138
καὶ4.2.2 ἀκροβολίσασθαι ἐπιστείλας, ἢν καιρὸς γένηται. αὐτὸς δὲ τῇ ὑστεραίᾳ ξὺν τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντα4.2.3 κοσίοις ἱππεῦσιν εἵπετο. τοῖς δὲ Μασσαγέταις, βουλευσαμένοις ἐν σφίσιν αὐτοῖς, ἔδοξεν, ὅπως δὴ εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον δόξωσι, μήτε μάχης ὑπὲρ Ῥωμαίων ἄρξαι μήτε πρὸ τοῦ ἔργου ἐς Βανδίλους ἰέναι, ἀλλ' ἐπειδὰν ὁποτέρας στρατιᾶς τὰ πράγματα πονηρὰ εἴη, τηνικαῦτα ξὺν τοῖς νικῶσι τὴν δίωξιν ἐπὶ τοὺς ἡσσωμένους ποιήσασθαι. ταῦτα μὲν 4.2.4 οὖν τοῖς βαρβάροις ἐδέδοκτο τῇδε. ὁ δὲ Ῥωμαίων στρατὸς κατέλαβε τοὺς Βανδίλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, τεσσαράκοντα καὶ ἑκατὸν σταδίους 4.2.5 Καρχηδόνος ἀπέχοντι. ἔνθα δὴ μακράν που ἀπ' ἀλλήλων ηὐλίσαντο ἑκάτεροι. ἐπειδὴ δὲ πόρρω ἦν τῶν νυκτῶν, τέρας ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγεγόνει 4.2.6 τοιόνδε. τῶν δοράτων αὐτοῖς τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο καὶ αὐτῶν αἱ αἰχμαὶ καίεσθαι ἐπὶ πλεῖστον σφίσιν ἐδόκουν. τοῦτο οὐ πολλοῖς μὲν φανερὸν γέγονεν, ὀλίγους δὲ τοὺς θεασαμένους κατέπληξεν, οὐκ 4.2.7 εἰδότας ὅπη ἐκβήσεται. ξυνέπεσε δὲ Ῥωμαίοις τοῦτο καὶ αὖθις ἐν Ἰταλίᾳ χρόνῳ πολλῷ ὕστερον. ὅτε δὴ αὐτὸ καὶ νίκης ξύμβολον ἅτε πείρᾳ εἰδότες ἐπίστευον εἶναι. τότε δὲ, ὥσπερ εἴρηται, ἐπεὶ πρῶτον ἐγεγόνει, κατεπλάγησάν τε καὶ ξὺν δέει πολλῷ ἐνυκτέρευσαν. 4.2.8 Τῇ δὲ ὑστεραίᾳ Γελίμερ Βανδίλους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας καὶ πάντα χρήματα ἐν μέσῳ καταθέσθαι τῷ χαρακώματι, καίπερ ὀχύρωμα οὐδὲν ἔχοντι, 4.2.9 καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε «Οὐχ ὑπὲρ «δόξης ἡμῖν, ἄνδρες Βανδίλοι, οὐδὲ ἀρχῆς στερήσεως «μόνον ὁ ἀγών ἐστιν, ὥστε κἂν ἐθελοκακήσασι καὶ «ταῦτα προεμένοις δυνατὸν εἶναι βιοῦν, οἴκοι τε 4.2.10 «καθημένοις καὶ τὰ ἡμέτερα αὐτῶν ἔχουσιν· ἀλλ' «ὁρᾶτε δήπουθεν ὡς ἐς τοῦτο ἡμῖν περιέστηκε τύχης «τὰ πράγματα ὥστε, ἢν μὴ τῶν πολεμίων κρατήσωμεν, «τελευτῶντες μὲν κυρίους αὐτοὺς καταλείψομεν παί»δων τῶνδε καὶ γυναικῶν καὶ χώρας καὶ πάντων χρη»μάτων, περιοῦσι δὲ ἡμῖν προσέσται