349
τὴν δυσχωρίαν βιάζεσθαι. ἐπειδὰν δὲ τοῦ περιβόλου ἐντὸς γένηται, τήν τε πόλιν περιιὼν ξύμπασαν καὶ τὰς ταύτῃ δεξαμενὰς ἐμπλησάμενος εἶτα ἔξεισιν, ὡς ἀγχοτάτω τε τοῦ περιβόλου ἐς χάος ἐμπεσὼν ἀφανίζεται. καὶ ὅπη ποτὲ τὸ ἐνθένδε ἐκδίδωσιν οὐδενὶ 8.7.9 γέγονε φανερὸν ἐς τόδε τοῦ χρόνου. τοῦτο δὲ τὸ χάος οὐκ ἐπὶ παλαιοῦ γεγονὸς ἔτυχεν, ἀλλὰ χρόνῳ πολλῷ ὕστερον ἢ τὴν πόλιν Ἀναστάσιος βασιλεὺς ἐδείματο ταύτην ἡ φύσις αὐτὸ τοῦ χωρίου ἀπαυτοματίσασα ἔθετο, καὶ διὰ τοῦτο ξυμβαίνει τοῖς προσεδρεύειν ἐθέλουσιν ἀμφὶ πόλιν ∆άρας πιέζεσθαι ὕδατος ἀπορίᾳ πολλῇ. 8.7.10 Ταύτης οὖν, ὥσπερ μοι εἴρηται, ἀποτυχὼν ὁ Χοσρόης τῆς πείρας ἐς ἔννοιαν ἦλθεν ὡς, ἢν καὶ πόλιν οἱ Ῥωμαίων ἑτέραν τινὰ παραστήσασθαι δυνατὰ εἴη, ἀλλὰ καθίζεσθαι οὐ μή ποτε οἷός τε εἴη ἐν μέσῳ Ῥωμαίων, ὀχυρωμάτων τοῖς πολεμίοις ἀπολελειμμένων ὀπίσω 8.7.11 πολλῶν. καὶ Ἀντιόχειαν γὰρ τούτου δὴ εἵνεκα ἐς ἔδαφος καθελὼν ἡνίκα ἐξεῖλεν, ἀπηλλάγη ἐκ Ῥωμαίων τῆς γῆς. διὸ δὴ μετεωρισθεὶς τὴν διάνοιαν ἐπὶ μακροτέρας ἐλπίδος ὠχεῖτο, διερευνώμενος ἀμήχανα ἔργα. 8.7.12 ἀκοῇ γὰρ ἔχων ὅντινα τρόπον ἐπ' ἀριστερᾷ Πόντου τοῦ Εὐξείνου οὗτοι δὴ βάρβαροι, οἳ ἀμφὶ τὴν Μαιῶτιν ᾤκηνται Λίμνην, καὶ ἀδεῶς κατατρέχουσι Ῥωμαίων τὴν γῆν, οὕτω καὶ Πέρσαις Λαζικὴν ἔχουσι πόνῳ οὐδενὶ δυνατὰ ἔσεσθαι ἔλεγεν, ἡνίκα ἂν βουλομένοις ᾖ, εὐθὺ Βυζαντίου ἰέναι, οὐδαμῆ διαπορθμευομένοις τὴν θάλασσαν, ὥσπερ καὶ τὰ ἄλλα βαρβαρικὰ ἔθνη, 8.7.13 ἃ ταύτῃ ἵδρυται, ἐσαεὶ δρῶσι. διὰ ταῦτα μὲν Λαζικῆς Πέρσαι μεταποιοῦνται. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι. 8.8.1 Χοριάνης μὲν οὖν καὶ ὁ Μήδων στρατὸς ἐστρατοπεδεύσαντο ἀμφὶ ποταμὸν Ἵππιν. ἐπειδὴ δὲ ταῦτα Γουβάζης τε, ὁ Κόλχων βασιλεὺς, ἔμαθε καὶ ∆αγισθαῖος, ὅσπερ ἡγεῖτο τοῦ Ῥωμαίων στρατοῦ, ἐπίκοινα βουλευσάμενοι ἦγον ἐπὶ τοὺς πολεμίους τὸ Ῥω8.8.2 μαίων καὶ Λαζῶν στράτευμα. γενόμενοί τε Ἵππιδος τοῦ ποταμοῦ ἐπὶ θάτερα καὶ αὐτοῦ ἐνστρατοπεδευσάμενοι τὰ παρόντα ἐν βουλῇ εἶχον, πότερα μένουσί τε αὐτοῖς καὶ δεχομένοις