2
ἀσπίδος ἴσως οὔτε θώρακος ἀποκρούεσθαί 1.1.16 τι δυναμένου τῆς ῥύμης. εἰσὶ δὲ οἳ τούτων ἥκιστα ἐνθυμούμενοι σέβονται μὲν καὶ τεθήπασι τὸν παλαιὸν χρόνον, οὐδὲν δὲ ταῖς ἐπιτεχνήσεσι διδόασι πλέον. 1.1.17 ἀλλὰ τούτων οὐδὲν κωλύσει μὴ οὐχὶ μέγιστά τε καὶ ἀξιολογώτατα ἐν τοῖσδε τοῖς πολέμοις ξυμβῆναι. λελέξεται δὲ πρῶτον ἀρξαμένοις μικρὸν ἄνωθεν ὅσα Ῥωμαίοις ξυνηνέχθη καὶ Μήδοις πολεμοῦσι παθεῖν τε καὶ δρᾶσαι. 1.2.1 Ἡνίκα τὸν βίον Ἀρκάδιος ὁ Ῥωμαίων βασιλεὺςἐν Βυζαντίῳ τελευτᾶν ἤμελλεν (ἦν γάρ οἱ παῖς Θεοδόσιος οὔπω τοῦ τιτθοῦ ἀπαλλαγεὶς), διηπορεῖτο ἀμφί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ, εὖ θέσθαι ἄμφω ὡς 1.2.2 ἥκιστα ἔχων. ἐγίνετο γάρ τις αὐτῷ ἔννοια, ὡς, ἢν μὲν κοινωνόν τινα Θεοδοσίῳ τῆς ἡγεμονίας πορίζηται, αὐτὸς ἂν τὸν παῖδα τὸν αὑτοῦ διαχρησάμενος τῷ ἔργῳ εἴη, πολέμιον αὐτῷ δύναμιν τὴν βασίλειον περιβεβλη1.2.3 μένον ἐπαγαγὼν, ἢν δὲ μόνον αὐτὸν ἐπὶ τῆς ἀρχῆς καταστήσηται, πολλοὶ μὲν τῆς βασιλείας ἐπιβατεύσουσι, τῆς τοῦ παιδὸς ἐρημίας, ὡς τὸ εἰκὸς, ἀπολαύοντες, ἐπαναστάντες δὲ πόνῳ οὐδενὶ τυραννήσουσι, τὸν Θεοδόσιον διαφθείραντες, ἐπεὶ οὐδένα ἐν Βυζαντίῳ ξυγ1.2.4 γενῆ εἶχεν, ὅστις ἂν αὐτῷ ἐπίτροπος εἴη. Ὁνώριον γάρ οἱ τὸν θεῖον ἐπαρκέσειν οὐδαμῆ ἤλπισε, πονηρῶν 1.2.5 ἤδη τῶν Ἰταλίας πραγμάτων ὄντων. οὐδὲν δὲ ἧσσον καὶ τὰ ἐκ Μήδων αὐτὸν ξυνετάρασσε, δεδιότα μὴ οἱ βάρβαροι οὗτοι τῆς τοῦ αὐτοκράτορος καταθέοντες 1.2.6 ἡλικίας ἀνήκεστα ἔργα Ῥωμαίους δράσωσιν. ἐς ταύτην Ἀρκάδιος τὴν ἀμηχανίαν ἐμπεπτωκὼς, καίπερ οὐ γεγονὼς εἰς τὰ ἄλλα ἀγχίνους, βουλεύεται βουλὴν, ἥτις οἱ τόν τε παῖδα καὶ τὴν ἀρχὴν διασώσασθαι εὐπετῶς ἴσχυσεν, εἴτε κοινολογησάμενος τῶν λογίων τισὶν, οἷοι πολλοὶ βασιλεῖ παρεδρεύειν εἰώθασιν, ἢ θείας τινὸς ἐπιπνοίας 1.2.7 αὐτῷ γενομένης. διαθήκης γὰρ διαθεὶς γράμματα, διάδοχον μὲν τῆς ἡγεμονίας ἀνεῖπε τὸν παῖδα, ἐπίτροπον δὲ αὐτῷ κατεστήσατο Ἰσδιγέρδην τὸν Περσῶν βασιλέα, ᾧ δὴ πολλὰ ἐν ταῖς διαθήκαις ἐπέσκηψε Θεοδοσίῳ τὴν βασιλείαν