324
«δέ τι μὴ λίαν ἀκριβολογησάμενος ἢ πιστεύειν αὐτὸς ἢ 7.32.26 «βασιλεῖ ἐσαγγέλλειν οὐδαμῆ εἴωθα. βούλομαι τοίνυν «ἢ τῶν λόγων αὐτήκοος γενέσθαι ἢ τῶν μοι ἐπιτη»δείων τινὰ ἐκ παρασκευῆς ὑμετέρας ἀκοῦσαι τοῦ ἀν7.32.27 «θρώπου λέγοντός τι ὑπὲρ τούτων διαφανές.» ταῦτα ὁ Γερμανὸς ἀκούσας Ἰουστῖνον τὸν παῖδα ἐκέλευε πράσσειν ὅπως ἡ Μαρκέλλου ἐπίταξις ἐπιτελὴς εἴη. 7.32.28 ὁ δὲ Ἀρσάκῃ μέν τι ὑπὲρ τούτου εἰπεῖν οὐκέτι εἶχεν, ἐπεὶ ἄντικρυς αὐτῷ, ὥσπερ μοι ἐρρήθη, ἀπειπὼν ἔτυχε. 7.32.29 τοῦ δὲ Χαναράγγου ἀνεπυνθάνετο εἰ Ἀρταβάνου γνώμῃ ἔναγχος Ἀρσάκης παρ' αὐτὸν ἥκοι. «Ἐγὼ μὲν γὰρ «οὐκ ἄν ποτε» ἔφη «τῶν τι ἀπορρήτων ἐθάρσησα ἐπ' 7.32.30 «ἐκείνῳ τοιῷδε ὄντι καταλιπεῖν. ἀλλ' εἴ μοι βούλοιό «τι αὐτὸς τῶν προὔργου εἰπεῖν, ἐπὶ κοινῆς βουλευ7.32.31 «σάμενοι τάχα ἄν τι καὶ ἀγαθὸν πράξαιμεν.» ὑπὲρ τούτων ὁ Χαναράγγης τῷ Ἀρταβάνῃ κοινολογησάμενος ἅπαντα ἐς τὸν Ἰουστῖνον ἐξήνεγκεν, ὅσα δὴ πρότερον Ἀρσάκης αὐτῷ εἰπὼν ἔτυχεν. 7.32.32 Ἐπεὶ δὲ Ἰουστῖνος αὐτός τε ἅπαντα ἐπιτελέσειν καὶ τὸν πατέρα ὡμολόγει ὁμογνωμονοῦντα παρέξεσθαι, ἐδόκει τῷ Γερμανῷ τὸν Χαναράγγην ἐς λόγους ξυμ7.32.33 μῖξαι, τακτή τε ἡμέρα τῷ διαλόγῳ ξυνέκειτο. ταῦτα ὁ Γερμανὸς Μαρκέλλῳ σημήνας ἠξίου τῶν τινά οἱ ἐπιτηδείων παρέχεσθαι σφίσιν, αὐτήκοον τῶν Χα7.32.34 ναράγγου λόγων ἐσόμενον. ὁ δὲ Λεόντιον παρείχετο, τὸν Ἀθανασίου γαμβρὸν, ἄνδρα λόγου τε τοῦ δικαίου μεταποιούμενον καὶ ἀληθίζεσθαι ἐξεπιστάμενον μάλιστα. 7.32.35 ὃν δὴ ὁ Γερμανὸς ἐς τὴν οἰκίαν ἐσαγαγὼν ἐν δωματίῳ ἐκάθισεν, ἵνα δὴ ἀπεκρέματό τις παχεῖα σινδὼν παραπέτασμα τῆς στιβάδος οὖσα, ἐφ' ἧς ἑστιᾶσθαι εἰώθει. 7.32.36 ταύτης τε τῆς σινδόνος τὸν μὲν Λεόντιον ἐντὸς ἔκρυψεν, 7.32.37 αὐτὸς δὲ ξὺν Ἰουστίνῳ τῷ παιδὶ ἐκτὸς ἔμενεν. ἐνταῦθα τοῦ Χαναράγγου ἀφικομένου ἤκουσε σαφῶς ὁ Λεόντιος ἅπαντα λέγοντος, ἅπερ αὐτῷ τε καὶ Ἀρτα7.32.38 βάνῃ καὶ τῷ Ἀρσάκῃ ἐν βουλῇ ἐγεγόνει. ἐν τοῖς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς, ἢν βασιλέα κτείνωσι, Βελισαρίου ἔτι ἐς Βυζάντιον ὁδῷ ἰόντος οὐδὲν ἂν τῶν βεβουλευμένων προχωρήσειε σφίσιν· εἴπερ αὐτοῖς μὲν βασιλέα Γερμανὸν καταστήσεσθαι βουλομένοις εἴη, Βελισάριον δὲ πλῆθος στρατιᾶς ἀθροίσειν εἰκὸς ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, οὕτω τε σφίσιν ἐπιόντα τὸν ἄνθρωπον οὐδεμιᾷ μηχανῇ ἀπωθεῖσθαι ἱκανοὶ ἔσονται. 7.32.39 δεήσει γοῦν ἐς μὲν τὴν Βελισαρίου παρουσίαν ἀποθέσθαι τὴν πρᾶξιν, ἐπειδὰν δὲ ὁ ἀνὴρ τάχιστα ἐς Βυζάντιόν τε ἀφίκηται καὶ παρὰ βασιλέα ἐν Παλατίῳ εἴη, τότε δὴ, ἑσπέρας βαθείας που οὔσης, ἐγχειρίδια φέροντας ἀπροσδοκήτους ἐνταῦθα γενέσθαι, καὶ Μάρ7.32.40 κελλόν τε καὶ Βελισάριον ξὺν βασιλεῖ κτεῖναι. οὕτω γὰρ τὸ ἐνθένδε ἀδεέστερον ᾗ βούλονται διοικήσονται. ταῦτα Μάρκελλος πρὸς Λεοντίου μαθὼν οὐδ' ὣς ἐς βασιλέα τὸν λόγον ἀνενεγκεῖν ἔγνω, ἀλλ' ἔτι ὀκνήσει πολλῇ εἴχετο, τοῦ μὴ τὸν Ἀρταβάνην σπουδῇ πολλῇ 7.32.41 κατεργάσασθαι ἀπερισκέπτως. ὁ μέντοι Γερμανὸς ἅπαντα ἔς τε Βούζην καὶ Κωνσταντιανὸν ἐξήνεγκε, δείσας, ὅπερ ἐγένετο, μή τινα ἐκ τῆς μελλήσεως ὑποψίαν λάβῃ. 7.32.42 Ἡμέραις δὲ πολλαῖς ὕστερον, ἐπειδὴ παρὼν Βελισάριος ἄγχιστά που ἤδη ἠγγέλλετο, Μάρκελλος μὲν ἐς βασιλέα τὸν πάντα λόγον ἀνήνεγκεν, ὁ δὲ αὐτίκα ἐς τὴν εἱρκτὴν ἀπαχθῆναι τοὺς ἀμφὶ Ἀρταβάνην ἐκέλευε, τῶν τε ἀρχόντων τισὶ τὴν ἐπ' αὐτοῖς ἐπέτρεπε βάσα7.32.43 νον. ἐπεὶ δὲ ἡ ἐπιβουλὴ ξύμπασα ἐς φῶς τε ἤδη ἐληλύθει καὶ διαρρήδην ἐν γράμμασιν ἦν, ἅπαντας βασιλεὺς τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ἐν Παλατίῳ ἐκάθισεν, οὗπερ εἰώθασι τὰς ἀμφὶ τοῖς ἀντιλεγομένοις 7.32.44 ποιεῖσθαι γνώσεις. οἵπερ ἀναλεξάμενοι ἅπαντα, ὅσα τοῖς εὐθυνομένοις δεδιηγῆσθαι τετύχηκεν, οὐδέν τι ἧσσον ἐς Γερμανόν τε καὶ Ἰουστῖνον τὸν αὐτοῦ παῖδα τὸ ἔγκλημα ἦγον, ἕως ὁ Γερμανὸς Μαρκέλλου τε καὶ Λεοντίου τὴν μαρτυρίαν παρασχόμενος ἐκλύειν τὴν 7.32.45 ὑποψίαν ἔσχεν. αὐτοί τε γὰρ καὶ Κωνσταντιανὸς καὶ Βούζης διώμοτοι ἰσχυρίσαντο μηδ' ὁτιοῦν σφᾶς τούτων δὴ ἕνεκα τὸν Γερμανὸν ἀποκρύψασθαι, ἀλλὰ ταύτῃ πάντα ξυνενεχθῆναι, ᾗπέρ μοι ἔναγχος δεδιή7.32.46