325
γηται. οἱ μὲν οὖν ἐκ τῆς συγκλήτου εὐθὺς αὐτοῦ τε καὶ τοῦ παιδὸς ἀπεψηφίσαντο ἅπαντες ἅτε οὐδὲν εἰς 7.32.47 τὴν πολιτείαν ἡμαρτηκότων. ἐπεὶ δὲ εἴσω πάντες ἐν βασιλέως ἐγένοντο, αὐτὸς μὲν ὀξυθυμωθεὶς βασιλεὺς ἠγανάκτει τε καὶ ὑπερφυῶς ἐπὶ τὸν Γερμανὸν ἠγριαίνετο τὴν βραδυτῆτα τῆς δηλώσεως αἰτιώμενος, τῶν τε ἀρχόντων δύο μέν τινες θεραπεύοντες αὐτὸν ὡμολόγουν τὴν γνώμην, καὶ ξὺν αὐτῷ δυσφορουμένοις ἐῴκεσαν· ταύτῃ τε τὸν βασιλέως θυμὸν ἐπὶ μέγα ἐξῇρον, ἀλλοτρίας αὐτῷ χαριεῖσθαι συμφορὰς ἐν σπουδῇ 7.32.48 ἔχοντες. οἱ δὲ ἄλλοι κατεπτηχότες σιωπῇ εἴχοντο, τῷ μὴ ἀντιστατεῖν ἃ βούλοιτο ἐγχωροῦντες αὐτῷ· Μάρκελλος δὲ μόνος ὀρθοστομήσας διασώσασθαι τὸν ἄν7.32.49 θρωπον ἴσχυσε. τὴν γὰρ αἰτίαν ἐφ' ἑαυτὸν ἕλκων τε καὶ βιαζόμενος δυνάμει τῇ πάσῃ Γερμανὸν μέν οἱ ἐπικαιρότατα ἔφη τὰ πρασσόμενα ἐξειπεῖν, αὐτὸν δὲ περιέργως ἀκριβολογούμενον σχολαιότερον αὐτὰ μεμη7.32.50 νυκέναι. καὶ τὴν βασιλέως ὀργὴν οὕτω κατέπαυσε. μέγα τε ἀπ' αὐτοῦ κλέος οὗτος ὁ Μάρκελλος περιεβάλετο ἐς πάντας ἀνθρώπους ἅτε ἀρετῆς ἐν τοῖς 7.32.51 ἀναγκαιοτάτοις μεταποιούμενος. βασιλεὺς δὲ Ἰουστινιανὸς παρέλυσε τὸν Ἀρταβάνην ἧς εἶχεν ἀρχῆς, ἄλλο δὲ αὐτὸν εἰργάσατο οὐδὲν ἄχαρι, οὐ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα, πλήν γε δὴ ὅτι ἅπαντας οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ ἔσχεν, ἐν Παλατίῳ μέντοι, οὐκ ἐν τῷ δημοσίῳ οἰκήματι. 7.33.1 Ὑπὸ δὲ τὸν χρόνον τοῦ πολέμου τόνδε κύριοι τῆς ἑσπερίας οἱ βάρβαροι διαρρήδην ἐγένοντο πάσης. τοῖς τε Ῥωμαίοις ὁ Γοτθικὸς πόλεμος, καίπερ τὰ πρῶτα κατὰ κράτος νενικηκόσιν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐς τοῦτο ἀπεκρίθη, ὥστε οὐχ ὅσον σφίσι χρήματα καὶ σώματα ἐπ' οὐδεμιᾷ ὀνήσει διεφθάρθαι πολλὰ, ἀλλὰ καὶ Ἰταλίαν προσαπολέσθαι, καὶ Ἰλλυριούς τε καὶ Θρᾷκας σχεδόν τι ξύμπαντας ἐπιδεῖν πρὸς τῶν βαρβάρων ἅτε ὁμόρων γεγενημένων δηιουμένους τε καὶ διαφθειρομένους οὐδενὶ κόσμῳ. ἐγένετο δὲ ὧδε. 7.33.2 Γαλλίας μὲν ὅλας τὰς σφίσι κατηκόους κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου Γερμανοῖς