267
μάλιστα 6.25.4 ἦν, ἡ λαβὴ δὲ τοῦ ξύλου βραχεῖα ἐς ἄγαν. τοῦτον δὴ τὸν πέλεκυν ῥίπτοντες ἀεὶ ἐκ σημείου ἑνὸς εἰώθασιν ἐν τῇ πρώτῃ ὁρμῇ τάς τε ἀσπίδας διαρρηγνύναι 6.25.5 τῶν πολεμίων καὶ αὐτοὺς κτείνειν. οὕτω μὲν Φράγγοι τὰς Ἄλπεις ἀμείψαντες, αἳ Γάλλους τε καὶ Ἰταλοὺς 6.25.6 διορίζουσιν, ἐν Λιγούροις ἐγένοντο. Γότθοι δὲ αὐτῶν πρότερον τῇ ἀγνωμοσύνῃ ἀχθόμενοι, ὅτι δὴ χώραν τε πολλὴν καὶ χρήματα ὑποσχομένοις μεγάλα πολλάκις ὑπὲρ ξυμμαχίας προέσθαι τρόπῳ οὐδενὶ τὴν ὑπόσχεσιν ἐπιτελῆ ποιήσασθαι ἤθελον, ἐπειδὴ Θευδίβερτον παρεῖναι στρατῷ πολλῷ ἤκουσαν, ἔχαιρον ταῖς ἐλπίσιν ἐς τὰ μάλιστα ἐπαιρόμενοι καὶ τῶν πολεμίων ἀμαχητὶ 6.25.7 περιέσεσθαι τὸ λοιπὸν ᾤοντο. οἱ δὲ Γερμανοὶ, τέως μὲν ἐν Λιγούροις ἦσαν, οὐδὲν ἐς Γότθους ἄχαρι ἔπρασσον, ὅπως σφίσι μηδεμία κωλύμη ἐς τοῦ Πάδου 6.25.8 τὴν διάβασιν πρὸς αὐτῶν γένηται. ὡς δὲ ἵκοντο ἐς Τικινῶν πόλιν, ἵνα δὴ γέφυραν ἐς τὸν ποταμὸν τοῦτον ἐτεκτήναντο οἱ πάλαι Ῥωμαῖοι, τά τε ἄλλα ὑπούργουν οἱ ταῦτα φυλάσσοντες καὶ τὸν Πάδον κατ' ἐξου6.25.9 σίαν διαβαίνειν εἴων. ἐπιλαβόμενοι δὲ τῆς γεφύρας οἱ Φράγγοι, παῖδάς τε καὶ γυναῖκας τῶν Γότθων, οὕσπερ ἐνταῦθα εὗρον, ἱέρευόν τε καὶ αὐτῶν τὰ σώματα ἐς τὸν ποταμὸν ἀκροθίνια τοῦ πολέμου ἐρρίπτουν. 6.25.10 οἱ γὰρ βάρβαροι οὗτοι, Χριστιανοὶ γεγονότες, τὰ πολλὰ τῆς παλαιᾶς δόξης φυλάσσουσι, θυσίαις τε χρώμενοι ἀνθρώπων καὶ ἄλλα οὐχ ὅσια ἱερεύοντες, ταύτῃ τε 6.25.11 τὰς μαντείας ποιούμενοι. κατιδόντες δὲ Γότθοι τὰ ποιούμενα ἔς τε ἄμαχόν τι δέος κατέστησαν καὶ φυγῇ ἐχόμενοι ἐντὸς τοῦ περιβόλου ἐγένοντο. οἱ μὲν οὖν Γερμανοὶ Πάδον ποταμὸν διαβάντες ἐς τὸ Γότθων στρατόπεδον ἦλθον, οἱ δὲ Γότθοι κατ' ἀρχὰς μὲν ἄσμενοι ἐθεῶντο κατ' ὀλίγους αὐτοὺς ἐπὶ σφᾶς προσιόντας, ἐπὶ ξυμμαχίᾳ τῇ σφετέρᾳ τοὺς ἄνδρας ἥκειν 6.25.12 οἰόμενοι. ἐπεὶ δὲ ὅμιλος Γερμανῶν πολὺς ἐπιρρεύσας ἔργου τε εἴχοντο καὶ τοὺς πελέκυς ἐσακοντίζοντες συχνοὺς ἤδη ἐσίνοντο, στρέψαντες τὰ νῶτα ἐς φυγὴν ὥρμηντο, καὶ διὰ τοῦ Ῥωμαίων στρατοπέδου ἰόντες 6.25.13 τὴν ἐπὶ Ῥάβενναν