345
τὰ τῇδε ᾠκημένοις πεδία ἐξαπιναίως ἐπιπεσόντες πολλοὺς μὲν ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐτρέψαντο ἅπαν8.5.12 τας. ὅσοι τε αὐτοὺς διαφυγεῖν ἴσχυσαν, ξὺν παισί τε καὶ γυναιξὶν ἐνθένδε ἀναστάντες ἀπέλιπον μὲν τὰ πάτρια ἤθη, διαπορθμευσάμενοι δὲ ποταμὸν Ἴστρον 8.5.13 ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο. καὶ πολλὰ μὲν τοὺς ταύτῃ ᾠκημένους δεινὰ ἔδρασαν, μετὰ δὲ δόντος βασιλέως ᾠκήσαντο ἐς τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ τὰ μὲν ξυνεμάχουν Ῥωμαίοις, τάς τε συντάξεις ὥσπερ οἱ ἄλλοι στρατιῶται πρὸς βασιλέως κομιζόμενοι ἀνὰ πᾶν ἔτος καὶ φοιδερᾶτοι ἐπικληθέντες· οὕτω γὰρ αὐτοὺς τότε Λατίνων φωνῇ ἐκάλεσαν Ῥωμαῖοι, ἐκεῖνο, οἶμαι, παραδηλοῦντες, ὅτι δὴ οὐχ ἡσσημένοι αὐτῶν τῷ πολέμῳ Γότθοι, ἀλλ' ἐπὶ ξυνθήκαις τισὶν ἔνσπονδοι ἐγένοντο 8.5.14 σφίσι. φοίδερα γὰρ Λατῖνοι τὰς ἐν πολέμῳ καλοῦσι ξυνθήκας, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις· τὰ δὲ καὶ πόλεμον πρὸς αὐτοὺς διέφερον οὐδενὶ λόγῳ, ἕως ᾤχοντο ἀπιόντες ἐς Ἰταλίαν, Θευδερίχου ἡγουμένου σφίσι. τὰ μὲν οὖν τῶν Γότθων τῇδε κεχώρηκεν. 8.5.15 Οὖννοι δὲ αὐτῶν τοὺς μὲν κτείναντες, τοὺς δὲ, ὥσπερ ἐρρήθη, ἐξαναστήσαντες τὴν χώραν ἔσχον. καὶ αὐτῶν Κουτρίγουροι μὲν παῖδάς τε καὶ γυναῖκας μεταπεμψάμενοι ἐνταῦθα ἱδρύσαντο, οὗ δὴ καὶ ἐς ἐμὲ 8.5.16 ᾤκηνται. καὶ δῶρα μὲν πολλὰ πρὸς βασιλέως ἀνὰ πᾶν ἔτος κομίζονται, καὶ ὣς δὲ διαβαίνοντες ποταμὸν Ἴστρον καταθέουσιν ἐσαεὶ τὴν βασιλέως χώραν, ἔν8.5.17 σπονδοί τε καὶ πολέμιοι Ῥωμαίοις ὄντες. Οὐτίγουροι δὲ ξὺν τῷ ἡγουμένῳ ἐπ' οἴκου ἀπεκομίζοντο, μόνοι 8.5.18 τὸ λοιπὸν ἐνταῦθα καθιζησόμενοι. οἵπερ ἐπειδὴ Λίμνης τῆς Μαιώτιδος ἀγχοῦ ἐγένοντο, Γότθοις ἐνταῦθα 8.5.19 τοῖς Τετραξίταις καλουμένοις ἐνέτυχον. καὶ τὰ μὲν πρῶτα φραξάμενοι ταῖς ἀσπίσιν οἱ Γότθοι ἀντικρὺ τοῖς ἐπιοῦσιν ὡς ἀμυνόμενοι ἔστησαν, σθένει τε τῷ σφετέρῳ καὶ χωρίου ἰσχύϊ θαρσοῦντες· αὐτοὶ γὰρ ἀλκιμώτατοι 8.5.20 ἁπάντων εἰσὶ τῶν τῇδε βαρβάρων. καὶ ἡ πρώτη τῆς Μαιώτιδος ἐκροὴ, οὗ δὴ τότε οἱ Τετραξῖται Γότθοι ἵδρυντο, ἐν κόλπῳ ξυνιοῦσα