134
ὕπνου ἀναστῆναι ξυνέβη, ὅσπερ τοῦ θορύβου αἰσθόμενος, ὃν δὴ οἱ Βανδίλοι φθεγγόμενοί τε ἐν σφίσιν αὐτοῖς λάθρα ἐποίουν καὶ ξὺν τοῖς ὅπλοις κινούμενοι, ξυμβαλεῖν τὸ ποιούμενον ἴσχυσε, καὶ τῶν ἑταίρων ἀνεγείρας σιωπῇ 3.23.14 ἕκαστον τὰ πρασσόμενα φράζει. οἱ δὲ ∆ιογένους γνώμῃ τά τε ἱμάτια ἐνδιδύσκονται ἡσυχῆ ἅπαντες καὶ 3.23.15 τὰ ὅπλα ἀνελόμενοι κάτω ἐχώρουν. οὗ δὴ τοῖς ἵπποις τοὺς χαλινοὺς ἐπιθέμενοι ἀναθρώσκουσιν ἐπ' αὐτοὺς, οὐδενὶ αἴσθησιν παρεχόμενοι. παρά τε τὴν αὔλειον χρόνον τινὰ στάντες ἀνακλίνουσι μὲν ἐξαπιναίως τὰς 3.23.16 ταύτῃ θύρας, ἐξίασι δὲ εὐθὺς ἅπαντες. οἱ μὲν οὖν Βανδίλοι ἔργου ἤδη ἐπ' αὐτοὺς εἴχοντο, ἤνυτον δὲ οὐδέν. οἱ γὰρ Ῥωμαῖοι ταῖς τε ἀσπίσι φραξάμενοι καὶ τοῖς δορατίοις ἀμυνόμενοι τοὺς ἐπιόντας σπουδῇ 3.23.17 ἤλαυνον. οὕτω τε ∆ιογένης τοὺς πολεμίους διέφυγε, δύο μὲν τῶν ἑπομένων ἀποβαλὼν, τοὺς δὲ λοιποὺς 3.23.18 σώσας. πληγὰς μέντοι ἐν τῷ πόνῳ τούτῳ καὶ αὐτὸς ἔλαβεν ἐς μὲν τὸν αὐχένα καὶ τὸ πρόσωπον τρεῖς, ἀφ' ὧν δὴ παρ' ὀλίγον ἀποθανεῖν ἦλθε, κατὰ δὲ χειρὸς τῆς λαιᾶς μίαν, ἐξ ἧς οὐκέτι τῶν δακτύλων τὸν σμικρότατον ἐνεργεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ὧδε γενέσθαι ξυνέβη. 3.23.19 Βελισάριος δὲ τοῖς τε περὶ τὴν οἰκοδομίαν τεχνίταις καὶ τῷ ἄλλῳ ὁμίλῳ χρήματα μεγάλα προτεινόμενος τάφρον τε λόγου πολλοῦ ἀξίαν ἀμφὶ τὸν περίβολον ὤρυξε κύκλῳ, καὶ σκόλοπας αὐτῇ ἐνθέμενος 3.23.20 συχνοὺς εὖ μάλα περιεσταύρωσε. καὶ μὴν καὶ τὰ πεπονθότα τοῦ τείχους ἐν βραχεῖ ἀνῳκοδομήσατο χρόνῳ, θαύματος ἄξιον οὐ Καρχηδονίοις μόνον, ἀλλὰ καὶ 3.23.21 αὐτῷ Γελίμερι γεγονὸς ὕστερον. ἐπειδὴ γὰρ δορυάλωτος ἐς Καρχηδόνα ἧκεν, ἠγάσθη τε ἰδὼν τὸ τεῖχος καὶ τὴν ὀλιγωρίαν τὴν αὑτοῦ πάντων οἱ ἔφη γεγονέναι τῶν παρόντων αἰτίαν. ταῦτα μὲν Βελισαρίῳ ἐν Καρχηδόνι ὄντι κατείργαστο ὧδε. 3.24.1 Τζάζων δὲ, ὁ τοῦ Γελίμερος ἀδελφὸς, τῷ στόλῳ ᾧ ἔμπροσθεν εἴρηται ἐς Σαρδὼ ἀφικόμενος ἐς τὸν Καρανάλεως λιμένα ἀπέβη, καὶ τὴν πόλιν αὐτοβοεὶ εἷλε τόν τε τύραννον Γώδαν ἔκτεινε καὶ εἴ τι 3.24.2 ἀμφ' αὐτὸν μάχιμον ἦν. καὶ ἐπεὶ ἐς γῆν τὴν Λιβύης τὸν