἡσσηθέντες δὲ μάχῃ τινὲς μὲν πίπτουσιν, οἱ δὲ λοιποὶ τραπόμενοι οὐκέτι ἐδίωκον, ἀλλ' αὐτοῦ ἔμενον. οὕτω τε Θρᾴκην ὅλην διεληλύθασιν Ἰλδιγισάλ τε καὶ Γόαρ ξὺν τοῖς ἑπομένοις, 8.27.12 οὐδενὸς ἐνοχλοῦντος. ἐν Ἰλλυριοῖς δὲ γενόμενοι Ῥωμαίων στρατὸν εὗρον ἐπὶ τῷ σφῶν πονηρῷ ξὺν ἐπι8.27.13 μελείᾳ ξυνειλεγμένον. τοῦ δὲ στρατοῦ τούτου ἄλλοι τέ τινες καὶ Ἀράτιός τε καὶ Ῥεκίθαγγος καὶ Λεωνιανὸς καὶ Ἀριμοὺθ ἦρχον, οἳ δὴ ἐτύγχανον τὴν ἡμέραν 8.27.14 ἱππεύσαντες ὅλην. ἔς τε χῶρον ὑλώδη ἀφικόμενοι περὶ λύχνων ἁφὰς ἔστησαν, ὡς αὐλισόμενοί τε καὶ 8.27.15 διανυκτερεύσοντες ἐνταῦθα τὴν νύκτα ἐκείνην. τοῖς μὲν οὖν στρατιώταις ἐπέστελλον οἱ ἄρχοντες οὗτοι τά τε ἄλλα καὶ ἵππων τῶν σφετέρων ἐπιμελεῖσθαι καὶ παρὰ τὸν ταύτῃ ῥέοντα ποταμὸν αὑτοὺς ἀναψύχειν, 8.27.16 παρηγοροῦντας τὸν τῆς ὁδοῦ κόπον. αὐτοί τε κατὰ τρεῖς ἢ τέτταρας ἕκαστος δορυφόρους ἐπαγόμενοι ἀποκεκρυμμένως τοῦ ποταμοῦ ἔπινον· δίψει γὰρ, ὡς 8.27.17 τὸ εἰκὸς, χαλεπῇ εἴχοντο. οἱ δὲ ἀμφὶ Γόαρ καὶ Ἰλδιγισὰλ ἀγχοῦ που ὄντες καὶ σκοποὺς πέμψαντες ταῦτα ἔγνωσαν. ἀπροσδόκητοί τε πίνουσιν αὐτοῖς ἐπιστάντες ἅπαντας ἔκτειναν, καὶ τὸ λοιπὸν ἀδεέστερον σφίσιν αὐτοῖς τὰ ἐς τὴν πορείαν ᾗπερ ἐβούλοντο διῳκήσαντο. 8.27.18 ἄναρχοι γὰρ οἱ στρατιῶται γενόμενοι διηποροῦντό τε καὶ παντάπασιν ἀμηχανοῦντες ὀπίσω ἀπήλαυνον. Γόαρ μὲν οὖν καὶ Ἰλδιγισὰλ οὕτω διαφυγόντες ἐς Γήπαιδας ἦλθον. 8.27.19 Ἐτύγχανε δὲ καί τις ἐκ Γηπαίδων, Οὐστρίγοτθος ὄνομα, ἐς Λαγγοβάρδας φυγὼν τρόπῳ τοιῷδε. Ἐλεμοῦνδος μὲν ὁ Γηπαίδων γεγονὼς βασιλεὺς οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδὸς, ὅνπερ ὁ Θορισὶν βιασάμενος (μειράκιον γὰρ ἦν ἔτι) 8.27.20 τὴν ἀρχὴν ἔσχε. διὸ δὴ ὁ παῖς οὐκ ἔχων τὸν ἠδικηκότα καθ' ὅ τι ἀμύνηται, ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ἐς Λαγγοβάρδας Γήπαισι πολεμίους ὄντας ἀπιὼν 8.27.21 ᾤχετο. ἐγένοντο δὲ Γήπαισιν ὀλίγῳ ὕστερον πρός τε βασιλέα Ἰουστινιανὸν καὶ τὸ Λαγγοβαρδῶν ἔθνος διαλλαγαὶ, ὁρκίοις τε ἀλλήλους δεινοτάτοις κατέλαβον ἦ μὴν τὸ λοιπὸν φιλίαν τὴν ἐς ἀλλήλους ἀπέραντον 8.27.22 διασώσασθαι. ἐπειδή τε αὐτοῖς τὰ ἐς τὰς διαλλαγὰς βεβαιότατα ξυνετελέσθη, βασιλεύς τε Ἰουστινιανὸς καὶ Αὐδουὶν ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος παρὰ Θορισὶν τὸν Γηπαίδων ἄρχοντα πέμψαντες τὸν Ἰλδιγισὰλ ἅτε κοινὸν ἐχθρὸν ἐξῃτοῦντο, τὴν ἐς τὸν ἱκέτην τὸν αὐτοῦ προδοσίαν δεόμενοι δήλωσιν τῆς ἐς αὐτοὺς φιλίας 8.27.23 ποιήσασθαι πρώτην. καὶ ὃς τοῖς Γηπαίδων λογίμοις κοινολογησάμενος τὰ παρόντα σπουδῇ ἀνεπυνθάνετο εἰ ποιητέα οἱ τὰ πρὸς τοῖν βασιλέοιν αἰτούμενα εἴη. 8.27.24 οἱ δὲ ἄντικρυς μὴ ποιήσειν ἀπεῖπον, κρεῖσσον ἀπισχυρισάμενοι εἶναι Γηπαίδων τῷ ἔθνει αὐταῖς τε γυναιξὶ καὶ γόνῳ παντὶ διολωλέναι αὐτίκα δὴ μάλα 8.27.25 ἢ ἀνοσίοις ἐπ' ἀσεβήματι γενέσθαι τοιούτῳ. ταῦτα ἀκούσας ὁ Θορισὶν ἐς ἀμηχανίαν ἐξέπιπτεν. οὔτε γὰρ ἀκουσίων τῶν ἀρχομένων ἐπιτελέσαι τὸ ἔργον εἶχεν οὔτε