264
ἔκτειναν, ἕως νὺξ ἐπιλαβοῦσα ἐκώλυσεν. οὕτω τε διαλυθέντες ἑκάτεροι τὴν 6.23.13 νύκτα ἐκείνην ηὐλίσαντο. ἔτυχον δὲ τῇ προτεραίᾳ τοῦ ἔργου τούτου Γότθων τινὲς ὄρθρου βαθέος τροφῶν ξυγκομιδῆς ἕνεκα ἐς τὰ ἐκείνῃ σταλέντες χωρία. 6.23.14 οἳ δὴ οὐδὲν ἀμφὶ τῶν πολεμίων τῇ παρουσίᾳ πυθόμενοι ἐς νύκτα ἐπανῆκον. ἄφνω τε τὰ Ῥωμαίων πυρὰ κατιδόντες ἐν θαύματί τε καὶ δέει μεγάλῳ ἐγένοντο. 6.23.15 καὶ αὐτῶν πολλοὶ μὲν τὸν κίνδυνον ὑποστῆναι τολμήσαντες καὶ λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἐσῆλθον. ὅσοι δὲ κατορρωδήσαντες ἐν τῷ παραυτίκα ἐς ὕλας τινὰς σφᾶς αὐτοὺς ἔκρυψαν, ἐφ' ᾧ ἐπὶ Ῥαβέννης χωρήσουσιν, οὗτοι δὴ οὐ πολλῷ ὕστερον ὑπὸ τοῖς 6.23.16 ἐναντίοις γενόμενοι διεφθάρησαν. Βελισάριος δὲ κατιδὼν τὴν Αὔξιμον ἰσχυροτάτην ἐν τῷ ἀσφαλεῖ οὖσαν, παντελῶς τέ οἱ ἀμήχανα εἶναι προσβολὴν τῷ περιβόλῳ ποιήσασθαι, βίᾳ μὲν τὸ χωρίον ἑλεῖν οὐκ ἄν ποτε ᾤετο, πολιορκίᾳ δὲ ἀκριβεῖ ἔς τε ἀπορίαν τῶν ἀναγκαίων καταστήσεσθαι τοὺς πολεμίους ἐλπίδα εἶχε καὶ τῷ 6.23.17 χρόνῳ ὑποχειρίους ποιήσασθαι. τοῦ δὲ περιβόλου οὐ 6.23.17 μακρὰν ἄποθεν πόαν τινὰ πολλὴν ἡ γῆ ἀνιεῖσα ξυμβολῆς ἀφορμὴν ἐς ἡμέραν ἑκάστην Ῥωμαίοις τε καὶ 6.23.18 Γότθοις ἔφερε. ταύτην γὰρ ἀποτεμνομένους ἀεὶ τῶν ἵππων ἕνεκα τοὺς ἐναντίους ὁρῶντες Ῥωμαῖοι ἔν τε τῷ λόφῳ δρόμῳ πολλῷ ἀνιόντες ἐγίνοντο καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἰόντες ἔργα τε ἀρετῆς ἄξια ἐνδεικνύμενοι, φέρεσθαι τὴν πόαν οὐδαμῆ εἴων, πολλούς τε ἀεὶ τῶν ἐναντίων ἐν τῷ χώρῳ τούτῳ διέφθειρον. 6.23.19 οἱ δὲ βάρβαροι ἀρετῇ τῶν πολεμίων ἡσσώμενοι ἐπενόουν τάδε. τῶν ἁμαξῶν τοὺς τροχοὺς ξὺν μόνοις τοῖς ἄξοσιν ἀφελόμενοι ἐν παρασκευῇ εἶχον, τέμνειν τε τὴν πόαν ἀρξάμενοι, ἐπειδὴ ἀνιόντας ἤδη ἐς τοῦ λόφου τὰ μέσα τοὺς Ῥωμαίους εἶδον, τοὺς τροχοὺς ἀφῆκαν κατὰ κορυφὴν 6.23.20 ἐπ' αὐτοὺς φέρεσθαι. τύχῃ δέ τινι τούτους ξυνέπεσε τοὺς τροχοὺς ἄχρι ἐς τὸ ὁμαλὲς ἀνθρώπου οὐδενὸς ἁψαμένους ἐλθεῖν. ταύτης τε τῆς πείρας ἀποτυχόντες οἱ βάρβαροι, τότε