254
Ῥωμαίων ἔν τε Αὐξίμῳ ἡσυχῆ μενεῖν καὶ οὔποτε κακουργήσοντας 6.16.21 σφίσιν ἕψεσθαι. στρατιὰν δὲ ἀξιολογωτάτην ξὺν ναυσὶν ἔπεμψεν, ἧς Ἡρωδιανός τε καὶ Οὐλίαρις καὶ Ναρ6.16.22 σῆς Ἀρατίου ἀδελφὸς ἦρχον. αὐτοκράτωρ δὲ τῷ στόλῳ Ἰλδίγερ ἐφειστήκει, ᾧ δὴ εὐθὺ Ἀριμίνου Βελισάριος ἐπέστελλε πλεῖν, φυλασσομένῳ ὅπως μὴ μακρὰν ἀπολελειμμένου τοῦ πεζοῦ στρατοῦ καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἐγχειρήσωσιν. ὁδῷ γὰρ αὐτοὺς πορεύεσθαι 6.16.23 τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν. καὶ στρατιὰν μὲν ἄλλην, ἧς Μαρτῖνος ἦρχε, ταῖς ναυσὶ ταύταις παρακολουθοῦντας κατὰ τὴν παραλίαν ἐκέλευεν ἰέναι, ἐντειλάμενος, ἐπειδὰν ἄγχιστα τῶν πολεμίων ἵκωνται, πυρὰ πλείονα καὶ οὐ κατὰ λόγον τοῦ στρατοῦ καίειν, δόκησίν τε πλήθους πολλῷ πλείονος τοῖς ἐναντίοις παρέχε6.16.24 σθαι. αὐτὸς δὲ ἄλλην ὁδὸν τῆς ἠϊόνος ἀπωτάτω οὖσαν ξύν τε Ναρσῇ καὶ τῷ ἄλλῳ στρατῷ διὰ πόλεως Οὐρβισαλίας ᾔει, ἣν δὴ ἐν τοῖς ἔμπροσθεν χρόνοις οὕτως Ἀλάριχος καθεῖλεν ὥστε ἄλλο γε αὐτῇ οὐδ' ὁτιοῦν ἀπολέλειπται τοῦ πρότερον κόσμου, ὅτι μὴ πύλης μιᾶς καὶ τῆς κατασκευῆς τοῦ ἐδάφους λείψανόν τι βραχύ. 6.17.1 Ἐνταῦθά μοι ἰδεῖν θέαμα ξυνηνέχθη τοιόνδε. ἡνίκα ὁ ξὺν τῷ Ἰωάννῃ στρατὸς ἐς Πικηνοὺς ἦλθε, γέγονεν, ὡς τὸ εἰκὸς, ταραχή τις πολλὴ τοῖς ταύτῃ 6.17.2 ἀνθρώποις. τῶν τε γυναικῶν αἱ μὲν ἔφευγον ἐξαπιναίως ὅπη αὐτῶν ἑκάστῃ δυνατὰ ἐγεγόνει, αἱ δὲ καταλαμβανόμεναι ἤγοντο κόσμῳ οὐδενὶ πρὸς τῶν ἐντυχόν6.17.3 των. ἐν τούτῳ οὖν τῷ χωρίῳ μία τις γυνὴ ἀρτίως τεκοῦσα καὶ τὸ παιδίον ἀπολιποῦσα ἐν τοῖς σπαργάνοις ἔτυχε ἐπὶ γῆς κείμενον καὶ εἴτε φεύγουσα εἴτε ὑφ' ὁτουοῦν καταληφθεῖσα, ἐνταῦθα ἐπανήκειν οὐκέτι ἔσχεν· ἀφανισθῆναι γὰρ αὐτῇ δηλονότι ἢ ἐξ ἀνθρώ6.17.4 πων ἢ ἐξ Ἰταλίας ξυνέπεσε. τὸ μὲν οὖν παιδίον ἐν ταύτῃ δὴ τῇ ἐρημίᾳ γεγονὸς ἔκλαιεν. αἲξ δὲ αὐτὸ μία ἰδοῦσα ᾠκτίζετό τε καὶ πλησίον ἀφικομένη (ἔναγχος γὰρ τεκοῦσα καὶ αὐτὴ ἔτυχε) τὸν τιτθὸν ἐδίδου καὶ τὸ παιδίον ξὺν ἐπιμελείᾳ ἐφύλασσε, μὴ κύων ἤ τι 6.17.5 θηρίον αὐτὸ λυμάνηται. χρόνου τε τῇ ταραχῇ τριβέντος συχνοῦ τούτου δὴ τοῦ τιτθοῦ ἐπὶ πλεῖστον 6.17.6 μεταλαχεῖν τὸ παιδίον ξυνέβη. γνωσθὲν δὲ Πικηνοῖς ὕστερον ὅτι δὴ ὁ βασιλέως στρατὸς ἐπὶ Γότθων μὲν τῷ πονηρῷ ἐνταῦθα ἥκοι, Ῥωμαῖοι δὲ οὐ πείσονται οὐδὲν πρὸς αὐτοῦ ἄχαρι, ἐπανῆλθον εὐθὺς οἴκαδε 6.17.7 ἅπαντες. ἔν τε Οὐρβισαλίᾳ ξὺν τοῖς ἀνδράσιν αἱ γυναῖκες γενόμεναι, ὅσαι γένος Ῥωμαῖαι ἦσαν, ἐπειδὴ τὸ παιδίον ἐν τοῖς σπαργάνοις περιὸν εἶδον, τὸ γεγονὸς ξυμβάλλειν οὐδαμῆ ἔχουσαι ἐν θαύματι μεγάλῳ 6.17.8 ὅτι δὴ βιῴη πεποίηνται. καὶ τὸν τιτθὸν ἑκάστη ἐδίδου, αἳ δὴ πρὸς τοῦτο ἐπιτηδείως ἔχουσαι ἔτυχον. ἀλλ' οὔτε τὸ παιδίον ἀνθρώπειον γάλα ἔτι προσίετο καὶ ἡ αἲξ αὐτοῦ μεθίεσθαι ἥκιστα ἤθελεν, ἀλλὰ μηκωμένη ἀμφὶ τὸ παιδίον ἐνδελεχέστατα, δεινὰ τοῖς παροῦσιν ἐδόκει ποιεῖσθαι, ὅτι τῷ παιδίῳ ἄγχιστα αἱ γυναῖκες ἰοῦσαι οὕτω δὴ αὐτὸ ἐνοχλοῖεν, τό τε ξύμπαν εἰπεῖν μεταποιεῖσθαι ὡς οἰκείου τοῦ βρέφους ἠξίου. 6.17.9 καὶ ἀπ' αὐτοῦ αἵ τε γυναῖκες τὸ παιδίον οὐκέτι ἠνώχλουν καὶ ἡ αἲξ ἀδεέστερον ἔτρεφέ τε καὶ τὰ ἄλλα ἐπιμελομένη ἐφύλαττε. διὸ δὴ Αἴγισθον οἱ ἐπιχώριοι 6.17.10 τοῦτο δὴ τὸ παιδίον ἐκάλουν. καὶ ἡνίκα μοι ἐπιδημεῖν ἐνταῦθα ξυνέβη, ἐπίδειξιν τοῦ παραλόγου ποιούμενοι παρά τε τὸ παιδίον ἦγον καὶ αὐτὸ ἐξεπίτηδες, 6.17.11 ἵνα βοᾷ, ἐλύπουν. καὶ τὸ μὲν τοῖς λυποῦσιν ἀχθόμενον ἔκλαεν, ἀκούσασα δὲ ἡ αἲξ (διεστήκει γὰρ αὐτοῦ ὅσον λίθου βολὴν) δρόμῳ τε καὶ μηκηθμῷ ἐχομένη πολλῷ παρ' αὐτὸ ᾔει, ὕπερθέν τε αὐτοῦ ἐλθοῦσα ἔστη, ὡς μή τις αὐτὸ λυπεῖν τὸ λοιπὸν δύνηται. τὰ μὲν οὖν ἀμφὶ τῷ Αἰγίσθῳ τούτῳ τοιαῦτά ἐστι. 6.17.12 Βελισάριος δὲ διὰ τῶν ταύτῃ ὀρῶν ἐχώρει. πλήθει γὰρ παρὰ πολὺ ἐλασσούμενος τῶν ἐναντίων οὐκ ἤθελεν αὐτοῖς ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἰέναι, ἐπεὶ καὶ θανατῶντας τοῖς ξυμπεσοῦσι τοὺς βαρβάρους ἑώρα. 6.17.13 ᾤετο δὲ αὐτοὺς, ἐπειδὰν τάχιστα πύθωνται πανταχόθεν σφίσι πολεμίων ἐπιέναι στρατὸν, ἀλκῆς ἂν οὐδεμιᾶς μνησθῆναι, ἀλλ' αὐτίκα δὴ μάλα ἐς φυγὴν τρέψεσθαι. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης, οὐκ ἔξω τοῦ ἐσομέ6.17.14 νου ὑποτοπήσας. ἐπειδὴ γὰρ ἐν τοῖς ὄρεσιν