248
καὶ Παῦ6.12.41 λος. ὥστε ἀνάγκῃ οἱ τῆς πόλεως οἰκήτορες ἐκ περιτροπῆς ἀεὶ τὴν φυλακὴν εἶχον. τὰ μὲν οὖν ἐν Λιγούροις ἐφέρετο τῇδε καὶ ὁ χειμὼν ἔληγε, καὶ τρίτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. 6.13.1 Βελισάριος δὲ ἀμφὶ θερινὰς τροπὰς ἐπί τε Οὐίττιγιν καὶ τὸ Γότθων στρατόπεδον ᾔει, ὀλίγους μέν τινας φρουρᾶς ἕνεκα ἐν Ῥώμῃ ἀπολιπὼν, τοὺς δὲ 6.13.2 ἄλλους ξὺν αὑτῷ ἅπαντας ἐπαγόμενος. πέμψας τέ τινας ἐς Τουδέραν τε καὶ Κλούσιον χαρακώματα ἐπήγγειλε ποιεῖσθαι, οἷς δὴ ἕψεσθαί τε ἔμελλε καὶ 6.13.3 ξυμπολιορκήσειν τοὺς τῇδε βαρβάρους. οἱ δὲ, ἐπεὶ προσιόντα τὸν στρατὸν ἔμαθον, οὐχ ὑποστάντες τὸν κίνδυνον πρέσβεις τε παρὰ Βελισάριον ἔπεμψαν καὶ παραδώσειν ὁμολογίᾳ σφᾶς τε αὐτοὺς καὶ πόλιν ἑκατέραν ὑπέσχοντο, ἐφ' ᾧ κακῶν ἀπαθεῖς μείνωσι. παρα6.13.4 γενομένῳ τέ οἱ ἐπιτελῆ τὴν ὑπόσχεσιν ἐποιήσαντο. ὁ 6.13.4 δὲ Γότθους μὲν ἅπαντας ἐνθένδε ἀναστήσας ἐπὶ Σικελίας τε καὶ Νεαπόλεως ἔπεμψεν, ἐν δὲ Κλουσίῳ καὶ Τουδέρᾳ φρουρὰν καταστησάμενος πρόσω ἦγε τὸ στρά6.13.5 τευμα. ἐν τούτῳ δὲ Οὐίττιγις στρατιὰν ἄλλην καὶ ἄρχοντα Οὐάκιμον ἐς Αὔξιμον πέμψας τοῖς ἐκείνῃ Γότθοις ἐκέλευεν ἀναμίγνυσθαι, καὶ ξὺν αὐτοῖς ἐπὶ τοὺς ἐν Ἀγκῶνι πολεμίους ἰόντας ἀποπειράσασθαι τοῦ 6.13.6 ταύτῃ φρουρίου. ὁ δὲ Ἀγκὼν οὗτος πέτρα τίς ἐστιν ἐγγώνιος, ἀφ' οὗ καὶ τὴν προσηγορίαν εἴληφε ταύτην· 6.13.7 ἀγκῶνι γὰρ ἐπὶ πλεῖστον ἐμφερής ἐστιν. ἀπέχει δὲ σταδίους ὀγδοήκοντα πόλεως μάλιστα Αὐξίμου, ἧς δή ἐστιν ἐπίνειον. καὶ τὸ μὲν τοῦ φρουρίου ὀχύρωμα ἐπὶ πέτρας τῆς ἐγγωνίου ἐν ἀσφαλεῖ κεῖται, τὰ δὲ ἐκτὸς ἅπαντα οἰκοδομήματα, καίπερ ὄντα πολλὰ, ἐκ 6.13.8 παλαιοῦ ἀτείχιστα ἦν. Κόνων δὲ, ὃς τῇ τοῦ χωρίου φυλακῇ ἐφειστήκει, ἐπειδὴ τάχιστα τοὺς ἀμφὶ τὸν Οὐάκιμον ἤκουσεν ἐπιέναι τε καὶ ἤδη που οὐκ ἄποθεν 6.13.9 εἶναι, ἐπίδειξιν πεποίηται ἀλογίστου γνώμης. παρὰ φαῦλον γὰρ ἡγησάμενος τό τε φρούριον καὶ τοὺς τοῦ φρουρίου οἰκήτορας ξὺν τοῖς στρατιώταις κακῶν ἀπαθεῖς διασώσασθαι, τὸ μὲν ὀχύρωμα εἴασε παντάπασι