207
μεγάλη Ἑλλὰς καλουμένη τὰ πρότερα. ἐν Βριττίοις γὰρ Λοκροί τέ εἰσιν οἱ Ἐπιζεφύριοι καὶ Κροτωνιᾶται 5.15.24 καὶ Θούριοι. τοῦ δὲ κόλπου ἐκτὸς πρῶτοι μὲν Ἕλληνές εἰσιν, Ἠπειρῶται καλούμενοι, ἄχρι Ἐπιδάμνου πόλεως, 5.15.25 ἥπερ ἐπιθαλασσία οἰκεῖται. καὶ ταύτης μὲν ἐχομένη Πρέκαλις ἡ χώρα ἐστὶ, μεθ' ἣν ∆αλματία ἐπικαλεῖται, καὶ τῷ τῆς ἑσπερίας λελόγισται κράτει. τὸ δὲ ἐντεῦθεν Λιβουρνία τε καὶ Ἰστρία καὶ Βενετίων ἡ χώρα ἐστὶ 5.15.26 μέχρι ἐς Ῥάβενναν πόλιν διήκουσα. οὗτοι μὲν ἐπιθαλάσσιοι ταύτῃ ᾤκηνται. ὕπερθεν δὲ αὐτῶν Σίσκιοί τε καὶ Σούαβοι (οὐχ οἱ Φράγγων κατήκοοι, ἀλλὰ παρὰ 5.15.27 τούτοις ἕτεροι) χώραν τὴν μεσόγειον ἔχουσι. καὶ ὑπὲρ τούτους Καρνίοι τε καὶ Νωρικοὶ ἵδρυνται. τούτων δὲ ∆ᾶκαί τε καὶ Παννόνες ἐν δεξιᾷ οἰκοῦσιν, οἳ ἄλλα τε χωρία καὶ Σιγγιδόνον καὶ Σίρμιον ἔχουσιν, ἄχρι 5.15.28 ἐς ποταμὸν Ἴστρον διήκοντες. τούτων μὲν δὴ τῶν ἐθνῶν Γότθοι κόλπου τοῦ Ἰονίου ἐκτὸς κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου ἦρχον, ὑπὲρ δὲ Ῥαβέννης πόλεως Πάδου τοῦ ποταμοῦ ἐν ἀριστερᾷ Λιγούριοι ᾤκηνται. 5.15.29 καὶ αὐτῶν τὰ μὲν πρὸς βορρᾶν ἄνεμον Ἀλβανοὶ ἐν χώρᾳ ὑπερφυῶς ἀγαθῇ Λαγγούβιλλα καλουμένῃ οἰκοῦσι, τούτων τε ὕπερθεν ἔθνη τὰ Φράγγοις κατήκοά ἐστι, τὰ δὲ πρὸς ἑσπέραν Γάλλοι τε καὶ μετ' ἐκείνους 5.15.30 Ἱσπανοὶ ἔχουσι. τοῦ δὲ Πάδου ἐν δεξιᾷ Αἰμιλία τέ ἐστι καὶ τὰ Τούσκων ἔθνη, ἄχρι καὶ ἐς τοὺς Ῥώμης ὅρους διήκοντα. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει. 5.16.1 Βελισάριος δὲ τὰ Ῥώμης ὅρια κύκλῳ ἅπαντα μέχρι ἐς ποταμὸν Τίβεριν καταλαβὼν ἐκρατύνατο. καὶ ἐπειδή οἱ ἅπαντα ὡς ἄριστα εἶχε, πολλοὺς τῶν αὑτοῦ ὑπασπιστῶν ξὺν δορυφόροις ἄλλοις τε καὶ Ζαρτῆρι καὶ Χορσομάνῳ καὶ Αἰσχμάνῳ τοῖς Μασσαγέταις καὶ στρατιὰν ἄλλην Κωνσταντίνῳ ἔδωκεν, ἔς τε Τουσκίαν ἐκέλευεν ἰέναι, ἐφ' ᾧ παραστήσεται τὰ ἐκείνῃ χωρία. 