110
κόλασιν. 3.6.2 φασὶ γοῦν αὐτῷ τριακόσια καὶ χίλια κεντηνάρια ἐπ' οὐδενὶ ἔργῳ δεδαπανῆσθαι. ἀλλ' ἐπεὶ οὐκ ἔδει Βανδίλους τῷ στόλῳ τούτῳ ἀπολωλέναι, αὐτοκράτορα τοῦ πολέμου ποιεῖται Βασιλίσκον, Βηρίνης τῆς γυναικὸς ἀδελφὸν ὄντα καὶ τῆς βασιλείας ἐκτόπως ἐρῶντα, ἥν οἱ ἤλπισεν ἀμαχητὶ ἔσεσθαι τὴν Ἄσπαρος προσποιη3.6.3 σαμένῳ φιλίαν. αὐτὸς γὰρ Ἄσπαρ τῆς Ἀρείου δόξης μεταποιούμενος, ταύτην τε οὐκ ἐννοῶν μετατίθεσθαι, παρελθεῖν μὲν εἰς τὴν βασιλείαν οὐχ οἷός τε ἦν, καταστήσασθαι δὲ ἐς αὐτὴν ἕτερον εὐπετῶς ἴσχυσεν, ἤδη τε Λέοντι τῷ βασιλεῖ ὡς ἐπιβουλεύσει προσκεκρουκότι 3.6.4 ἐπίδοξος ἦν. λέγουσιν οὖν Ἄσπαρα τότε δείσαντα μὴ Βανδίλων ἡσσημένων ὁ Λέων ὡς ἀσφαλέστατα τὴν βασιλείαν κρατύνηται, πολλὰ Βασιλίσκῳ ἐπισκήψαντα παρακαταθέσθαι οἱ Βανδίλους τε καὶ Γιζέριχον. 3.6.5 Λέων δὲ ἤδη πρότερον Ἀνθέμιον, ἄνδρα ἐκ γερουσίας, πλούτῳ τε καὶ γένει μέγαν, βασιλέα τῆς ἑσπερίας καταστησάμενος ἔπεμψεν, ὅπως οἱ τὰ ἐς τὸν Βανδιλι3.6.6 κὸν συλλήψεται πόλεμον. καίτοι Γιζέριχος ἔχρῃζε καὶ πολλὰ ἐλιπάρει Ὀλυβρίῳ παραδοθῆναι τὴν βασιλείαν Πλακιδίᾳ τῇ Βαλεντινιανοῦ παιδὶ ξυνοικοῦντι καὶ διὰ τὸ κῆδος εὐνοϊκῶς αὐτῷ ἔχοντι, ἐπειδή τε τούτου ἠτύχησεν, ἔτι μᾶλλον ὠργίζετο καὶ πᾶσαν τὴν βασιλέως γῆν 3.6.7 ἐληίζετο. ἦν δέ τις ἐν ∆αλματίᾳ Μαρκελλιανὸς τῶν Ἀετίῳ γνωρίμων, ἀνὴρ δόκιμος, ὃς ἐπειδὴ Ἀέτιος ἐτελεύτησε τρόπῳ τῷ εἰρημένῳ, βασιλεῖ εἴκειν οὐκέτι ἠξίου, ἀλλὰ νεωτερίσας τε καὶ τοὺς ἄλλους ἅπαντας ἀποστήσας αὐτὸς εἶχε τὸ ∆αλματίας κράτος, οὐδενός 3.6.8 οἱ ἐς χεῖρας ἰέναι τολμήσαντος. τοῦτον δὴ τὸν Μαρκελλιανὸν τότε Λέων βασιλεὺς εὖ μάλα τιθασσεύων προσεποιήσατο, καὶ ἐς Σαρδὼ τὴν νῆσον ἐκέλευεν ἰέναι, Βανδίλων κατήκοον οὖσαν. ὁ δὲ αὐτὴν Βαν3.6.9 δίλους ἐξελάσας οὐ χαλεπῶς ἔσχεν. Ἡράκλειος δὲ σταλεὶς ἐκ Βυζαντίου εἰς Τρίπολιν τὴν ἐν Λιβύῃ νικήσας τε μάχῃ τοὺς ταύτῃ Βανδίλους τάς τε πόλεις ῥᾳδίως εἷλε καὶ τὰς ναῦς ἐνταῦθα ἀπολιπὼν πεζῇ τὸ στράτευμα ἐς Καρχηδόνα ἦγε. τὰ μὲν οὖν τοῦ πολέμου προοίμια τῇδε ἐφέρετο. 