187
βασιλέα ἐπήγγελλεν, ἰσχυριζομένους μηδὲν πρὸς αὐτοῦ ἄχαρι τῇ Ἀμαλασούνθῃ ξυμβῆναι, καίπερ ἐς αὐτὸν ἀνήκεστα δεινὰ εἰργασμένῃ 5.4.16 τὰ πρότερα. καὶ κατὰ ταῦτα αὐτός τε βασιλεῖ ἔγραψε καὶ τὴν Ἀμαλασοῦνθαν οὔτι ἑκουσίαν ἠνάγκασε γράψαι. 5.4.17 ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Πέτρος δὲ ἤδη ἐπὶ πρεσβείᾳ ἐστέλλετο προειρημένον αὐτῷ πρὸς τοῦ βασιλέως ἐντυχεῖν μὲν κρύφα τῶν ἄλλων ἁπάντων Θευδάτῳ καὶ ὅρκῳ τὰ πιστὰ παρεχομένῳ ὡς οὐδὲν ἂν τῶν πρασσομένων ἔκπυστον γένοιτο, οὕτω τε τὰ ἀμφὶ 5.4.18 Τουσκίαν ἐν τῷ ἀσφαλεῖ πρὸς αὐτὸν θέσθαι, καὶ Ἀμαλασούνθῃ ξυγγενόμενον λάθρα ξυμπάσης πέρι Ἰταλίας διοικήσασθαι, ὅπη ἑκατέρῳ ξυνοίσειν μέλλει. 5.4.19 ἐς δὲ τὸ ἐμφανὲς ὑπέρ τε τοῦ Λιλυβαίου καὶ τῶν ἄλλων, ὧν ἔναγχος ἐμνήσθην, πρεσβεύσων ᾔει. οὔπω γάρ τι περὶ τῆς Ἀταλαρίχου τελευτῆς ἢ τῆς Θευδάτου ἀρχῆς ἢ τῶν Ἀμαλασούνθῃ ξυμπεπτωκότων βασιλεὺς 5.4.20 ἠκηκόει. Πέτρος δὲ ὁδῷ πορευόμενος πρῶτον μὲν τοῖς Ἀμαλασούνθης πρέσβεσι ξυγγενόμενος τὰ ἀμφὶ 5.4.21 τῇ Θευδάτου ἀρχῇ ἔμαθε. γενόμενος δὲ ὀλίγῳ ὕστερον ἐν πόλει Αὐλῶνι, ἣ πρὸς κόλπῳ τῷ Ἰονίῳ κεῖται, ἐνταῦθά τε τοῖς ἀμφὶ Λιβέριόν τε καὶ Ὀπιλίωνα ἐντυχὼν τὰ ξυμπεσόντα ξύμπαντα ἔγνω, ἔς τε βασιλέα ταῦτα ἀνενεγκὼν αὐτοῦ ἔμεινεν. 5.4.22 Ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς βασιλεὺς ἤκουσε, Γότθους τε καὶ Θευδάτον ξυνταράξαι διανοούμενος, πρὸς μὲν Ἀμαλασοῦνθαν γράμματα ἔγραφε, δηλοῦντα ὅτι αὐτῆς ὡς ἔνι μάλιστα μεταποιεῖσθαι ἐν σπουδῇ ἔχοι· τῷ δὲ Πέτρῳ ἐπέστελλε ταῦτα μηδαμῆ ἀποκρύψασθαι, ἀλλ' αὐτῷ τε Θευδάτῳ φανερὰ καὶ Γότθοις ἅπασι 5.4.23 καταστήσασθαι. πρέσβεων δὲ τῶν ἐξ Ἰταλίας οἱ μὲν ἄλλοι, ἐπειδὴ ἐς Βυζάντιον ἐκομίσθησαν, τὸν πάντα λόγον βασιλεῖ ἤγγειλαν, καὶ πάντων μάλιστα Λιβέριος. 