5.16.2 καὶ Βέσσαν ἐπήγγελλε καταλαβεῖν Ναρνίαν, πόλιν ἐχυρὰν μάλιστα ἐν Τούσκοις οὖσαν. ὁ δὲ Βέσσας οὗτος Γότθος μὲν ἦν γένος τῶν ἐκ παλαιοῦ ἐν Θρᾴκῃ ᾠκημένων, Θευδερίχῳ τε οὐκ ἐπισπομένων, ἡνίκα ἐνθένδε ἐς Ἰταλίαν ἐπῆγε τὸν Γότθων λεὼν, δραστήριος δὲ 5.16.3 καὶ ἀγαθὸς τὰ πολέμια. στρατηγός τε γὰρ ἦν ἄριστος καὶ αὐτουργὸς δεξιός. καὶ Βέσσας μὲν οὔτι ἀκουσίων τῶν οἰκητόρων Ναρνίαν ἔσχε, Κωνσταντῖνος δὲ Σπολίτιόν τε καὶ Περυσίαν καὶ ἄλλα ἄττα πολίσματα 5.16.4 παρεστήσατο οὐδενὶ πόνῳ. ἐθελούσιοι γὰρ αὐτὸν ταῖς πόλεσι Τοῦσκοι ἐδέχοντο. φρουρὰν οὖν ἐν Σπολιτίῳ καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐν Περυσίᾳ 5.16.5 τῇ Τούσκων πρώτῃ ἡσύχαζεν. Οὐίττιγις δὲ ταῦτα ἀκούσας στρατιάν τε καὶ ἄρχοντας Οὐνίλαν τε καὶ 5.16.6 Πίσσαν ἐπ' αὐτοὺς ἔπεμπεν. οἷς Κωνσταντῖνος ὑπαντιάσας ἐν τῷ Περυσίας προαστείῳ ἐς χεῖρας ἦλθε. πλήθει δὲ τῶν βαρβάρων ὑπεραιρόντων ἀγχώμαλος μὲν τὰ πρῶτα ἐγεγόνει ἡ μάχη, μετὰ δὲ Ῥωμαῖοι τῇ σφῶν ἀρετῇ καθυπέρτεροι γεγενημένοι τοὺς πολεμίους ἐτρέψαντο, φεύγοντάς τε οὐδενὶ κόσμῳ σχεδόν τι ἅπαντας 5.16.7 ἔκτεινον. καὶ ζῶντας ἑλόντες τοὺς τῶν πολεμίων ἄρχοντας παρὰ Βελισάριον ἔπεμψαν. ἐπεὶ δὲ ταῦτα Οὐίττιγις ἤκουσεν, ἡσυχάζειν ἐπὶ Ῥαβέννης οὐκέτι ἤθελεν, οὗ δὴ αὐτῷ Μαρκίας τε καὶ οἱ ξὺν αὐτῷ 5.16.8 οὔπω ἐκ Γαλλιῶν ἥκοντες ἐμπόδιοι ἦσαν. ἐς μὲν οὖν ∆αλματίαν στρατιάν τε πολλὴν καὶ ἄρχοντας Ἀσινάριόν τε καὶ Οὐλιγίσαλον ἔπεμψεν, ἐφ' ᾧ ∆αλ5.16.9 ματίαν τῇ Γότθων ἀρχῇ ἀνασώσονται. καὶ αὐτοῖς ἐπέστελλεν ἐκ τῶν ἀμφὶ Σουαβίαν χωρίων στράτευμα ἑταιρισαμένοις τῶν ταύτῃ βαρβάρων οὕτω δὴ εὐθὺ 5.16.10 ∆αλματίας τε καὶ Σαλώνων ἰέναι. ξὺν αὐτοῖς δὲ καὶ μακρὰ πλοῖα πολλὰ ἔπεμψεν, ὅπως Σάλωνας κατὰ γῆν 5.16.11 τε καὶ θάλασσαν πολιορκεῖν οἷοί τε ὦσιν. αὐτὸς δὲ τῷ παντὶ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἰέναι ἠπείγετο, ἱππέας τε καὶ πεζοὺς οὐχ ἧσσον ἢ μυριάδας πεντεκαίδεκα ἐπαγόμενος, καὶ αὐτῶν τεθωρακισμένοι ξὺν τοῖς ἵπποις οἱ πλεῖστοι ἦσαν. 5.16.12 Ἀσινάριος μὲν οὖν ἀμφὶ τὴν Σουαβίαν γενόμενος τὸ τῶν βαρβάρων στράτευμα ἤγειρε, μόνος δὲ Οὐλι5.16.13 γίσαλος Γότθοις ἐς Λιβουρνίαν ἡγήσατο. καὶ σφίσι Ῥωμαίων ἐν χωρίῳ Σκάρδωνι ἐς χεῖρας ἐλθόντων ἡσσηθέντες τῇ μάχῃ