3.6.10 Βασιλίσκος δὲ τῷ παντὶ στόλῳ ἐς πόλισμα κατέπλευσε, Καρχηδόνος διέχον οὐχ ἧσσον ἢ ὀγδοήκοντά τε καὶ διακοσίοις σταδίοις (Ἑρμοῦ δὲ νεὼς ἐνταῦθα ἐκ παλαιοῦ ἐτύγχανεν ὢν, ἀφ' οὗ δὴ καὶ Μερκούριον ὁ τόπος ἐκλήθη· οὕτω γὰρ τὸν Ἑρμῆν καλοῦσι Ῥωμαῖοι), καὶ εἰ μὴ ἐθελοκακήσας ἐμέλλησεν, ἀλλ' εὐθὺ ἐπεχείρησε Καρχηδόνος ἰέναι, αὐτήν τε ἂν αὐτοβοεὶ εἷλε καὶ Βανδίλους ἐς οὐδεμίαν ἀλκὴν τραπομένους 3.6.11 κατεδουλώσατο. οὕτω Γιζέριχος Λέοντα ὡς ἄμαχον βασιλέα κατωρρώδησεν, ἐπεί οἱ Σαρδώ τε καὶ Τρίπολις ἁλοῦσαι ἠγγέλλοντο καὶ τὸν Βασιλίσκου στόλον ἑώρα οἷος οὐδείς πω ἐλέγετο Ῥωμαίοις πρότερον γεγενῆσθαι. νῦν δὲ τοῦτο ἐκώλυσεν ἡ τοῦ στρατηγοῦ μέλλησις, εἴτε κακότητι εἴτε προδοσίᾳ προσγενομένη. 3.6.12 Γιζέριχος δὲ τῆς Βασιλίσκου ὀλιγωρίας ἀπολαύων ἐποίει τάδε. ὁπλίσας ἅπαντας ὡς ἄριστα εἶχε τοὺς ὑπηκόους ἐπλήρου τὰς ναῦς, ἄλλας τε κενὰς ἀνδρῶν 3.6.13 καὶ ὡς τάχιστα πλεούσας ἐν παρασκευῇ εἶχε. πέμψας δὲ πρέσβεις ὡς Βασιλίσκον ἐδεῖτο τὸν πόλεμον ἐς πέντε ἡμερῶν ὑπερβαλέσθαι χρόνον, ὅπως μεταξὺ βουλευσάμενος ἐκεῖνα ποιοίη ἃ δὴ μάλιστα βασιλεῖ βου3.6.14 λομένῳ εἴη. λέγουσι δὲ αὐτὸν καὶ χρυσίου πολύ τι χρῆμα κρύφα τῆς Βασιλίσκου στρατιᾶς πέμψαντα 3.6.15 ταύτην δὴ τὴν ἐκεχειρίαν ὠνήσασθαι. ἔπρασσε δὲ 3.6.15 ταῦτα οἰόμενος, ὅπερ ἐγένετο, πνεῦμα ἐπίφορον ἐν 3.6.16 τούτῳ οἱ τῷ χρόνῳ γενήσεσθαι. Βασιλίσκος δὲ ἢ Ἄσπαρι καθάπερ ὑπέστη χαριζόμενος ἢ τὸν καιρὸν χρημάτων ἀποδιδόμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη, ἐποίει τε τὰ αἰτούμενα καὶ ἡσύχαζεν ἐν τῷ στρατοπέ3.6.17 δῳ, τὴν εὐκαιρίαν προσδεχόμενος τῶν πολεμίων. οἱ δὲ Βανδίλοι, ἐπειδὴ σφίσι τάχιστα τὸ πνεῦμα ἐγεγόνει, ὃ δὴ τέως καραδοκοῦντες ἐκάθηντο, ἀράμενοί τε τὰ ἱστία καὶ τὰ πλοῖα ἀφέλκοντες ὅσα αὐτοῖς ἀνδρῶν κενὰ, ὥσπερ μοι πρότερον εἴρηται, παρεσκεύαστο, 3.6.18 ἔπλεον ἐπὶ τοὺς πολεμίους. ὡς δὲ ἀγχοῦ ἐγένοντο, πῦρ ἐν τοῖς πλοίοις ἐνθέμενοι, ἃ δὴ αὐτοὶ ἐφέλκοντες ἦγον, κεκολπωμένων αὐτοῖς τῶν