361
νάπαις καὶ δυσχωρίαις λοχμώδεσι πανταχόθι ξυνεχομένην, ὕλαις τε οὕτως ἀμφιλαφέσι καλυπτομένην, ὡς καὶ ἀνδρὶ εὐζώνῳ δοκεῖν ἀπόρευτον τὰ πρότερα εἶναι, οὕτως ὁμαλῆ κατεστήσαντο ὥστε οὐχ ὅσον τὴν ἵππον αὐτῶν ὅλην πόνῳ οὐδενὶ ἐνθένδε ἰέναι, ἀλλὰ καὶ τῶν ἐλεφάντων ὅσους βούλοιντο ἐπαγομένους ταύτῃ 8.13.6 στρατεύειν. ἦλθον δὲ αὐτοῖς καὶ σύμμαχοι Οὖννοι ἐκ τῶν Σαβείρων καλουμένων δισχίλιοί τε καὶ μύριοι. 8.13.7 ἀλλὰ δείσας ὁ Μερμερόης μὴ ἐς πλῆθος τοσοῦτον ὄντες οἱ βάρβαροι οὗτοι μήτε τι αὐτῷ ὑπακούειν ἐπαγγέλλοντι ἐθελήσωσιν, ἀλλὰ καί τι ἀνήκεστον ἐς τὸ Περσῶν στράτευμα δράσωσι, τετρακισχιλίους μὲν ξυστρατεύεσθαι σφίσιν εἴασε, τοὺς δὲ λοιποὺς χρήμασι πολ8.13.8 λοῖς δωρησάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι. ὁ δὲ Ῥωμαίων στρατὸς δισχίλιοι μὲν καὶ μύριοι ἦσαν, οὐ μὴν ἀγηγερμένοι ἐς ταὐτὸ ἅπαντες, ἀλλ' ἐν μὲν τῷ ἐν Ἀρχαιοπόλει φυλακτηρίῳ τρισχίλιοι ἦσαν, ὧν Ὀδόναχός τε καὶ Βάβας ἦρχον, ἄμφω ἀγαθοὶ τὰ πο8.13.9 λέμια· οἱ δὲ δὴ ἄλλοι ἐντὸς τῶν ἐκβολῶν ποταμοῦ Φάσιδος ἐνστρατοπεδευσάμενοι ἔμενον, ἐκεῖνο διανοούμενοι, ὥστε ἤν πη ἐπισκήψῃ ὁ τῶν πολεμίων στρατὸς, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι βοηθοῖεν δυνάμει τῇ πάσῃ. ἦρχον δὲ αὐτῶν Βενῖλός τε καὶ Οὐλίγαγος. 8.13.10 ξυνῆν δὲ αὐτοῖς καὶ Οὐαράζης ὁ Περσαρμένιος, ἄρτι ἐξ Ἰταλίας ἥκων. ᾧ δὴ Τζάνοι ὀκτακόσιοι εἵποντο. 8.13.11 Βέσσας γὰρ, ἐπειδὴ τάχιστα τὴν Πέτραν εἷλε, πονεῖν μὲν ἔτι οὐδαμῆ ἤθελεν, ἐς δὲ Ποντικοὺς καὶ Ἀρμενίους ἀποχωρήσας ἐπεμελεῖτο ὡς ἔνι μάλιστα τῶν ἀπὸ τῆς ἀρχῆς αὐτοῦ πόρων, ταύτῃ τε τῇ σμικρολογίᾳ τὰ Ῥω8.13.12 μαίων αὖθις πράγματα ἔσφηλεν. εἰ γὰρ εὐθὺς τότε νενικηκὼς, ᾗπέρ μοι εἴρηται, καὶ τὴν Πέτραν ἑλὼν ἐς τὰ Λαζῶν τε καὶ Ἰβήρων ὅρια ἦλθε καὶ τὰς ἐκείνῃ δυσχωρίας ἐφράξατο, οὐκ ἄν, μοι δοκεῖ, ἔτι Περσῶν 8.13.13 στράτευμα ἐς Λαζικὴν ᾔει. νῦν δὲ ὁ στρατηγὸς οὗτος τοῦ πόνου τούτου ὀλιγωρήσας μόνον οὐχὶ τοῖς πολεμίοις Λαζικὴν αὐτοχειρὶ παραδέδωκε, τῆς ἐκ βασιλέως 8.13.14 ὀργῆς ὀλίγα φροντίσας. εἰώθει γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐπιχωρεῖν τὰ πολλὰ τοῖς ἄρχουσιν ἁμαρτάνουσι, καὶ ἀπ' αὐτοῦ ἔς τε τὴν δίαιταν καὶ τὴν πολιτείαν ἐκ τοῦ ἐπὶ πλεῖστον παρανομοῦντες ἡλίσκοντο. 