μηνοειδεῖ, περιβαλοῦσά τε αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον, μίαν ἐπ' αὐτοὺς εἴσοδον 8.5.21 οὐ λίαν εὐρεῖαν τοῖς ἐπιοῦσι παρείχετο. ὕστερον δὲ (οὔτε γὰρ Οὖννοι χρόνον τινὰ τρίβεσθαι σφίσιν ἐνταῦθα ἤθελον, οἵ τε Γότθοι τῷ τῶν πολεμίων ὁμίλῳ ἐπὶ πολὺ ἀνθέξειν οὐδαμῆ ἤλπιζον) ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ' ᾧ ἀναμιχθέντες κοινῇ ποιήσονται τὴν διάβασιν, καὶ οἱ Γότθοι ἱδρύσονται μὲν ἐν τῇ ἀντιπέρας ἠπείρῳ παρ' αὐτὴν τῆς ἐκβολῆς μάλιστα τὴν ἀκτὴν, ἵνα δὴ καὶ τανῦν ἵδρυνται, φίλοι δὲ καὶ ξύμμαχοι τὸ λοιπὸν Οὐτιγούροις ὄντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ σφίσιν ἐνταῦθα βιώσονται τὸν πάντα αἰῶνα. 8.5.22 οὕτω μὲν οὖν οἵδε οἱ Γότθοι τῇδε ἱδρύσαντο καὶ τῶν Κουτριγούρων, ὥσπερ μοι εἴρηται, ἀπολελειμμένων ἐν γῇ τῇ ἐπὶ θάτερα τῆς Λίμνης οὔσῃ μόνοι Οὐτίγουροι τὴν χώραν ἔσχον, πράγματα Ῥωμαίοις ὡς ἥκιστα παρεχόμενοι, ἐπεὶ οὐδὲ αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλ' ἔθνεσι πολλοῖς διειργόμενοι μεταξὺ οὖσιν ἀκουσίῳ ἀπραγμοσύνῃ ἐς αὐτοὺς ἔχονται. 8.5.23 Ὑπερβάντι δὲ Λίμνην τε τὴν Μαιώτιδα καὶ ποταμὸν Τάναϊν ἐπὶ πλεῖστον μὲν τῶν τῇδε πεδίων Κουτρίγουροι Οὖννοι, ᾗπέρ μοι ἐρρήθη, ᾠκήσαντο· μετὰ δὲ αὐτοὺς Σκύθαι τε καὶ Ταῦροι ξύμπασαν ἔχουσι τὴν ταύτῃ χώραν, ἧσπερ μοῖρά τις Ταυρικὴ καὶ νῦν ἐπικαλεῖται, ἵνα δὴ καὶ τῆς Ἀρτέμιδος τὸν νεὼν γεγονέναι φασὶν, οὗπέρ ποτε ἡ τοῦ Ἀγαμέμνονος Ἰφιγένεια 8.5.24 προὔστη. καίτοι Ἀρμένιοι ἐν τῇ παρ' αὐτοῖς Κελεσηνῇ καλουμένῃ χώρᾳ τὸν νεὼν τοῦτον γεγονέναι φασὶ Σκύθας τε τηνικάδε ξύμπαντας καλεῖσθαι τοὺς ἐνταῦθα ἀνθρώπους, τεκμηριούμενοι τοῖς ἀμφί τε Ὀρέστῃ καὶ πόλει Κομάνῃ δεδιηγημένοις μοι ἐς ἐκεῖνο 8.5.25 τοῦ λόγου. ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστί· πολλὰ γὰρ τῶν ἑτέρωθι γεγενημένων, ἴσως δὲ καὶ οὐδαμῆ ξυμπεπτωκότων, ἄνθρωποι προσποιεῖσθαι φιλοῦσιν ὡς πάτρια ἤθη, ἀγανακτοῦντες, ἢν μὴ τῇ δοκήσει τῇ αὐτῶν ἅπαντες 8.5.26 ἕπωνται. μετὰ δὲ τὰ ἔθνη ταῦτα πόλις θαλασσία οἰκεῖται, Βόσπορος ὄνομα, Ῥωμαίων κατήκοος γενομένη 8.5.27 οὐ πολλῷ πρότερον. ἐκ δὲ