σθένει τε καὶ προνοίᾳ πάσῃ 1.2.8 ξυνδιασώσασθαι. Ἀρκάδιος μὲν ὧδε τήν τε ἀρχὴν καὶ τὰ οἰκεῖα διοικησάμενος ἐτελεύτησεν· Ἰσδιγέρδης δὲ ὁ Περσῶν βασιλεὺς, ἐπεὶ τὸ γράμμα τοῦτο ἀπενεχθὲν εἶδεν, ὢν καὶ πρότερον ἐπὶ τρόπου μεγαλοφροσύνῃ διαβόητος ἐς τὰ μάλιστα, ἀρετὴν ἐπεδείξατο θαύματός 1.2.9 τε πολλοῦ καὶ λόγου ἀξίαν. τὰς γὰρ Ἀρκαδίου ἐντολὰς ἐν ἀλογίᾳ οὐδεμιᾷ ποιησάμενος εἰρήνῃ τε ἀφθόνῳ χρώμενος διαγέγονεν ἐς Ῥωμαίους τὸν πάντα χρόνον 1.2.10 καὶ Θεοδοσίῳ τὴν ἀρχὴν διεσώσατο. αὐτίκα γοῦν πρὸς Ῥωμαίων τὴν βουλὴν γράμματα ἔγραψεν, ἐπίτροπός τε οὐκ ἀπαρνούμενος Θεοδοσίου βασιλέως εἶναι καὶ πόλεμον ἐπανατεινόμενος, ἤν τις αὐτῷ ἐς ἐπιβουλὴν ἐγχειροίη καθίστασθαι. 1.2.11 Ἐπεὶ δὲ Θεοδόσιος μὲν ἀνήρ τε ἐγεγόνει καὶ ἡλικίας πόρρω ἀφῖκτο, Ἰσδιγέρδης δὲ νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐπῆλθε μὲν ἐς Ῥωμαίων τὴν γῆν Οὐαραράνης ὁ Περσῶν βασιλεὺς στρατῷ μεγάλῳ, ἔδρασε δὲ οὐδὲν ἄχαρι, ἀλλ' ἄπρακτος ἐπανῆλθεν εἰς 1.2.12 τὰ οἰκεῖα τρόπῳ τοιῷδε. Ἀνατόλιον τὸν τῆς ἕω στρατηγὸν Θεοδόσιος ὁ βασιλεὺς πρεσβευτὴν ἐς Πέρσας μόνον αὐτὸν ἐτύγχανε πέμψας· ὃς ἐπειδὴ ἄγχιστα ἐγεγόνει τοῦ Μήδων στρατοῦ, ἀποθρώσκει μὲν τοῦ ἵππου μό1.2.13 νος, πεζῇ δὲ βαδίζων ἐπὶ Οὐαραράνην ᾔει. καὶ αὐτὸν Οὐαραράνης ἰδὼν τῶν παρόντων ἀνεπυνθάνετο ὅστις ποτὲ ὁ προσιὼν εἴη. οἱ δὲ τῶν Ῥωμαίων εἶναι στρα1.2.14 τηγὸν ἔφασαν. καταπλαγεὶς οὖν τῷ ὑπερβάλλοντι τῆς τιμῆς ὁ βασιλεὺς αὐτὸς στρέψας τὸν ἵππον ὀπίσω ἀπή1.2.15 λαυνε, καί οἱ ἅπας ὁ τῶν Περσῶν λεὼς εἵπετο. γενόμενος δὲ ἐν γῇ τῇ οἰκείᾳ τόν τε πρεσβευτὴν ξὺν φιλοφροσύνῃ πολλῇ εἶδε καὶ τὴν εἰρήνην ξυνεχώρησεν οὕτως, ὥσπερ Ἀνατόλιος αὐτοῦ ἔχρῃζεν, ἐφ' ᾧ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ὀχύρωμα νεώτερόν τι ἐργάζονται. οὗ δὴ αὐτοῖς ἐξειργασμένου ἑκάτεροι τὰ οἰκεῖα ὅπη ἐβούλοντο ἔπρασσον. 1.3.1 Χρόνῳ δὲ ὕστερον Περόζης ὁ Περσῶν βασιλεὺς πρὸς τὸ Οὔννων τῶν Ἐφθαλιτῶν ἔθνος, οὕσπερ λευκοὺς ὀνομάζουσι, πόλεμον περὶ γῆς ὁρίων διέφερε,