265
δὲ ἐκ παχέος τινὸς χαλκοῦ πρόεισι.» Προκόπιος μὲν τοσαῦτα εἶπε. Βελισάριος δὲ ἥσθη τε τῇ ὑποθήκῃ καὶ ἅπαν ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε «Προ»θυμίαν ἐς τόδε ξυμφέρειν τε οἶμαι καὶ πολλοῦ ἐπαί»νου ἀξίαν εἶναι, μέχρις ἂν μετρία τις οὖσα οὐδὲν 6.23.30 «τοῖς ἔχουσι προσποιῆται βλάβος. τῷ γὰρ ὑπερβάλλοντι «τὰ ἀγαθὰ πάντα πρὸς τὸ χεῖρον ἀεὶ τρέπεσθαι εἴω»θεν. ὑμεῖς οὖν μὴ τῷ φιλονείκῳ τὸ λοιπὸν σφάλλε»σθε· φεύγειν γὰρ δή που τὸν κακουργοῦντα οὐδεμία 6.23.31 «αἰσχύνη. ἀλλ' ὁ μὲν ἐς κακὸν προὖπτον ἀνεπισκέπτως «ἰὼν καὶ σωθεὶς ἐνθένδε, ἂν οὕτω τύχῃ, ἄνοιαν ὀφλι»σκάνει· γενναῖος δὲ ὃς ἂν ἐν τοῖς ἀναγκαίοις ἀνδρα6.23.32 «γαθίζηται. οἱ μὲν οὖν βάρβαροι, ἐπεὶ ἐκ τοῦ εὐθέος «ἡμῖν οὐχ οἷοί τέ εἰσι διαμάχεσθαι, προλοχίζοντες «διαφθείρειν ἡμᾶς ἐγχειροῦσιν. ἡμῖν δὲ τοῦ διαφυ»γεῖν τὴν αὐτῶν ἐνέδραν τὸ τὸν κίνδυνον ὑποστῆναι 6.23.33 «μεμπτότερον. τοῦ γὰρ ἐνδιδόναι ταῖς τῶν ἐχθρῶν «γνώμαις οὐδὲν αἴσχιον. ἐμοὶ μὲν οὖν ὅπως μὴ προσ6.23.34 «πεσεῖσθε ταῖς τῶν πολεμίων ἐνέδραις μελήσει. ἔργον «δ' ἂν ὑμέτερον εἴη, ἐπειδὰν σημήνω, ἐς τὴν ἀναχώ»ρησιν κατὰ τάχος ἰέναι. αὕτη δὲ ὑμῖν ἡ δήλωσις ἐκ 6.23.35 «σάλπιγγος, ὦ στρατιῶται, τῆς πεζικῆς ἔσται.» Βελισάριος μὲν τοσαῦτα εἶπεν. οἱ δὲ στρατιῶται ἀμφὶ τὴν πόαν κατιδόντες τοὺς πολεμίους, δρόμῳ ἐπ' αὐτοὺς ᾔεσαν, τινάς τε αὐτῶν ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινον. 6.23.36 ἐν οἷς ἕνα χρυσοφοροῦντα τῶν τις Μαυρουσίων ἰδὼν λαβόμενός τε τῶν ἐν τῇ κεφαλῇ τριχῶν, ὅπως ἀποδύοι, 6.23.37 τὸν νεκρὸν ἐφεῖλκε. Γότθος δέ τις αὐτὸν ἀκοντίῳ βαλὼν μυώνων τε, οἳ ὄπισθέν εἰσι τῶν κνημῶν, ἑκατέρων ἐπιτυχὼν, ἐνέρσει τοῦ ἀκοντίου ἄμφω τὼ πόδε 6.23.38 ξυνέδησεν. ἀλλ' οὐδέν τι ἧσσον ὁ Μαυρούσιος τῶν τριχῶν ἐχόμενος τὸν νεκρὸν εἷλκεν. ἐν τούτῳ δὲ οἱ μὲν βάρβαροι τὰς ἐνέδρας ἐκίνουν, Βελισάριος δὲ ἀπὸ τοῦ στρατοπέδου ὁρῶν τὰ ποιούμενα, ταῖς σάλπιγξι τοὺς πεζοὺς, οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο, ἠχεῖν κατὰ 6.23.39 τάχος ἐκέλευεν. οἵ τε Ῥωμαῖοι αἰσθόμενοι κατὰ βραχὺ ἤδη ὑπεχώρουν, τὸν Μαυρούσιον ξὺν τῷ ἀκοντίῳ ἀράμενοι. οἷς δὴ οἱ Γότθοι ἕπεσθαι οὐκέτι ἐτόλμων, ἀλλ' ἄπρακτοι ἀνεχώρησαν. 