123
Βελισάριος δὲ, ἐπεί οἱ ὅ τε οἰκέτης ἐς ὄψιν ἦλθε καὶ τὸν πάντα λόγον ἔφρασε, περιχαρὴς γενόμενος καὶ Προκόπιον πολλὰ ἐπαινέσας, ἐκέλευσε σημῆναι 3.14.16 τὸν ἀπόπλουν ταῖς σάλπιγξιν. ἀράμενοί τε κατὰ τάχος τὰ ἱστία, Γαύλῳ τε καὶ Μελίτῃ ταῖς νήσοις προσέσχον, αἳ τό τε Ἀδριατικὸν καὶ Τυρρηνικὸν πέλαγος διορί3.14.17 ζουσιν. ἔνθα δὴ αὐτοῖς Εὔρου πολύ τι πνεῦμα ἐπιπεσὸν τῇ ὑστεραίᾳ τὰς ναῦς ἐς τὴν Λιβύης ἀκτὴν ἤνεγκεν ἐς χωρίον, ὃ δὴ Κεφαλὴν Βράχους τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι. Καπούτβαδα γὰρ ὁ τόπος προσαγορεύεται, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχων. 3.15.1 Ἐπεὶ δὲ τῆς ἠιόνος ἀγχοῦ ἐγένοντο, τά τε ἱστία κατατίθεσθαι ὁ στρατηγὸς ἐκέλευε καὶ ἀγκύρας ἀπὸ τῶν νεῶν ἀπορριψαμένους ἀνακωχεύειν, τούς τε ἄρχοντας συγκαλέσας ἐς τὴν αὑτοῦ ναῦν ξύμπαντας 3.15.2 βουλὴν ὑπὲρ τῆς ἀποβάσεως προὔθηκεν. ἔνθα δὴ ἄλλοι τε λόγοι πολλοὶ ἐλέχθησαν ἐφ' ἑκάτερα φέροντες καὶ παρελθὼν Ἀρχέλαος ἔλεξε τοιάδε «Τοῦ μὲν στρα»τηγοῦ τὴν ἀρετὴν ἄγαμαι, ὃς καὶ γνώμῃ παρὰ πολὺ «νικῶν ξύμπαντας καὶ τῆς ἐμπειρίας ἐπὶ πλεῖστον «ἥκων, ἔχων τε τὸ κράτος αὐτὸς, ἐς μέσον μὲν τὴν «βουλὴν προὔθηκε, κελεύει δὲ λέγειν ἡμῶν ἕκαστον, «ὥστε ὅπη ἂν ἄριστα ἔχειν δοκῇ ἑλέσθαι ἡμῖν δυνα»τοῖς εἶναι, παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα 3.15.3 «καὶ κατ' ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο. ὑμῶν δὲ, «ὦ ἄνδρες ἄρχοντες, (οὐκ οἶδα ὅπως ἂν εἴποιμι εὐπε»τῶς), θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκα3.15.4 «στος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε. καίτοι «ἐπίσταμαι ὡς τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον «καθισταμένοις ὄνησιν μὲν τῷ παραινέσαντι οὐδεμίαν «ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται. 3.15.5 «οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι εἰς τὴν ἰδίαν «γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πρασσόμενα, σφαλέν3.15.6 «τες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον. εἰρήσεται «δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σω3.15.7 «τηρίας βουλευομένους οὐχ ὅσιον. βουλεύεσθε ἐς τὴν «πολεμίαν ἀποβαίνειν, ἄνδρες ἄρχοντες· τίνι λιμένι «παρακαταθέσθαι τὰς ναῦς ἐννοοῦντες; ἢ τίνος πόλεως 3.15.8 «τείχει τὸ ἐχυρὸν ὑπὲρ ὑμῶν αὐτῶν ἕξοντες; ἢ οὐκ «ἀκηκόατε ὡς ταύτην μὲν τὴν ἀκτὴν ἐννέα ἡμερῶν «ὁδὸν, λέγω δὲ εἰς Ἰούκην ἐκ Καρχηδόνος, κατατείνειν «φασὶν, ἀλίμενόν τε παντελῶς οὖσαν καὶ τοῖς ἀνέμοις 3.15.9 «ὅθεν ἂν ἐπιπνεύσαιεν ἐκκειμένην; τεῖχος δὲ οὐδὲν «ἐς πᾶσαν Λιβύην ὅτι μὴ τὸ Καρχηδόνος ἀπολέλειπται, 3.15.10 «τοῦτο Γιζερίχου βουλεύσαντος. προσθείη δὲ ἄν τις «ὡς καὶ τούτῳ τῷ χωρίῳ ὕδωρ τὸ παράπαν ἐνδεῖν «λέγουσι. φέρε γὰρ, εἰ δοκεῖ, καί τι τῶν ἐναντίων 3.15.11 «ὑποθέμενοι τὴν διάγνωσιν ποιησώμεθα. τοὺς γὰρ «ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσκολον «οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως 3.15.12 «ἄξιον. ἢν οὖν ἀποβεβηκότων ἡμῶν εἰς τὴν ἤπειρον «χειμὼν ἐπιπέσοι, οὐκ ἀνάγκη δυοῖν θάτερον ταῖς «ναυσὶ ξυμβῆναι, ἢ ὡς ἀπωτάτω διαφυγεῖν, ἢ ἐπὶ τῆς 3.15.13 «ἀκτῆς ἀπολωλέναι ταύτης; εἶτα τίς ἡμῖν τῶν ἀναγκαίων «γενήσεται πόρος; μηδεὶς ἐς ἐμὲ βλεπέτω τὸν τῆς δα»πάνης χορηγὸν ἔπαρχον. ἀρχὴν γὰρ πᾶσαν τῆς «ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομά τε καὶ 3.15.14 «πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι. ποῦ δὲ ἡμῖν τῶν «ὅπλων τὰ περιττὰ καταθεμένοις ἢ ἄλλο τι τῶν ἀναγ»καίων δέχεσθαι δεήσει προσιόντα τὸν βάρβαρον; ἀλλὰ 3.15.15 «ταῦτα μὲν οὐδὲ λέγειν καλὸν ὅπη ἐκβήσεται. ἐγὼ «δὲ ἡγοῦμαι χρῆναι ἡμᾶς εὐθὺ Καρχηδόνος ἰέναι. «λιμένα γὰρ οὐ πλεῖον ἢ τεσσαράκοντα σταδίους αὐτῆς «διέχοντα εἶναί φασιν, ὃν δὴ Στάγνον καλοῦσιν, ἀφύ»λακτόν τε παντάπασιν ὄντα καὶ πρὸς τὸν ἅπαντα «στόλον ἱκανῶς πεφυκότα. ὅθεν δὴ ὁρμωμένοις ἡμῖν 3.15.16 «τὸν πόλεμον διενεγκεῖν οὐ χαλεπὸν ἔσται. οἶμαι δὲ «ἔγωγε ὡς Καρχηδόνος τε ἡμᾶς ἐξ ἐπιδρομῆς κρατή»σειν εἰκὸς, ἄλλως τε καὶ μακρὰν αὐτῆς ἀπολελειμμέ»νων τῶν πολεμίων, καὶ κρατήσασιν οὐδὲν τοῦ λοιποῦ 3.15.17 «μοχθηρὸν ἔσεσθαι. τὰ γὰρ ἀνθρώπεια πάντα κατει»λημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν «εἴωθεν. ὧν δὴ πάντων ἡμᾶς ἐνθυμουμένους τὰ «βέλτιστα αἱρεῖσθαι προσήκει.»