346
Βοσπόρου πόλεως ἐς πόλιν Χερσῶνα ἰόντι, ἣ κεῖται μὲν ἐν τῇ παραλίᾳ, Ῥωμαίων δὲ καὶ αὐτὴ κατήκοος ἐκ παλαιοῦ ἐστι, βάρβαροι, 8.5.28 Οὐννικὰ ἔθνη, τὰ μεταξὺ ἅπαντα ἔχουσι. καὶ ἄλλα δὲ πολίσματα δύο ἀγχοῦ Χερσῶνος, Κῆποί τε καὶ Φανάγουρις καλούμενα, Ῥωμαίων κατήκοα ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ἦν. ἅπερ οὐ πολλῷ ἔμπροσθεν βαρβάρων τῶν πλησιοχώρων ἑλόντες τινὲς ἐς ἔδαφος καθ8.5.29 εῖλον. ἐκ δὲ Χερσῶνος πόλεως ἐς τὰς ἐκβολὰς ποταμοῦ Ἴστρου, ὃν καὶ ∆ανούβιον καλοῦσιν, ὁδὸς μέν ἐστιν ἡμερῶν δέκα, βάρβαροι δὲ τὰ ἐκείνῃ ξύμπαντα 8.5.30 ἔχουσιν. Ἴστρος δὲ ποταμὸς ἐξ ὀρέων μὲν τῶν Κελτικῶν ῥεῖ, περιιὼν δὲ τὰς Ἰταλίας ἐσχατιὰς, φερόμενός τε ἐπὶ τὰ ∆ακῶν καὶ Ἰλλυριῶν καὶ τὰ ἐπὶ Θρᾴκης χωρία, ἐκβάλλει ἐς τὸν Εὔξεινον Πόντον. τὰ δὲ ἐνθένδε ἅπαντα μέχρι ἐς Βυζάντιον τοῦ Ῥωμαίων βα8.5.31 σιλέως τυγχάνει ὄντα. ἡ μὲν οὖν τοῦ Εὐξείνου Πόντου περίοδος ἐκ Καλχηδόνος μέχρι ἐς Βυζάντιον 8.5.32 ταύτῃ πη ἔχει. ἐς ὅσον δὲ ἡ περίοδος ἥδε διήκει, ἅπαντα μὲν ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν, βαρβάρων, ὥσπερ μοι ἐρρήθη, ᾠκημένων ἐνταῦθα τοσούτων τὸ πλῆθος, ἐπιμιξίας τε Ῥωμαίοις παρ' αὐτῶν τινας, ὅτι μὴ ὅσα κατὰ πρεσβείαν, ἴσως οὐδεμιᾶς οὔσης· ἐπεὶ οὐδὲ τοῖς πρότερον ταῦτα ἐγκεχειρηκόσι διαμετρήσα8.5.33 σθαι ἐς τὸ ἀκριβές τι ξυμβαίνει εἰρῆσθαι. ἐκεῖνο μέντοι διαφανές ἐστιν, ὡς Πόντου τοῦ Εὐξείνου τὰ ἐν δεξιᾷ, εἴη δ' ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, δυοῖν καὶ πεντήκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί· ᾧ δὴ οὐκ ἄπο τρόπου τεκμηριούμενος φαίη ἄν τις καὶ τὴν ἑτέραν τοῦ Πόντου μοῖραν μέτρου τοῦδε εἶναι οὐ πολλῷ ἄποθεν. 8.6.1 Ἐπεὶ δὲ ἀφικόμεθα ἐνταῦθα τοῦ λόγου, ἀναγράψασθαι οὔ μοι ἄπο καιροῦ ἔδοξεν εἶναι ὅσα δὴ ἀμφὶ τοῖς ὁρίοις τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης δια8.6.2 μάχονται πρὸς ἀλλήλους οἱ ταῦτα δεινοί. λέγουσι μὲν γάρ τινες αὐτῶν τὰ ἠπείρω ταύτα διορίζειν ποταμὸν Τάναϊν, ἀπισχυριζόμενοι μὲν χρῆναι τὰς τομὰς φυσικὰς εἶναι, τεκμηριούμενοι δὲ ὡς ἡ μὲν θάλασσα προϊοῦσα ἐκ τῶν ἑσπερίων ἐπὶ τὴν ἑῴαν φέρεται μοῖραν, ποταμὸς δὲ Τάναϊς ἐκ τῶν ἀρκτῴων φερόμενος ἐς ἄνεμον νότον μεταξὺ ταῖν ἠπείροιν χωρεῖ· ἔμπαλιν δὲ τὸν Αἰγύπτιον Νεῖλον ἐκ μεσημβρίας ἰόντα πρὸς βορρᾶν ἄνεμον Ἀσίας τε καὶ Λιβύης μεταξὺ φέρεσθαι. 