6.24.1 Προϊόντος δὲ τοῦ χρόνου καὶ τῆς ἀπορίας οἱ βάρβαροι τῶν ἐπιτηδείων ἐπὶ μέγα χωρούσης, ἀνενεγκεῖν 6.24.2 ἐς Οὐίττιγιν ἐβουλεύοντο τὰ παρόντα σφίσι. καὶ ἐπεὶ αὐτῶν οὐδεὶς στέλλεσθαι ἐς ταύτην δὴ τὴν πρᾶξιν ἐτόλμα (λήσειν γὰρ τοὺς πολιορκοῦντας οὐκ ἄν ποτε 6.24.3 ᾤοντο), ἐπενόουν τάδε. ἀσέληνον νύκτα τηρήσαντες καὶ τοὺς ἄνδρας ἐν παρασκευῇ ποιησάμενοι, οὓς δὴ παρὰ τὸν Οὐίττιγιν πέμπειν διενοοῦντο, γράμματά τε αὐτοῖς ἐν χερσὶ θέμενοι, ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, 6.24.4 ἐβόων ἅπαντες πολλαχῆ τοῦ περιβόλου ἐξαίσιον. εἴκασεν ἄν τις ἐς ταραχὴν αὐτοὺς καταστῆναι λίαν τε σφίσιν ἐγκειμένων τῶν πολεμίων καὶ παρὰ δόξαν ἁλισκομένης 6.24.5 τῆς πόλεως. οὐκ ἔχοντες δὲ παντάπασι Ῥωμαῖοι ξυμβαλεῖν τὸ γινόμενον, Βελισαρίου γνώμῃ ἐν τοῖς στρατοπέδοις ἡσυχῆ ἔμενον, ἔκ τε τῆς πόλεως ἐπιβουλήν τινα ὑποτοπάσαντες ἔσεσθαι καὶ στρατὸν ἐκ Ῥαβέννης ἐπιβεβοηθηκότα τοῖς πολεμίοις ἐπὶ σφᾶς ἥκειν. ἃ δὴ δεδιότες ᾤοντο ἄμεινον σφίσιν εἶναι ἐν τῷ ἀσφαλεῖ ἡσυχάζουσι διασώζεσθαι ἢ ἐς προὖπτόν 6.24.6 τινα κίνδυνον ἐν νυκτὶ ἀσελήνῳ χωρεῖν. οὕτω γοῦν οἱ βάρβαροι λαθόντες τοὺς πολεμίους ἐπὶ Ῥαβέννης τοὺς ἄνδρας ἔπεμψαν. οἳ οὐδενὸς πολεμίου ἀνδρὸς ἐς ὄψιν ἐλθόντες παρά τε Οὐίττιγιν τριταῖοι ἀφίκοντο 6.24.7 καὶ τὰ γράμματα ἔδειξαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ἡνίκα «ἡμᾶς, ὦ βασιλεῦ, ἐς τὴν ἐν Αὐξίμῳ φρουρὰν καθίστης, «τὰς κλεῖς ἔφησθα παρακαταθέσθαι ἡμῖν Ῥαβέννης τε 6.24.8 «αὐτῆς καὶ τῆς βασιλείας τῆς σῆς. διὸ δὴ ἐπήγγελλες «ἡμῖν παντὶ σθένει φυλάσσεσθαι, ὅπως μὴ τὸ καθ' ἡμᾶς «μέρος παραδῶμεν τοῖς πολεμίοις τὸ Γότθων κράτος, «ἰσχυρίζου τε δεομένοις ἡμῖν παντὶ τῷ στρατῷ παρέ6.24.9 «σεσθαι αὐτεπάγγελτος. ἡμεῖς μὲν οὖν ἄχρι τοῦδε «λιμῷ τε καὶ Βελισαρίῳ μαχόμενοι πιστοὶ φύλακες τῆς «σῆς βασιλείας γεγόναμεν, σὺ δὲ οὐδὲ ὁπωστιοῦν ἡμῖν 6.24.10 «βοηθεῖν ἔγνωκας. λογίζου τοίνυν μή ποτε Αὔξιμον «ἑλόντες Ῥωμαῖοι καὶ τὰς κλεῖς