292
πάρειμι, προσήκει καὶ ὑμῶν ἕκαστον πάσῃ δυ»νάμει χρήσασθαι, ὅπως ἂν τῆς ἐντεῦθεν ὠφελείας 7.11.7 «ἀπόναισθε. ὅτῳ τε ὑμῶν ξυγγενεῖς ἢ φίλοι παρὰ «Τουτίλᾳ τῷ τυράννῳ τυγχάνουσιν ὄντες, μεταπεμψάσθω «τούτους ὅτι τάχιστα τὴν βασιλέως δηλώσας γνώμην. 7.11.8 «οὕτω γὰρ ἂν ὑμῖν τά τε ἐκ τῆς εἰρήνης καὶ τὰ ἐκ τοῦ «μεγάλου βασιλέως ἀγαθὰ γένοιτο· ὡς ἔγωγε οὔτε τῳ «πολεμησείων ἐνθάδε ἀφῖγμαι οὔτ' ἂν ἑκών ποτε τοῖς 7.11.9 «βασιλέως κατηκόοις πολέμιος εἴην. εἰ μέντοι καὶ νῦν «παρὰ φαῦλον ἡγησάμενοι τὸ τὰ βελτίω σφίσιν αὐτοῖς «ἑλέσθαι οἵδε ἀπ' ἐναντίας ἡμῖν ἴωσιν, ἀνάγκη καὶ «ἡμᾶς αὐτοῖς ὡς μάλιστα ἀκουσίους ὡς πολεμίοις χρῆ7.11.10 «σθαι.» τοσαῦτα μὲν Βελισάριος εἶπε. προσεχώρει δέ οἱ τῶν ἐναντίων οὐδεὶς οὔτε Γότθος οὔτε Ῥωμαῖος. 7.11.11 ἔπειτα δὲ Θουριμούθ τε τὸν δορυφόρον καὶ τῶν ἑπομένων τινὰς ξύν τε Βιταλίῳ καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις ἐς Αἰμιλίαν πέμψας, ἐκέλευεν ἀποπειρᾶσθαι 7.11.12 τῶν ταύτῃ χωρίων. Βιτάλιος οὖν ξὺν τῷ στρατῷ τούτῳ ἀμφὶ πόλιν Βονώνειαν γενόμενος τινά τε τῶν ἐνταῦθα φρουρίων ὁμολογίᾳ ἑλὼν ἐν Βονωνείᾳ πόλει 7.11.13 ἡσύχαζε. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰλλυριοὶ ξύμπαντες, ὅσοι ξὺν αὐτῷ ἐστρατεύοντο, ἐκ τοῦ αἰφνιδίου, κακὸν οὐδὲν οὔτε παθόντες οὔτε ἀκούσαντες, λάθρα ἐνθένδε ἀναχωρήσαντες ἐπ' οἴκου ἀπεκομίσθησαν. 7.11.14 πρέσβεις τε παρὰ βασιλέα πέμψαντες συγγνώμην διδόναι σφίσιν ἐδέοντο, οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι συχνὸν σφίσι χρόνον ἐν Ἰταλίᾳ στρατευομένοις τάς τε συντάξεις ὡς ἥκιστα κομιζομένοις χρήματα δὴ πολλὰ τὸ δημόσιον 7.11.15 ὤφειλε. στρατεύματος δὲ Οὐννικοῦ τοῖς Ἰλλυριοῖς ἐπισκήψαντος παῖδάς τε καὶ γυναῖκας ἐξηνδραποδίσθαι 7.11.16 τετύχηκεν. ἃ δὴ πυθόμενοι καὶ τῶν ἀναγκαίων ἔν γε Ἰταλιώταις σπανίζοντες ἀνεχώρησαν. οἷς δὴ βασιλεὺς τὰ πρῶτα χαλεπήνας, εἶτα συγγνώμων ἐγένετο. γνοὺς δὲ ὁ Τουτίλας τὴν τῶν Ἰλλυριῶν ἀναχώρησιν στράτευμα ἐπὶ Βονώνειαν ἔπεμψεν, ὡς Βιτάλιον καὶ 7.11.17 τοὺς ξὺν