130
καὶ τῶν Βανδίλων οἱ ἀπολελειμμένοι ἐν τοῖς ἱεροῖς ἱκέται ἐκά3.20.2 θηντο. ἀλλὰ Βελισάριος διεκώλυσε τοῦ μήτε ἐνέδραν σφίσι πρὸς τῶν πολεμίων γενέσθαι μήτε τοῖς στρατιώταις ἄδειαν εἶναι ἅτε ἐν νυκτὶ λανθάνουσιν, ἐς ἁρπα3.20.3 γὴν τραπέσθαι. ταύτῃ τε τῇ ἡμέρᾳ αἱ νῆες, εὔρου σφίσιν ἀνέμου ἐπιπεσόντος, ἐς τὴν ἄκραν ἀφίκοντο. καὶ οἱ Καρχηδόνιοι, ἤδη γὰρ αὐτὰς καθεώρων, τὰς σιδηρᾶς ἁλύσεις τοῦ λιμένος, ὃν δὴ Μανδράκιον κα3.20.4 λοῦσιν, ἀφελόμενοι, εἰσιτητὰ τῷ στόλῳ ἐποίουν. ἔστι δὲ ἐν τῇ βασιλέως αὐλῇ οἴκημα σκότους ἀνάπλεων, ὃ δὴ Ἀγκῶνα καλοῦσιν οἱ Καρχηδόνιοι, ἔνθα ἐνεβάλλοντο 3.20.5 ἅπαντες οἷς ἂν χαλεπαίνοι ὁ τύραννος. ἐνταῦθα καθειργμένοι ἐτύγχανον πολλοὶ τῶν ἑῴων ἐμπόρων ἐς 3.20.6 ἐκεῖνο τοῦ χρόνου. τούτοις γὰρ δὴ ὁ Γελίμερ χαλεπῶς εἶχεν, ἐπικαλῶν ὡς δὴ αὐτοὶ βασιλέα ἐς τὸν πόλεμον ἐναγάγοιεν, ἔμελλόν τε διαφθαρῆναι πάντες, δόξαν τοῦτο Γελίμερι ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ Ἀμμάτας ἐν ∆εκίμῳ 3.20.7 ἀπέθανε· παρὰ τοσοῦτον κινδύνου ἦλθον. τούτου ὁ φύλαξ τοῦ δεσμωτηρίου, ἐπεὶ τά τε ἐν ∆εκίμῳ πραχθέντα ἤκουσε καὶ τὸν στόλον εἶδε τῆς ἄκρας ἐντὸς, ἐσελθὼν ἐς τὸ οἴκημα πυνθάνεται τῶν ἀνδρῶν, οὔπω τἀγαθὰ πεπυσμένων, ἀλλ' ἐν τῷ σκότῳ καθημένων καὶ καραδοκούντων τὸν θάνατον, τί ποτε ἄρα βουλομένοις ἂν αὐτοῖς εἴη τῶν ὑπαρχόντων προε3.20.8 μένοις σεσῶσθαι. τῶν δὲ ἅπαντα αἱρουμένων διδόναι ἃ βούλοιτο, ἄλλο μὲν οὐδὲν ᾔτει τῶν πάντων χρημάτων, ἠξίου δὲ ἅπαντας ὀμνύναι ὡς, ἢν διαφύγοιεν, καὶ αὐτῷ ἐν κινδύνοις γενησομένῳ ξυλλήψονται ὅση 3.20.9 δύναμις. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν. ὁ δὲ τόν τε λόγον ἅπαντα ἔφραζε καὶ σανίδα ἐκ τοῦ πρὸς θάλασσαν ἀφελὼν μέρους προσιόντα τὸν στόλον ἐπέδειξε, τῆς τε εἱρκτῆς ἀφεὶς ἅπαντας ξὺν αὐτοῖς ᾔει. 3.20.10 Οἱ δὲ ἐν ταῖς ναυσὶν ὄντες, οὔπω τι ἀκηκοότες ὧν ἐν τῇ γῇ ὁ στρατὸς ἔδρασε, διηποροῦντο, καὶ τὰ ἱστία χαλάσαντες ἔς τε τὸ Μερκούριον πέμψαντες τὰ ἐν ∆εκίμῳ πραχθέντα ἔμαθον, καὶ περιχαρεῖς γενόμενοι 3.20.11 ἔπλεον. ἐπεὶ δὲ τοῦ πνεύματος σφίσιν ἐπιφόρου ὄντος ἀπὸ σταδίων πεντήκοντα καὶ ἑκατὸν Καρχηδόνος ἐγένοντο, Ἀρχέλαος μὲν καὶ οἱ στρατιῶται αὐτοῦ ὁρμίσασθαι ἐκέλευον, τὴν τοῦ στρατηγοῦ δεδιότες πρόρρη3.20.12 σιν, οἱ δὲ ναῦται οὐκ ἐπείθοντο. τήν τε γὰρ ἐκείνῃ ἀκτὴν ἀλίμενον εἶναι ἔφασκον καὶ χειμῶνα ἐπίσημον αὐτίκα μάλα γενήσεσθαι ἐπίδοξον εἶναι, ὃν δὴ οἱ 3.20.13 ἐπιχώριοι Κυπριανὰ καλοῦσι. προὔλεγόν τε ὡς, εἰ ἐνταῦθα σφίσιν ἐπιγένηται, οὐδ' ἂν τῶν νεῶν μίαν 3.20.14 διασώσασθαι δυνατοὶ εἶεν. καὶ ἦν δὲ οὕτως. ἐν βραχεῖ οὖν τά τε ἱστία χαλάσαντες καὶ βουλευσάμενοι τοῦ μὲν Μανδρακίου πειράσασθαι οὐκ ᾤοντο χρῆναι 3.20.15 (τάς τε γὰρ Βελισαρίου ἐντολὰς ὑπεστέλλοντο καὶ ἅμα τὴν ἐς τὸ Μανδράκιον εἴσοδον ταῖς ἁλύσεσιν ἀποκεκλεῖσθαι ὑπώπτευον, ἄλλως τε καὶ τῷ παντὶ στόλῳ τὸν λιμένα ἐκεῖνον οὐχ ἱκανὸν εἶναι), τὸ δὲ Στάγνον σφίσιν ἐφαίνετο ἐν καλῷ κεῖσθαι (μέτρῳ γὰρ σταδίων τεσσαράκοντα Καρχηδόνος διέχει) ἐμπόδιόν τε οὐδὲν ἐν αὐτῷ εἶναι καὶ πρὸς τὸν στόλον ἅπαντα ἱκανῶς 3.20.16 πεφυκέναι. ἔνθα δὴ ἀφικόμενοι περὶ λύχνων ἁφὰς ὡρμίσαντο πάντες, πλήν γε δὴ ὅτι Καλώνυμος ἅμα τῶν ναυτῶν τισι, τοῦ τε στρατηγοῦ ἀφροντιστήσας καὶ τῶν ἄλλων πάντων ἔς τε τὸ Μανδράκιον λάθρα ἀπέβη, οὐδενὸς κωλῦσαι τολμήσαντος, καὶ χρήματα τῶν ἐπὶ θαλάσσῃ ᾠκημένων ἐμπόρων ξένων τε καὶ Καρχηδονίων διήρπασε. 3.20.17 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Βελισάριος τούς τε ἐν ταῖς ναυσὶ τὴν ἀπόβασιν ἐκέλευε ποιεῖσθαι καὶ ὅλον διακοσμήσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐπὶ Καρχηδόνα ἐσήλαυνεν· ἐδεδίει γὰρ μή τίς οἱ ἐνέδρα 3.20.18 πρὸς τῶν πολεμίων ὑπαντιάσῃ. ἔνθα δὴ πολλὰ μὲν τοὺς στρατιώτας ὑπέμνησεν, ἡλίκα σφίσιν εὐτυχήματα γένοιτο, ἐπειδὴ σωφροσύνην ἐς Λίβυας ἐπεδείξαντο, πολλὰ δὲ παρῄνεσε τὴν εὐκοσμίαν ἐν Καρχηδόνι ὡς 3.20.19 μάλιστα διασώσασθαι. Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαι τε ὑπὸ Βανδίλοις οὔτι ἐθελουσίους καὶ πολλὰ πεπονθέναι πρὸς ἀνδρῶν βαρ3.20.20 βάρων ἀνόσια. διὸ δὴ καὶ βασιλέα ἐς πόλεμον καταστῆναι