μὲν φεύγοντες ἐντὸς τοῦ περιβόλου 6.23.21 ἐγένοντο, ἔπειτα δὲ ἐποίουν τάδε. τὰς φάραγγας, αἳ τοῦ περιβόλου εἰσὶν ἄγχιστα, ἐνέδραις τῶν ἐν σφίσι δοκίμων ἀνδρῶν προλοχίσαντες ὀλίγοι τοῖς πολεμίοις ἀμφὶ τὴν πόαν ἐφαίνοντο, ἡνίκα τε ἡ μάχη ἐν χερσὶ γένοιτο, ἐκπηδῶντες ἐκ τῶν ἐνεδρῶν οἱ κρυπτόμενοι, πλήθει τε τοὺς ἐναντίους παρὰ πολὺ ὑπεραίροντες καὶ αὐτοὺς τῷ μὴ προαισθέσθαι ἐκπλήσσοντες πλείστους μὲν ἔκτεινον, τοὺς δὲ λοιποὺς ἀεὶ ἐς 6.23.22 φυγὴν ἔτρεπον. Ῥωμαίων δὲ ὅσοι ἐν τοῖς στρατοπέδοις εἱστήκεσαν ἔβλεπον μὲν ἐκ τῶν ἐνεδρῶν ὑπεξανισταμένους τοὺς πολεμίους, κραυγῇ δὲ πολλῇ τοὺς ἑταίρους ἀνακαλοῦντες οὐδὲν ἤνυον, ἐπεὶ οἱ μαχόμενοι τῆς ἐκείνων βοῆς ἥκιστα ἤκουον, μήκει τε τοῦ λόφου ἐπὶ πλεῖστον αὐτῶν διειργόμενοι καὶ τῶν βαρβάρων ἀεὶ ἐξεπίτηδες σφίσιν ἀντιπαταγούντων τοῖς ὅπλοις. 6.23.23 Βελισαρίῳ δὲ τοῖς παροῦσιν ἀπορουμένῳ Προκόπιος, ὃς τάδε ξυνέγραψε, προσελθὼν εἶπεν «Οἱ ταῖς «σάλπιγξιν, ὦ στρατηγὲ, τὸ παλαιὸν ἐν τῷ Ῥωμαίων «στρατῷ χρώμενοι νόμους τινὰς ἠπίσταντο δύο, ὧν «ἅτερος μὲν ἐγκελευομένῳ τε ἐπὶ πλεῖστον ἐῴκει καὶ «τοὺς στρατιώτας ἐς μάχην ὁρμῶντι, ὁ δὲ ἄλλος ἐπὶ «τὸ στρατόπεδον ἀνεκάλει τοὺς μαχομένους, ἡνίκα 6.23.24 «ταῦτα ἐδόκει τῷ στρατηγῷ ὡς ἄριστα ἔχειν. ταύτῃ τε «ἀεὶ οἱ μὲν στρατηγοὶ τὰ καθήκοντα τοῖς στρατιώταις «ἐκέλευον, ἐκεῖνοι δὲ τὰ παραγγελλόμενα ἔργα ἐπιτελεῖν 6.23.25 «ἴσχυον. κραυγὴ γὰρ ἐν ταῖς ξυμβολαῖς σημῆναί τι «σαφὲς οὐδαμῶς πέφυκε, πατάγου τε, ὡς τὸ εἰκὸς, «πανταχόσε ἀντικτυποῦντος καὶ τοῦ δέους ἐκπλήσσον6.23.26 «τος τὰς τῶν μαχομένων αἰσθήσεις. ἐπεὶ δὲ τανῦν «ἀμαθίᾳ τε ἡ τοιαύτη τέχνη ἐξώλισθε καὶ μιᾷ σάλπιγγι «ἄμφω δηλῶσαι ἀμήχανον, αὐτὸς οὕτω τὸ λοιπὸν ποίει. 6.23.27 «σάλπιγξι μὲν ταῖς ἱππικαῖς ἐγκελεύου τοῖς στρατιώ»ταις διαμάχεσθαι τοῖς πολεμίοις, ταῖς δὲ πεζικαῖς 6.23.28 «ἐπὶ τὴν ἀναχώρησιν ἀνακάλει τοὺς ἄνδρας. ἑκατέρου «γὰρ αὐτοὺς τοῦ ἤχου μὴ οὐχὶ ξυνεῖναι ἀδύνατον, «ἐπεὶ ὁ μὲν ἐκ βύρσης τε καὶ ξύλου ὑπεράγαν λεπτοῦ, 6.23.29 «ὁ