ἐπιόντας τοὺς πολεμίους ξυνοίσει μᾶλλον ἢ ἐπὶ τοὺς πολεμίους σφίσιν ἰτέον, ὅπως δὴ θάρσους τοῦ σφετέρου ποιησάμενοι ἐπίδειξιν Πέρσαις, ἔνδηλά τε τοῖς ἐναντίοις καταστησάμενοι ὡς καταφρονήματι ἐπ' αὐτοὺς ἴωσι, τῆς τε ξυμβολῆς αὐτῆς ἄρχοντες δουλῶσαι τῶν ἀνθισταμένων τὸ φρόνημα 8.8.3 ἱκανοὶ εἶεν. ἐπειδή τε ἡ γνώμη ἐνίκα τῶν ἐπὶ τοὺς πολεμίους παρακαλούντων, ὥρμηντο ἐπ' αὐτοὺς εὐθὺς ἅπαντες. ἐνταῦθα Λαζοὶ Ῥωμαίοις ξυντάσσεσθαι οὐκέτι ἠξίουν, προτεινόμενοι ὅτι δὴ Ῥωμαῖοι μὲν οὔτε πατρίδος οὔτε τῶν ἀναγκαιοτάτων προκινδυνεύοντες ἐς τὸν ἀγῶνα καθίστανται, αὐτοῖς δὲ ὑπέρ τε παίδων καὶ γυναικῶν καὶ γῆς τῆς πατρῴας ὁ κίνδυνός ἐστιν. 8.8.4 ὥστε κἂν γυναῖκας τὰς σφετέρας ἐρυθριῷεν, εἰ σφίσι πρὸς τῶν ἐναντίων ξυμβαίη κρατεῖσθαι. ταύτῃ δὴ τῇ ἀνάγκῃ τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετὴν αὐτοσχεδιάσειν 8.8.5 ὑπώπτευον. πρῶτοί τε αὐτοὶ κατὰ μόνας ὤργων τοῖς πολεμίοις ὁμόσε ἰέναι, ὅπως αὐτοὺς μὴ ξυνταράξωσιν ἐν τῷ ἔργῳ Ῥωμαῖοι, οὐχ ὅμοια σφίσιν ἐς τὸν κίν8.8.6 δυνον προθυμούμενοι. ταῦτα νεανιευσαμένων Λαζῶν περιχαρὴς ὁ Γουβάζης γενόμενος μικρόν τε ἄποθεν Ῥωμαίων αὐτοὺς ξυγκαλέσας τοιάδε παρεκελεύσατο «Παραίνεσιν μὲν ἐς εὐψυχίαν ὁρμῶσαν οὐκ οἶδα εἴ 8.8.7 «τινα δεῖ πρὸς ὑμᾶς, ὦ ἄνδρες, ποιεῖσθαι. οἷς γὰρ «ἡ τῶν πραγμάτων ἀνάγκη τὴν προθυμίαν ἀνίστησι, «παρακελεύσεως ἂν οὐδεμιᾶς προσδεῖν οἴομαι, ὅπερ 8.8.8 «καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ὑπὲρ γυναικῶν 8.8.8 «γὰρ καὶ παίδων καὶ γῆς τῆς πατρῴας καὶ ἁπλῶς «εἰπεῖν ὑπὲρ τῶν ὅλων ὁ κίνδυνός ἐστιν, ὑπὲρ ὧν 8.8.9 «ἡμῖν ἐπίασι Πέρσαι. τοῖς δέ τι ἀφαιρεῖσθαι τῶν «ὑπαρχόντων βιαζομένοις οὐδεὶς τῶν πάντων παρα»χωρεῖ, ὑπερμάχεσθαι τῶν προσηκόντων ἀναγκαζούσης 8.8.10 «τῆς φύσεως. οὐκ ἀγνοεῖτε δὲ ὡς Πέρσαις τὴν πλεονε»ξίαν οὐδὲν ἵστησιν, ἐν ἐξουσίᾳ γεγονόσι τοῦ δύνα»σθαι, οὐδὲ ἄρξουσι μόνον ἡμῶν ἢ τάξουσι φόρους «ἢ τὰ ἄλλα κατηκόους ποιήσονται, εἴ τι μὴ ἐπιλε»λήσμεθα ὧν Χοσρόης ἐγκεχείρηκεν ἐφ' ἡμῖν οὐ πολλῷ «πρότερον, ἢν νῦν