ἔδοσαν Γότθοι, οὐκ ἂν οἰόμενοι πρὸς ἑκατέρους ἀντιτάξασθαι οἷοί τε εἶναι, 7.33.3 ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ταύτην τε τὴν πρᾶξιν οὐχ ὅπως οὐ διακωλύειν Ῥωμαῖοι ἔσχον, ἀλλὰ καὶ βασιλεὺς Ἰουστινιανὸς ἐπέρρωσε σφίσι, τοῦ μή τί οἱ ἐναντίωμα τούτων δὴ τῶν βαρβάρων ἐκπεπο7.33.4 λεμωμένων ὑπαντιάσαι. οὐ γάρ ποτε ᾤοντο Γαλλίας ξὺν τῷ ἀσφαλεῖ κεκτῆσθαι Φράγγοι, μὴ τοῦ αὐτοκράτορος τὸ ἔργον ἐπισφραγίσαντος τοῦτό γε, καὶ ἀπ' αὐτοῦ οἱ Γερμανῶν ἄρχοντες Μασαλίαν τε καὶ τὴν Φωκαέων ἀποικίαν καὶ ξύμπαντα τὰ ἐπιθαλάσσια χωρία 7.33.5 ἔσχον, θαλάσσης τε τῆς ἐκείνῃ ἐκράτησαν. καὶ κάθηνται μὲν ἐν τῇ Ἀρελάτῳ τὸν ἱππικὸν ἀγῶνα θεώμενοι, νόμισμα δὲ χρυσοῦν ἐκ τῶν ἐν Γάλλοις μετάλλων πεποίηνται, οὐ τοῦ Ῥωμαίων αὐτοκράτορος, ᾗπερ εἴθισται, χαρακτῆρα ἐνθέμενοι τῷ στατῆρι τούτῳ, ἀλλὰ τὴν 7.33.6 σφετέραν αὐτῶν εἰκόνα. καίτοι νόμισμα μὲν ἀργυροῦν ὁ Περσῶν βασιλεὺς ᾗ βούλοιτο ποιεῖν εἴωθε, χαρακτῆρα δὲ ἴδιον ἐμβαλέσθαι στατῆρι χρυσῷ οὔτε αὐτὸν θέμις οὔτε δὲ ἄλλον ὁντιναοῦν βασιλέα τῶν πάντων βαρβάρων, καὶ ταῦτα μᾶλλον ὄντα χρυσοῦ κύριον, ἐπεὶ οὐδὲ τοῖς ξυμβάλλουσι προΐεσθαι τὸ νόμισμα τοῦτο οἷοί τέ εἰσιν, εἰ καὶ βαρβάρους τοὺς ξυμβάλλοντας εἶναι ξυμβαίνει. ταῦτα μὲν οὖν τῇδε Φράγγοις ἐχώρησεν. 7.33.7 Ἐπεὶ δὲ τὰ Γότθων τε καὶ Τουτίλα καθυπέρτερα τῷ πολέμῳ ἐγένετο, Φράγγοι Βενετίων τὰ πλεῖστα σφίσι προσεποιήσαντο οὐδενὶ λόγῳ, οὔτε Ῥωμαίων δυναμένων ἔτι ἀμύνεσθαι οὔτε Γότθων οἵων τε ὄντων 7.33.8 τὸν πόλεμον πρὸς ἑκατέρους διενεγκεῖν. Γήπαιδες δὲ πόλιν τε Σίρμιον καὶ ∆ακίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάσας καταλαβόντες ἔσχον, ἐπειδὴ τάχιστα βασιλεὺς αὐτὰς Ἰουστινιανὸς ἀφείλετο Γότθους· ἐξηνδραπόδισάν τε τοὺς ταύτῃ Ῥωμαίους, ἔτι μέντοι ἐπίπροσθεν ἀεὶ ὁδῷ ἰόντες ἐληΐζοντο βιαζόμενοι τὴν Ῥωμαίων ἀρχήν. 7.33.9 διὸ δὴ βασιλεὺς αὐτοῖς τὰς συντάξεις οὐκέτι ἐδίδου, ἅσπερ εἴθιστο σφᾶς ἀνέκαθεν πρὸς Ῥωμαίων κομίζε7.33.10 σθαι. Λαγγοβάρδας δὲ βασιλεὺς Ἰουστινιανὸς ἐδωρήσατο Νωρικῶν τε πόλει καὶ τοῖς ἐπὶ Παννονίας ὀχυρώμασί τε