5.4.24 ἦν γὰρ ὁ ἀνὴρ καλός τε καὶ ἀγαθὸς διαφερόντως, λόγου τε τοῦ ἀληθοῦς ἐπιμελεῖσθαι ἐξεπιστάμενος· 5.4.25 Ὀπιλίων δὲ μόνος ἐνδελεχέστατα ἰσχυρίζετο μηδὲν ἐς Ἀμαλασοῦνθαν ἁμαρτεῖν Θευδάτον. Πέτρου δὲ ἀφικομένου ἐς Ἰταλίαν Ἀμαλασούνθῃ ξυνέβη ἐξ ἀνθρώπων 5.4.26 ἀφανισθῆναι. Γότθων γὰρ συγγενεῖς τῶν ὑπ' ἐκείνης ἀνῃρημένων Θευδάτῳ προσελθόντες οὔτε αὐτῷ οὔτε σφίσι τὸν βίον ἐν τῷ ἀσφαλεῖ ἰσχυρίζοντο εἶναι, ἤν γε μὴ αὐτοῖς Ἀμαλασοῦνθα ὅτι τάχιστα ἐκποδὼν γέ5.4.27 νηται. ξυγχωροῦντός τε αὐτοῖς, ἐν τῇ νήσῳ γενό5.4.28 μενοι τὴν Ἀμαλασοῦνθαν εὐθὺς ἔκτειναν. ὅπερ Ἰταλιώτας τε ὑπερφυῶς ἅπαντας καὶ Γότθους τοὺς ἄλλους 5.4.29 ἠνίασεν. ἀρετῆς γὰρ πάσης ἡ γυνὴ ἰσχυρότατα ἐπε5.4.30 μελεῖτο, ὅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται. Πέτρος μὲν οὖν Θευδάτῳ ἄντικρυς ἐμαρτύρετο καὶ Γότθοις τοῖς ἄλλοις ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖ τε καὶ σφίσιν ὁ πόλεμος ἔσται. 5.4.31 Θευδάτος δὲ ὑπὸ ἀβελτερίας τοὺς Ἀμαλασούνθης φονεῖς 5.4.31 ἐν τιμῇ τε καὶ σπουδῇ ἔχων, Πέτρον τε καὶ βασιλέα πείθειν ἤθελεν ὡς αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ' ὡς μάλιστα ἀκουσίου, Γότθοις ἐργασθείη τὸ μίασμα τοῦτο. 5.5.1 Ἐν τούτῳ δὲ Βελισάριον ηὐδοκιμηκέναι κατὰ Γελίμερός τε καὶ Βανδίλων τετύχηκε. βασιλεὺς δὲ τὰ ἀμφὶ Ἀμαλασούνθῃ ξυνενεχθέντα μαθὼν εὐθὺς καθίστατο ἐς τὸν πόλεμον, ἔνατον ἔτος τὴν βασιλείαν 5.5.2 ἔχων. καὶ Μοῦνδον μὲν τὸν Ἰλλυριῶν στρατηγὸν ἔς τε ∆αλματίαν ἰέναι, τὴν Γότθων κατήκοον, καὶ Σαλώνων ἀποπειράσασθαι ἐκέλευεν (ἦν δὲ ὁ Μοῦνδος γένος μὲν βάρβαρος, διαφερόντως δὲ τοῖς τε βασιλέως πράγμασιν εὔνους καὶ ἀγαθὸς τὰ πολέμια), Βελισάριον δὲ ναυσὶν ἔστελλε, στρατιώτας ἐκ μὲν καταλόγων καὶ φοιδεράτων τετρακισχιλίους, ἐκ δὲ Ἰσαύρων τρισχιλίους 5.5.3 μάλιστα ἔχοντα. ἄρχοντες δὲ ἦσαν λόγιμοι μὲν Κωνσταντῖνός τε καὶ Βέσσας, ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, Περάνιος δὲ ἐξ Ἰβηρίας τῆς ἄγχιστα Μήδων, γενόμενος μὲν τῶν ἐκ βασιλέως Ἰβήρων, αὐτόμολος δὲ πρότερον ἐς Ῥωμαίους κατὰ ἔχθος τὸ Περσῶν ἥκων, καταλόγων δὲ ἱππικῶν μὲν Βαλεντῖνός τε καὶ Μάγνος καὶ Ἰννοκέντιος, πεζῶν δὲ Ἡρωδιανός τε καὶ Παῦλος καὶ ∆ημήτριος καὶ Οὐρσικῖνος, ἀρχηγὸς δὲ Ἰσαύρων 5.5.4 Ἔννης. εἵποντο δὲ καὶ Οὖννοι ξύμμαχοι διακόσιοι καὶ Μαυρούσιοι