29
εἰπεῖν χαλεπώτατός τε καὶ δεινότατος οὗτος ἀνὴρ γέγονε Ῥωμαίοις πολέμιος πάντων μάλιστα. αἴτιον δὲ ἦν, ὅτι Ἀλαμούνδαρος μὲν βασιλέως ἀξίωμα ἔχων ἁπάντων μόνος τῶν ἐν Πέρσαις Σαρακηνῶν ἦρχε, παντί τε τῷ στρατῷ οἷός τε ἦν ἀεὶ τὴν ἔφοδον 1.17.46 ποιεῖσθαι ὅπη βούλοιτο τῆς Ῥωμαίων ἀρχῆς· οὐδεὶς δὲ οὔτε Ῥωμαίων στρατιωτῶν ἄρχων, οὓς δοῦκας καλοῦσιν, οὔτε Σαρακηνῶν τῶν Ῥωμαίοις ἐνσπόνδων ἡγούμενος, οἳ φύλαρχοι ἐπικαλοῦνται, ξὺν τοῖς ἑπομένοις Ἀλαμουνδάρῳ ἀντιτάξασθαι ἱκανῶς εἶχεν· ἐν χώρᾳ γὰρ ἑκάστῃ τοῖς πολεμίοις οὐκ ἀξιόμαχοι ἐτετά1.17.47 χατο. διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς φυλαῖς ὅτι πλείσταις Ἀρέθαν τὸν Γαβαλᾶ παῖδα ἐπέστησεν, ὃς τῶν ἐν Ἀραβίοις Σαρακηνῶν ἦρχεν, ἀξίωμα βασιλέως αὐτῷ περιθέμενος, οὐ πρότερον τοῦτο ἔν γε Ῥωμαίοις 1.17.48 γεγονὸς πώποτε. Ἀλαμούνδαρος μέντοι οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ῥωμαίων πράγματα ἔφθειρεν, Ἀρέθα ἐν πάσῃ ἐφόδῳ τε καὶ ἀγωνίᾳ ἢ ἀτυχοῦντος ὡς μάλιστα ἢ καταπροδιδόντος ὡς τάχιστα. οὐ γάρ πω σαφές τι ἀμφ' αὐτῷ ἴσμεν. ταύτῃ τε ξυνέβη Ἀλαμουνδάρῳ, οὐδενός οἱ ἀντιστατοῦντος, ἐπὶ μήκιστον τὴν ἑῴαν ληίζεσθαι πᾶσαν, ἐπεὶ καὶ μακροβιώτατος ἀτεχνῶς γέγονε. 1.18.1 Τούτου οὖν τότε τοῦ ἀνδρὸς τῇ ὑποθήκῃ ἡσθεὶς Καβάδης ἄνδρας πεντακισχιλίους τε καὶ μυρίους ἀπολεξάμενος Ἀζαρέθην αὐτοῖς ἄνδρα Πέρσην ἐπέστησε διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ σφίσιν Ἀλαμούν1.18.2 δαρον τῆς πορείας ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ τὸν Εὐφράτην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις, γῆν τε πορευθέντες τινὰ ἔρημον ἀνθρώπων, ἄφνω ἐς τῶν Κομμαγηνῶν καλουμένων τὴν χώραν παρὰ δόξαν ἐσέ1.18.3 βαλλον. αὕτη τε πρώτη ἐνθένδε Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Ῥωμαίων ἐγένετο, ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι, καὶ πάντας Ῥωμαίους τῷ ἀπροσ1.18.4 δοκήτῳ κατέπληξεν. ἃ δὴ ἐπεὶ Βελισάριος ἔμαθε, τὰ μὲν πρῶτα διηπορεῖτο, μετὰ δὲ βοηθεῖν κατὰ τάχος ἔγνω. φυλακήν τε αὐτάρκη ἐν πόλει