ἔθεον. φεύγοντάς τε αὐτοὺς ἰδόντες Ῥωμαῖοι Βελισάριον ἐπιβεβοηθηκότα σφίσιν ᾤοντο ἑλεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ἐνθένδε τε αὐτοὺς ἐξελάσαι μάχῃ νικήσαντα. ᾧ δὴ ξυμμῖξαι βουλόμενοι 6.25.14 ἄραντες τὰ ὅπλα κατὰ τάχος ᾔεσαν. ἐντυχόντες δὲ παρὰ δόξαν πολεμίων στρατῷ οὔτι ἐθελούσιοι ἐς χεῖρας ἦλθον, παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐς μὲν τὸ στρατόπεδον ἀναστρέφειν οὐκέτι εἶχον, ἐπὶ Τουσκίαν 6.25.15 δὲ ἅπαντες ἔφευγον. ἔν τε τῷ ἀσφαλεῖ ἤδη γενόμενοι ἅπαντα ἐς Βελισάριον τὰ ξυμπεσόντα σφίσιν ἀνήνεγκαν. 6.25.16 Φράγγοι δὲ ἀμφοτέρους, ὥσπερ ἐρρήθη, νενικηκότες, τά τε στρατόπεδα ἑκάτερα ἑλόντες παντάπασιν ἀνδρῶν ἔρημα, ἐν μὲν τῷ παραυτίκα τὰ ἐπιτήδεια ἐνταῦθα εὗρον, δι' ὀλίγου δὲ ἅπαντα διὰ πολυανθρωπίαν δαπανήσαντες, ἄλλο τι οὐδὲν ἐν χώρᾳ ἐρήμῳ ἀνθρώπων ὅτι μὴ βόας τε καὶ τοῦ Πάδου τὸ ὕδωρ προσφέρεσθαι 6.25.17 εἶχον. ταῦτα τὰ κρέα τῇ τοῦ ὕδατος περιουσίᾳ καταπέψαι οὐχ οἷοί τε ὄντες γαστρός τε ῥύσει καὶ δυσεντερίας νόσῳ οἱ πλεῖστοι ἡλίσκοντο, ὧν δὴ ἀπαλλάσσε6.25.18 σθαι ἀπορίᾳ τῶν ἐπιτηδείων ὡς ἥκιστα ἴσχυον. φασὶ γοῦν τὸ τριτημόριον τοῦ Φράγγων στρατοῦ τῷ τρόπῳ τούτῳ ἀπολωλέναι. διὸ δὴ περαιτέρω ἰέναι οὐδαμῆ ἔχοντες αὐτοῦ ἔμενον. 6.25.19 Βελισάριος δὲ Φράγγων τε στρατὸν παρεῖναι ἀκούσας καὶ τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰωάννην μάχῃ ἡσσηθέντας φυγεῖν ἐς ἀμηχανίαν κατέστη, περί τε τῇ πάσῃ στρατιᾷ δείσας καὶ διαφερόντως περὶ τοῖς ἐν Φισούλῃ πολιορκοῦσιν, ἐπεὶ αὐτῶν μάλιστα ἐγγυτέρω τούτους δὴ τοὺς βαρβάρους ἐπύθετο εἶναι, αὐτίκα δὴ 6.25.20 πρὸς Θευδίβερτον ἔγραψε τάδε «Ἄνδρα μὲν ἀρετῆς «μεταποιούμενον μὴ οὐχὶ ἀψευδεῖν, ἄλλως τε καὶ «ἄρχοντα ἐθνῶν τοσούτων τὸ πλῆθος, οἶμαι, ὦ γενναῖε 6.25.21 «Θευδίβερτε, οὐκ εὐπρεπὲς εἶναι. τὸ δὲ καὶ ὅρκους «ἀδικοῦντας ἐν γράμμασι κειμένους περιορᾶν τὰ ξυγκεί»μενα οὐδ' ἂν τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις ἐπιτη»δείως ἔχοι. ἅπερ αὐτὸς ἔν γε τῷ παρόντι ἐξαμαρτάνων «οἶσθα, καίτοι