τὸ δούλοις τε 4.2.11 «εἶναι καὶ ταῦτα ἐπιδεῖν ἅπαντα· ἢν δέ γε περιεσώ»μεθα τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ ζῶντες ἐν πᾶσιν «ἀγαθοῖς βιοτεύσομεν καὶ μετὰ τὴν εὐπρεπῆ τοῦ βίου «καταστροφὴν παισὶ μὲν καὶ γυναιξὶ τὰ τῆς εὐδαι»μονίας ἀπολελείψεται, τῷ δὲ τῶν Βανδίλων ὀνόματι 4.2.12 «τὸ περιεῖναί τε καὶ τὴν ἀρχὴν διασώσασθαι. εἰ γάρ «τισι καὶ ἄλλοις πώποτε ὑπὲρ τῶν ὅλων τετύχηκεν «ἀγωνίζεσθαι, καὶ αὐτοὶ νῦν μάλιστα πάντων γινώσκο»μεν ὡς τὰς ὑπὲρ ἁπάντων ἐλπίδας ἐφ' ἡμῖν αὐτοῖς 4.2.13 «φέροντες ἐς τὴν παράταξιν καθιστάμεθα. οὐκ ἐπὶ «τοῖς σώμασι τοίνυν τοῖς ἡμετέροις ὁ φόβος οὐδ' ἐπὶ «τῷ θνήσκειν ὁ κίνδυνος, ἀλλ' ὥστε μὴ τῶν πολεμίων «ἡσσῆσθαι. τῆς γὰρ νίκης ἀπολελειμμένοις τὸ τεθνάναι 4.2.14 «ξυνοίσει. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, μαλακιζέσθω «Βανδίλων μηδεὶς, ἀλλὰ τῷ μὲν φρονήματι προϊέσθω «τὸ σῶμα, αἰσχύνῃ δὲ τῶν μετὰ τὴν ἧτταν κακῶν 4.2.15 «ζηλούτω τὴν τοῦ βίου καταστροφήν. τῷ γὰρ τὰ «αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι «τὸν κίνδυνον. μάχης δὲ τῆς πρότερον γεγενημένης 4.2.16 «μηδεμία ὑμᾶς εἰσίτω μνήμη. οὐ γὰρ κακίᾳ ἡμετέρᾳ «ἡσσήθημεν, ἀλλὰ τύχης ἐναντιώμασι προσεπταικότες «ἐσφάλημεν. ταύτης δὲ τὸ ῥεῦμα οὐκ ἀεὶ κατὰ ταὐτὰ «φέρεσθαι πέφυκεν, ἀλλ' ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλὰ 4.2.17 «μεταπίπτειν φιλεῖ· τῷ δὲ ἀνδρείῳ τοὺς πολεμίους «ὑπεραίρειν αὐχοῦμεν καὶ πλήθει παρὰ πολὺ ὑπερ4.2.18 «βάλλεσθαι. μέτρῳ γὰρ αὐτῶν περιεῖναι οὐχ ἧσσον «ἢ δεκαπλασίῳ οἰόμεθα. καὶ προσθήσω πολλά τε καὶ «μεγάλα εἶναι τὰ νῦν μάλιστα ἡμᾶς ἐς ἀρετὴν ὁρμῶντα, «τήν τε τῶν προγόνων δόξαν καὶ τὴν παραδοθεῖσαν 4.2.19 «ἡμῖν ὑπ' ἐκείνων ἀρχήν. ἡ μὲν γὰρ ἐφ' ἡμῖν τῷ «ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀνα4.2.20 «ξίους ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται. καὶ σιωπῶ τού»των τῶν γυναίων τὰς οἰμωγὰς καὶ τῶν παίδων τῶν «ἡμετέρων τὰ δάκρυα, οἷς νῦν, ὡς ὁρᾶτε, περιαλγήσας 4.2.21 «μηκῦναι τὸν λόγον οὐ δύναμαι. ἀλλ' ἐκεῖνο μόνον «εἰπὼν παύσομαι, ὡς ἐπάνοδος ἡμῖν εἰς τὰ φίλτατα 4.2.22 «ταῦτα οὐκ ἔσται μὴ τῶν