ἑκάστῃ καταστησάμενος, ὅπως μὴ Καβάδης τε καὶ στράτευμα τῶν πολεμίων ἄλλο ἐνταῦθα ἰόντες ἀφύλακτα τὸ παράπαν εὑρήσουσι τὰ ἐπὶ Μεσοποταμίας χωρία, αὐτὸς τῷ ἄλλῳ στρατῷ ὑπηντίαζεν, Εὐφράτην τε ποταμὸν διαβάντες 1.18.5 σπουδῇ πολλῇ πρόσω ἐχώρουν. ὁ μὲν οὖν Ῥωμαίων στρατὸς ἐς δισμυρίους μάλιστα πεζούς τε καὶ ἱππέας ξυνῄει, καὶ αὐτῶν Ἴσαυροι οὐχ ἧσσον ἢ δισχίλιοι 1.18.6 ἦσαν. ἄρχοντες δὲ ἱππέων μὲν ἅπαντες ἦσαν, οἳ τὰ πρότερα τὴν ἐν ∆άρας μάχην πρός τε Πέρσας καὶ Μιρράνην διήνεγκαν, πεζῶν δὲ τῶν τις δορυφόρων 1.18.7 Ἰουστινιανοῦ βασιλέως, Πέτρος ὄνομα. τοῖς μέντοι Ἰσαύροις Λογγῖνός τε καὶ Στεφανάκιος ἐφειστήκεσαν. ἐνταῦθα δὲ καὶ Ἀρέθας αὐτοῖς ξὺν τῷ Σαρακηνῶν 1.18.8 στρατεύματι ἦλθεν. ἐπεί τε ἐς Χαλκίδα πόλιν ἀφίκοντο, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον, ἐπεὶ τοὺς πολεμίους ἐν χωρίῳ Γαββουλῶν εἶναι ἐπύθοντο, δέκα 1.18.9 καὶ ἑκατὸν σταδίοις Χαλκίδος διέχοντι. ὃ δὴ γνόντες Ἀλαμούνδαρός τε καὶ Ἀζαρέθης τόν τε κίνδυνον κατορρωδήσαντες ἐπίπροσθεν οὐκέτι ἐχώρουν, ἀλλ' ἐπ' οἴκου αὐτίκα δὴ ἀποχωρεῖν ἔγνωσαν. αὐτοί τε γοῦν Εὐφράτην ποταμὸν ἐν ἀριστερᾷ ἔχοντες ὀπίσω ἀπή1.18.10 λαυνον καὶ ὁ Ῥωμαίων στρατὸς ὄπισθεν εἵπετο. ἔν τε τῷ χώρῳ, οὗ δὴ οἱ βάρβαροι ἐς νύκτα ἑκάστην ηὐλί1.18.11 ζοντο, ἀεὶ Ῥωμαῖοι τῇ ἐπιγινομένῃ νυκτὶ ἔμενον. Βελισάριος γὰρ ἐξεπίτηδες ὁδόν τινα πλείω πορεύεσθαι τὸ στράτευμα οὐδαμῆ εἴα, ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ἀλλ' ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας, εἶτα ἐνθένδε οὕτω δὴ ἀποκεχω1.18.12 ρηκότας, ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι. διὸ δὴ ἅπαντες αὐτῷ λάθρα ἐλοιδοροῦντο, ἄρχοντές τε καὶ στρατιῶται, ἐκάκιζε μέντοι αὐτὸν ἐς ὄψιν οὐδείς. 1.18.13 Τελευτῶντες δὲ Πέρσαι μὲν ἐν τῇ τοῦ Εὐφράτου ἠϊόνι ηὐλίσαντο, ἣ δὴ πόλεως Καλλινίκου ἀντιπέρας ἐστίν. ἐνθένδε γὰρ διὰ χώρας πρὸς οὐδενὸς ἀνθρώπων οἰκουμένης πορεύεσθαι ἔμελλον, οὕτω τε τῆς Ῥω1.18.14 μαίων γῆς ἀπαλλάσσεσθαι. οὐ γὰρ ἔτι διενοοῦντο ἰέναι, ὥσπερ τὰ πρότερα, τῆς τοῦ ποταμοῦ