8.13.15 Ἦν δὲ Λαζῶν φρούρια δύο πρὸς αὐτοῖς μάλιστα τοῖς Ἰβηρίας ὁρίοις, Σκάνδα τε καὶ Σαραπανίς. ἅπερ ἐν δυσχωρίαις κείμενα χαλεπαῖς τισι καὶ ὅλως δυσκό8.13.16 λοις δυσπρόσοδα ὑπερφυῶς ὄντα ἐτύγχανε. ταῦτα Λαζοὶ μὲν τὸ παλαιὸν πόνῳ πολλῷ ἐφρούρουν, ἐπεὶ ἐνταῦθα τῶν ἐδωδίμων τὸ παράπαν οὐδὲν φύεται, ἀλλὰ φέροντες ἄνθρωποι ἐπὶ τῶν ὤμων τὰ ἐπιτήδεια 8.13.17 ἐσεκομίζοντο. βασιλεὺς δὲ Ἰουστινιανὸς κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου Λαζοὺς ἀναστήσας ἐνθένδε Ῥω8.13.18 μαίων φρουρὰν στρατιωτῶν κατεστήσατο. οἳ δὴ οὐ πολλῷ ὕστερον, πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, τὰ φρούρια ταῦτα ἐξέλιπον, ἐπεὶ αὐτοὶ μὲν ἐλύμοις ἀποζῆν ὥσπερ οἱ Κόλχοι ἐς πλείω χρόνον, οὐκ εἰωθὸς σφίσιν, ὡς ἥκιστα εἶχον, Λαζοὶ δὲ αὐτοῖς μακρὰν ὁδὸν πορευόμενοι φέροντές τε τὰ ἐπιτήδεια πάντα οὐκέτι 8.13.19 ἀντεῖχον. Πέρσαι δὲ αὐτὰ καταλαβόντες ἔσχον, ἔν τε ταῖς σπονδαῖς αὐτὰ Ῥωμαῖοι ἀπέλαβον τὰς ἀντιδόσεις Βώλου τε τοῦ φρουρίου καὶ τοῦ Φαραγγίου πεποιημένοι, ὥσπερ μοι ταῦτα ἐν τοῖς ἔμπροσθεν λόγοις 8.13.20 πάντα ἐρρήθη. Λαζοὶ μὲν οὖν ταῦτα τὰ φρούρια ἐς ἔδαφος καθεῖλον, ὡς μὴ αὐτὰ Πέρσαι ἐπιτειχίσματα κατὰ σφῶν ἔχοιεν. Πέρσαι δὲ αὐτοῖν θάτερον, ὅπερ Σκάνδα καλοῦσιν, αὖθις οἰκοδομησάμενοι ἔσχον, ὅ τε Μερμερόης ἐπίπροσθεν ἦγε τὸν Μήδων στρατόν. 8.13.21 Ἦν δὲ πόλις ἐν τῷ πεδίῳ, Ῥοδόπολις ὄνομα, ἥπερ ὑπηντίαζε πρώτη τοῖς ἐς τὴν Κολχίδα ἐξ Ἰβηρίας ἐσβάλλουσιν, εὐέφοδός τε καὶ ἐπιμαχωτάτη ἐς τὰ μά8.13.22 λιστα. διὸ δὴ αὐτὴν πολλῷ πρότερον δείσαντες Λαζοὶ τὴν Περσῶν ἔφοδον ἐς ἔδαφος καθεῖλον. ὅπερ ἐπεὶ 8.13.23 οἱ Πέρσαι ἔμαθον, εὐθὺ Ἀρχαιοπόλεως ᾔεσαν. γνοὺς δὲ ὁ Μερμερόης τοὺς πολεμίους ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος ἐπ' αὐτοὺς ἤλαυ8.13.24 νεν. ἄμεινον γάρ οἱ ἔδοξεν εἶναι τούτους πρότερον ἐξελόντι