αὐτῷ ἀναρπάσοντας. ἀλλὰ Βιτάλιός τε καὶ Θουριμοὺθ προλοχίσαντες ἐνέδραις τισὶ τοὺς ἐπιόντας πολλοὺς μὲν διέφθειραν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν 7.11.18 ἔτρεψαν. ἔνθα Ναζάρης, ἀνὴρ λόγιμος, Ἰλλυριὸς γένος, στρατιωτῶν τε τῶν ἐν Ἰλλυριοῖς ἄρχων, ἔργα θαυμαστὰ ἐς τοὺς πολεμίους πάντων μάλιστα ἐπεδείξατο. οὕτω τε ὁ Θουριμοὺθ παρὰ Βελισάριον ἐς Ῥάβενναν ἦλθε. 7.11.19 Τότε δὴ Βελισάριος τρεῖς τῶν δορυφόρων τῶν αὑτοῦ, Θουριμούθ τε καὶ Ῥικίλαν καὶ Σαβινιανὸν, ἔστειλε ξὺν χιλίοις στρατιώταις ἐς Αὔξιμον πόλιν, Μάγνῳ τε καὶ Ῥωμαίοις ἐνταῦθα πολιορκουμένοις ἐπα7.11.20 μυνοῦντας. οἱ δὲ Τουτίλαν τε λαθόντες καὶ τὸ τῶν πολεμίων στρατόπεδον νύκτωρ ἐν Αὐξίμῳ ἐγένοντο, ἐπεκδρομάς τέ τινας ποιεῖσθαι ἐπὶ τοὺς ἐναντίους διε7.11.21 νοοῦντο. τῇ δὲ ὑστεραίᾳ πυθόμενοι ἀμφὶ ἡμέραν μέσην τῶν πολεμίων τινὰς ἄγχιστά πη εἶναι ἐξῆλθον μὲν ὡς ὑπαντιάσοντες, κατασκόπους δὲ πέμψαι πρότερον ἐπ' αὐτοὺς ἔγνωσαν, κατασκεψομένους τὴν δύ7.11.22 ναμιν, ὡς μὴ ἀνεπισκέπτως ἐπ' αὐτοὺς ἴωσι. Ῥικίλας δὲ ὁ Βελισαρίου δορυφόρος (οἰνωμένος γὰρ τηνικαῦτα ἐτύγχανεν) ἄλλους μὲν ἐπὶ κατασκοπῇ οὐκ εἴα ἰέναι, μόνος δὲ αὐτὸς τὸν ἵππον ἐξελάσας κατὰ τάχος ᾔει. 7.11.23 Γότθοις τε τρισὶν ἐντυχὼν ἐν χώρῳ κρημνώδει τὰ 7.11.23 μὲν πρῶτα ὡς ἀντιταξόμενος ἔστη· ἐπὶ πλεῖστον γὰρ ἀνδρίας ἐτύγχανεν ἥκων· πολλοὺς δὲ πανταχόθεν ἰδὼν 7.11.24 ἐπ' αὐτὸν ἐπιρρέοντας ἐς φυγὴν ὥρμητο. τοῦ δέ οἱ ἵππου ἐν δυσχωρίᾳ ὀκλάσαντος, κραυγή τε πολλὴ τῶν πολεμίων γέγονε καὶ τὰ δοράτια ἠκόντιζον ἐπ' αὐτὸν ἅπαντες. ὧν δὴ Ῥωμαῖοι αἰσθόμενοι ἐβοήθουν δρόμῳ. 7.11.25 καὶ Ῥικίλας μὲν δόρασι πολλοῖς κεκαλυμμένος θνήσκει, τρέψαντες δὲ τοὺς ἐναντίους οἱ ἀμφὶ Θουριμοὺθ, ἄραντές τε τὸν νεκρὸν, ἐς Αὔξιμον πόλιν ἐκόμισαν, οὐκ ἐπαξίως τῆς ἀρετῆς τὴν τοῦ βίου καταστροφὴν 7.11.26 κληρωσάμενον. ἔπειτα Σαβινιανός τε καὶ Θουριμοὺθ Μάγνῳ κοινολογησάμενοι ἀξύμφορον σφίσιν εὕρισκον εἶναι περαιτέρω διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι, λογισάμενοι ὅτι δὴ