8.6.3 ἄλλοι δὲ ἀπ' ἐναντίας αὐτοῖς ἰόντες οὐχ ὑγιᾶ τὸν λόγον ἰσχυρίζονται εἶναι. λέγουσι γὰρ ὡς τὰ μὲν ἠπείρω ταύτα τὸ ἐξ ἀρχῆς ὅ τε ἐν Γαδείροις διορίζει πορθμὸς ἀπ' Ὠκεανοῦ ἐξιὼν καὶ ἡ προϊοῦσα ἐνθένδε θάλασσα, καὶ τὰ μὲν τοῦ πορθμοῦ καὶ τῆς θαλάσσης ἐν δεξιᾷ Λιβύη τε καὶ Ἀσία ὠνόμασται, τὰ δὲ ἐν ἀριστερᾷ πάντα Εὐρώπη ἐκλήθη μέχρι που ἐς λήγοντα 8.6.4 τὸν Εὔξεινον καλούμενον Πόντον. τούτων δὲ δὴ τοιούτων ὄντων ὁ μὲν Τάναϊς ποταμὸς ἐν γῇ τῆς Εὐρώπης τικτόμενος ἐκβάλλει ἐς Λίμνην τὴν Μαιώτιδα, ἡ δὲ Λίμνη ἐς τὸν Εὔξεινον Πόντον τὰς ἐκβολὰς ποιεῖται οὔτε λήγοντα οὔτε μὴν κατὰ μέσον, ἀλλ' ἔτι 8.6.5 πρόσω. τὰ δὲ εὐώνυμα τούτου δὴ τοῦ Πόντου τῇ τῆς Ἀσίας λογίζεται μοίρᾳ· χωρὶς δὲ τούτων ποταμὸς Τάναϊς ἐξ ὀρέων τῶν Ῥιπαίων καλουμένων ἔξεισιν, ἅπερ ἐν γῇ τῇ Εὐρώπῃ ἐστὶν, ὥσπερ καὶ αὐτοὶ οἱ 8.6.6 ταῦτα ἐκ παλαιοῦ ἀναγραψάμενοι ὁμολογοῦσι. τούτων δὲ τῶν Ῥιπαίων ὀρῶν τὸν Ὠκεανὸν ὡς ἀπωτάτω ξυμβαίνει εἶναι. τὰ τοίνυν αὐτῶν τε καὶ Τανάϊδος ποταμοῦ ὄπισθεν ξύμπαντα Εὐρωπαῖα ἐφ' ἑκάτερα ἐπά8.6.7 ναγκες εἶναι. πόθεν οὖν ἄρα ποτὲ ἄρχεται ἤπειρον ἑκατέραν διορίζειν ὁ Τάναϊς οὐ ῥᾴδιον εἶναι εἰπεῖν. ἢν δέ τινα ποταμὸν διορίζειν ἄμφω τὰ ἠπείρω λεκτέον, οὗτος 8.6.8 δὴ ἐκεῖνος ὁ Φᾶσις ἂν εἴη. καταντικρὺ γὰρ πορθμοῦ τοῦ ἐν Γαδείροις φερόμενος ταῖν ἠπείροιν κατὰ μέσον χωρεῖ, ἐπεὶ ὁ μὲν πορθμὸς ἐξ Ὠκεανοῦ ἐξιὼν θάλασσαν τήνδε ἀπεργαζόμενος τὰ ἠπείρω ταύτα ἐφ' ἑκάτερα ἔχει, ὁ δὲ Φᾶσις κατ' αὐτόν που λήγοντα μάλιστα ἰὼν τὸν Εὔξεινον Πόντον ἐς τοῦ μηνοειδοῦς τὰ μέσα ἐκβάλλει, τὴν τῆς γῆς ἐκτομὴν ἀπὸ τῆς θαλάσσης δια8.6.9 φανῶς ἐκδεχόμενος. ταῦτα μὲν οὖν ἑκάτεροι προτεινόμενοι διαμάχονται. ὡς δὲ οὐ μόνος ὁ πρότερος λόγος, ἀλλὰ καὶ οὗτος, ὅνπερ ἀρτίως ἐλέγομεν, μήκει τε χρόνου κεκόμψευται καὶ ἀνδρῶν τινων