βασιλέως στόλον ἤκουσεν εἶναι, οὔπω τι πεπυσμένος ὧν ταύτῃ ἐπέπρακτο, γράφει πρὸς Γελίμερα τάδε 3.24.3 «Γώδαν ἀπολωλέναι τὸν τύραννον, ὑπὸ ταῖς ἡμετέραις «γεγονότα χερσὶ, καὶ τὴν νῆσον αὖθις ὑπὸ τῇ σῇ βα»σιλείᾳ εἶναι, ὦ Βανδίλων τε καὶ Ἀλανῶν βασιλεῦ, ἴσθι 3.24.4 «καὶ τὴν ἐπινίκιον ἑορτὴν ἄγε. τῶν δὲ πολεμίων, οἳ «ἐτόλμησαν ἐς τὴν ἡμετέραν στρατεύεσθαι, ἔλπιζε τὴν «πεῖραν ἐς τοῦτο ἀφίξεσθαι τύχης, ἐς ὃ καὶ πρότερον «τοῖς ἐπὶ τοὺς προγόνους τοὺς ἡμετέρους στρατευσα3.24.5 «μένοις ἐχώρησε.» ταῦτα οἱ λαβόντες τὰ γράμματα, οὐδὲν πολέμιον ἐν νῷ ἔχοντες, κατέπλευσαν ἐς τὸν τῶν 3.24.6 Καρχηδονίων λιμένα. καὶ πρὸς τῶν φυλάκων παρὰ τὸν στρατηγὸν ἀπαχθέντες τά τε γράμματα ἐνεχείρισαν καὶ περὶ ὧν τὰς πύστεις ἐποιεῖτο ἐσήγγελλον, οἷς τε ἐθεῶντο καταπεπληγμένοι καὶ τεθηπότες τῆς μεταβολῆς τὸ αἰφνίδιον· ἔπαθον μέντοι πρὸς Βελισαρίου οὐδὲν ἄχαρι. 3.24.7 Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον ξυνηνέχθη τοιόνδε. Γελίμερ ὀλίγῳ πρότερον ἢ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ἔπεμψε πρέσβεις ἐς Ἱσπανίαν ἄλλους τε καὶ Γοτθαῖον καὶ Φουσκίαν, ἐφ' ᾧ δὴ Θεῦδιν, τὸν τῶν Οὐισιγότθων ἄρχοντα, πείσουσιν 3.24.8 ὁμαιχμίαν πρὸς Βανδίλους θέσθαι. οἳ, ἐπεὶ ἀπέβησαν εἰς τὴν ἤπειρον, τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες, εὑρίσκουσι Θεῦδιν ἐν χωρίῳ μακρὰν ἀπὸ θαλάσσης 3.24.9 κειμένῳ. ἀναβάντας δὲ παρ' αὐτὸν τοὺς πρέσβεις ὁ Θεῦδις φιλοφροσύνης τε ἠξίωσε καὶ προθύμως εἱστία, ἔν τε τῇ θοίνῃ ἐπυνθάνετο δῆθεν ὅπη ποτὲ Γελίμερί 3.24.10 τε καὶ Βανδίλοις τὰ πράγματα ἔχοι. τούτων δὲ τῶν πρέσβεων σχολαίτερον ἐς αὐτὸν ἰόντων ἔτυχεν ἀκη3.24.11 κοὼς ἅπαντα, ὅσα Βανδίλοις ξυνέπεσεν. ὁλκὰς γὰρ μία ἐπ' ἐμπορίᾳ πλέουσα ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ στράτευμα εἰς Καρχηδόνα εἰσήλασεν, ἐνθένδε ἀναγομένη καὶ πνεύματος ἐπιφόρου ἐπιτυχοῦσα, ἐς Ἱσπανίαν 3.24.12 ἦλθεν. ὅθεν δὴ ὁ Θεῦδις μαθὼν ὅσα ἐν Λιβύῃ ξυνηνέχθη γενέσθαι ἀπεῖπε τοῖς ἐμπόροις μηδενὶ φρά3.24.13 ζειν, ὡς μὴ ταῦτα ἔκπυστα ἐς τὸ πᾶν γένηται. ἐπεὶ δὲ ἀπεκρίναντο