στρατιωτῶν ἔρημον, ἅπαντας δὲ ἀπαγαγὼν ὅσον ἀπὸ σταδίων πέντε ὡς ἐς παράταξιν διεκόσμησεν, οὐ βαθεῖάν τινα τὴν φάλαγγα ποιησάμενος, ἀλλ' ὥστε τὴν ὑπώρειαν ὅλην ὥσπερ ἐς κυνηγέσιον περιβάλλε6.13.10 σθαι. οἵπερ ἐπειδὴ τοὺς πολεμίους πλήθει πολλῷ ὑπεραίροντας εἶδον, στρέψαντες τὰ νῶτα ἐπὶ τὸ φρού6.13.11 ριον εὐθὺς ἔφυγον. ἐπιδιώξαντές τε οἱ βάρβαροι πλείστους μὲν αὐτῶν, ὅσοι οὐκ ἔφθασαν ἐντὸς τοῦ περιβόλου εἰσιέναι, αὐτοῦ ἔκτειναν, κλίμακας δὲ τῷ τείχει ἐρείσαντες, τῆς ἀνόδου ἀπεπειράσαντο. τινὲς 6.13.12 δὲ τὰ ἐκτὸς τοῦ φρουρίου οἰκία ἔκαιον. Ῥωμαῖοι δὲ, οἳ καὶ πρότερον τὸ φρούριον ᾤκουν, τοῖς παροῦσιν ἐκπεπληγμένοι, προανακλίναντες τὴν πυλίδα, κόσμῳ 6.13.13 οὐδενὶ φεύγοντας τοὺς στρατιώτας ἐδέχοντο. ἐπεὶ δὲ τοὺς βαρβάρους ἄγχιστα ἐγκειμένους τοῖς φεύγουσιν εἶδον, ὅπως μὴ συνεισβάλλωσι δείσαντες, τὰς μὲν πύλας κατὰ τάχος ἐπέθεντο, ἐκ δὲ τῶν ἐπάλξεων βρόχους καθέντες, ἄλλους τέ τινας καὶ Κόνωνα αὐτὸν 6.13.14 ἀνέλκοντες διεσώσαντο. ταῖς μέντοι κλίμαξιν ἀνιόντες οἱ βάρβαροι παρ' ὀλίγον ἦλθον τὸ φρούριον κατὰ κράτος ἑλεῖν, εἰ μὴ ἄνδρες δύο, ἔργα θαυμάσια ἐνδεικνύμενοι, ἤδη αὐτοὺς τοὺς ἐν ταῖς ἐπάλξεσι γενομένους ἀρετῇ ὤσαντο, ὧν ὁ μὲν Βελισαρίου δορυφόρος ἦν ἐκ Θρᾴκης, Οὐλιμοὺθ ὄνομα, ὁ δὲ Βαλεριανοῦ, 6.13.15 Γουβουλγουδοῦ, Μασσαγέτης γένος. τούτω γὰρ τὼ ἄνδρε τύχῃ μέν τινι καταπεπλευκότε ὀλίγῳ πρότερον ἐς τὸν Ἀγκῶνα ἐτυχέτην. ἐν δὲ τῷ πόνῳ τούτῳ τοὺς ἀνιόντας τοῖς ξίφεσιν ἀμυνόμενοι τὸ μὲν φρούριον παρὰ δόξαν ἔσωσαν, αὐτοὶ δὲ ἡμιθνῆτες καὶ τὸ σῶμα κρεουργηθέντες ὅλον ἐνθένδε ἀπεκομίσθησαν. Τότε Βελισαρίῳ Ναρσῆς ξὺν πολλῇ στρατιᾷ ἐκ Βυζαν6.13.16 τίου ἥκειν καὶ ἐν Πικηνοῖς εἶναι ἠγγέλλετο. ὁ δὲ Ναρσῆς οὗτος εὐνοῦχος μὲν ἦν καὶ τῶν βασιλικῶν χρημάτων ταμίας, ἄλλως δὲ ὀξὺς καὶ μᾶλλον ἢ κατ' εὐνοῦχον 6.13.17 δραστήριος. στρατιῶται δὲ αὐτῷ πεντακισχίλιοι εἵποντο, ὧν ἄλλοι τε κατὰ συμμορίας ἡγοῦντο καὶ Ἰουστῖνος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς καὶ Ναρσῆς ἕτερος, ἐξ